Skip to the text

Tobit · Brenton's Greek Septuagint

Tobit 9 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Καὶ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ, καὶ εἶπεν αὐτῷ, 2 Ἀζαρία ἀδελφὲ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους, καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ, καὶ κόμισαί μοι τὸ ἀργύριον, καὶ αὐτὸν ἄγε μοι εἰς τόν γάμον, 3 διότι ὀμώμοκε Ῥαγουὴλ, μὴ ἐξελθεῖν με. 4 Καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. 5 Καὶ ἐπορεύθη Ῥαφαὴλ, καὶ ηὐλίσθη παρὰ Γαβαὴλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφραγίσι, καὶ ἔδωκεν αὐτῷ. 6 Καὶ ὤρθρευσαν κοινῶς, καὶ ἦλθον εἰς τὸν γάμον· καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.