RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ησαν δε εγγιζοντεσ αυτω παντεσ οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου 1 Now all the tax collectors and sinners were coming close to him to hear him.
1 Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ [οἱ] ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 και διεγογγυζον οι φαρισαιοι και οι γραμματεισ λεγοντεσ οτι ουτοσ αμαρτωλουσ προσδεχεται και συνεσθιει αυτοισ 2 The Pharisees and the scribes murmured, saying, “This man welcomes sinners, and eats with them.”
2 καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 ειπεν δε προσ αυτουσ την παραβολην ταυτην λεγων 3 He told them this parable:
3 εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 τισ ανθρωποσ εξ υμων εχων εκατον προβατα και απολεσασ εν εξ αυτων ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλοσ εωσ ευρη αυτο 4 “Which of you men, if you had one hundred sheep and lost one of them, wouldn’t leave the ninety-nine in the wilderness and go after the one that was lost, until he found it?
4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό;
5 και ευρων επιτιθησιν επι τουσ ωμουσ εαυτου χαιρων 5 When he has found it, he carries it on his shoulders, rejoicing.
5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 και ελθων εισ τον οικον συγκαλει τουσ φιλουσ και τουσ γειτονασ λεγων αυτοισ συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλοσ 6 When he comes home, he calls together his friends and his neighbors, saying to them, ‘Rejoice with me, for I have found my sheep which was lost!’
6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 λεγω υμιν οτι ουτωσ χαρα εσται εν τω ουρανω επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοισ οιτινεσ ου χρειαν εχουσιν μετανοιασ 7 I tell you that even so there will be more joy in heaven over one sinner who repents, than over ninety-nine righteous people who need no repentance.
7 λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
8 η τισ γυνη δραχμασ εχουσα δεκα εαν απολεση δραχμην μιαν ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελωσ εωσ οτου ευρη 8 “Or what woman, if she had ten drachma coins, if she lost one drachma coin, wouldn’t light a lamp, sweep the house, and seek diligently until she found it?
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
9 και ευρουσα συγκαλειται τασ φιλασ και τασ γειτονασ λεγουσα συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα 9 When she has found it, she calls together her friends and neighbors, saying, ‘Rejoice with me, for I have found the drachma which I had lost!’
9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα· συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 ουτωσ λεγω υμιν χαρα γινεται ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι 10 Even so, I tell you, there is joy in the presence of the angels of God over one sinner repenting.”
10 οὕτω, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 ειπεν δε ανθρωποσ τισ ειχεν δυο υιουσ 11 He said, “A certain man had two sons.
11 Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς.
12 και ειπεν ο νεωτεροσ αυτων τω πατρι πατερ δοσ μοι το επιβαλλον μεροσ τησ ουσιασ και διειλεν αυτοισ τον βιον 12 The younger of them said to his father, ‘Father, give me my share of your property.’ So he divided his livelihood between them.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
13 και μετ ου πολλασ ημερασ συναγαγων απαντα ο νεωτεροσ υιοσ απεδημησεν εισ χωραν μακραν και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτωσ 13 Not many days after, the younger son gathered all of this together and traveled into a far country. There he wasted his property with riotous living.
13 καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 δαπανησαντοσ δε αυτου παντα εγενετο λιμοσ ισχυροσ κατα την χωραν εκεινην και αυτοσ ηρξατο υστερεισθαι 14 When he had spent all of it, there arose a severe famine in that country, and he began to be in need.
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 και πορευθεισ εκολληθη ενι των πολιτων τησ χωρασ εκεινησ και επεμψεν αυτον εισ τουσ αγρουσ αυτου βοσκειν χοιρουσ 15 He went and joined himself to one of the citizens of that country, and he sent him into his fields to feed pigs.
15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.
16 και επεθυμει γεμισαι την κοιλιαν αυτου απο των κερατιων ων ησθιον οι χοιροι και ουδεισ εδιδου αυτω 16 He wanted to fill his belly with the pods that the pigs ate, but no one gave him any.
16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 εισ εαυτον δε ελθων ειπεν ποσοι μισθιοι του πατροσ μου περισσευουσιν αρτων εγω δε λιμω απολλυμαι 17 But when he came to himself, he said, ‘How many hired servants of my father’s have bread enough to spare, and I’m dying with hunger!
17 εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι!
18 αναστασ πορευσομαι προσ τον πατερα μου και ερω αυτω πατερ ημαρτον εισ τον ουρανον και ενωπιον σου 18 I will get up and go to my father, and will tell him, “Father, I have sinned against heaven and in your sight.
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.
19 και ουκετι ειμι αξιοσ κληθηναι υιοσ σου ποιησον με ωσ ενα των μισθιων σου 19 I am no more worthy to be called your son. Make me as one of your hired servants.”’
19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 και αναστασ ηλθεν προσ τον πατερα αυτου ετι δε αυτου μακραν απεχοντοσ ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον 20 “He arose and came to his father. But while he was still far off, his father saw him and was moved with compassion, and ran, fell on his neck, and kissed him.
20 καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 ειπεν δε αυτω ο υιοσ πατερ ημαρτον εισ τον ουρανον και ενωπιον σου και ουκετι ειμι αξιοσ κληθηναι υιοσ σου 21 The son said to him, ‘Father, I have sinned against heaven and in your sight. I am no longer worthy to be called your son.’
21 εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 ειπεν δε ο πατηρ προσ τουσ δουλουσ αυτου εξενεγκατε την στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εισ την χειρα αυτου και υποδηματα εισ τουσ ποδασ 22 “But the father said to his servants, ‘Bring out the best robe and put it on him. Put a ring on his hand and sandals on his feet.
22 εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 και ενεγκαντεσ τον μοσχον τον σιτευτον θυσατε και φαγοντεσ ευφρανθωμεν 23 Bring the fattened calf, kill it, and let’s eat and celebrate;
23 καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
24 οτι ουτοσ ο υιοσ μου νεκροσ ην και ανεζησεν και απολωλωσ ην και ευρεθη και ηρξαντο ευφραινεσθαι 24 for this, my son, was dead and is alive again. He was lost and is found.’ Then they began to celebrate.
24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 ην δε ο υιοσ αυτου ο πρεσβυτεροσ εν αγρω και ωσ ερχομενοσ ηγγισεν τη οικια ηκουσεν συμφωνιασ και χορων 25 “Now his elder son was in the field. As he came near to the house, he heard music and dancing.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν,
26 και προσκαλεσαμενοσ ενα των παιδων επυνθανετο τι ειη ταυτα 26 He called one of the servants to him and asked what was going on.
26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα.
27 ο δε ειπεν αυτω οτι ο αδελφοσ σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν 27 He said to him, ‘Your brother has come, and your father has killed the fattened calf, because he has received him back safe and healthy.’
27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 ωργισθη δε και ουκ ηθελεν εισελθειν ο ουν πατηρ αυτου εξελθων παρεκαλει αυτον 28 But he was angry and would not go in. Therefore his father came out and begged him.
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 ο δε αποκριθεισ ειπεν τω πατρι ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκασ εριφον ινα μετα των φιλων μου ευφρανθω 29 But he answered his father, ‘Behold, these many years I have served you, and I never disobeyed a commandment of yours, but you never gave me a goat, that I might celebrate with my friends.
29 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 οτε δε ο υιοσ σου ουτοσ ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσασ αυτω τον μοσχον τον σιτευτον 30 But when this your son came, who has devoured your living with prostitutes, you killed the fattened calf for him.’
30 ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.
31 ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν 31 “He said to him, ‘Son, you are always with me, and all that is mine is yours.
31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφοσ σου ουτοσ νεκροσ ην και ανεζησεν και απολωλωσ ην και ευρεθη 32 But it was appropriate to celebrate and be glad, for this, your brother, was dead, and is alive again. He was lost, and is found.’”
32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.