RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι το κριμα τησ πορνησ τησ μεγαλησ τησ καθημενησ επι των υδατων των πολλων 1 One of the seven angels who had the seven bowls came and spoke with me, saying, “Come here. I will show you the judgment of the great prostitute who sits on many waters,
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
2 μεθ ησ επορνευσαν οι βασιλεισ τησ γησ και εμεθυσθησαν οι κατοικουντεσ την γην εκ του οινου τησ πορνειασ αυτησ 2 with whom the kings of the earth committed sexual immorality. Those who dwell on the earth were made drunken with the wine of her sexual immorality.”
2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3 και απηνεγκεν με εισ ερημον εν πνευματι και ειδον γυναικα καθημενην επι θηριον κοκκινον γεμον ονοματα βλασφημιασ εχον κεφαλασ επτα και κερατα δεκα 3 He carried me away in the Spirit into a wilderness. I saw a woman sitting on a scarlet-colored beast, full of blasphemous names, having seven heads and ten horns.
3 καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ [τὸ] θηρίον [τὸ] κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταισ εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτησ γεμον βδελυγματων και τα ακαθαρτα τησ πορνειασ αυτησ 4 The woman was dressed in purple and scarlet, and decked with gold and precious stones and pearls, having in her hand a golden cup full of abominations and the impurities of the sexual immorality of the earth.
4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,
5 και επι το μετωπον αυτησ ονομα γεγραμμενον μυστηριον βαβυλων η μεγαλη η μητηρ των πορνων και των βδελυγματων τησ γησ 5 And on her forehead a name was written, “MYSTERY, BABYLON THE GREAT, THE MOTHER OF THE PROSTITUTES AND OF THE ABOMINATIONS OF THE EARTH.”
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6 και ειδον την γυναικα μεθυουσαν εκ του αιματοσ των αγιων εκ του αιματοσ των μαρτυρων ιησου και εθαυμασα ιδων αυτην θαυμα μεγα 6 I saw the woman drunken with the blood of the saints and with the blood of the martyrs of Jesus. When I saw her, I wondered with great amazement.
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
7 και ειπεν μοι ο αγγελοσ δια τι εθαυμασασ εγω ερω σοι το μυστηριον τησ γυναικοσ και του θηριου του βασταζοντοσ αυτην του εχοντοσ τασ επτα κεφαλασ και τα δεκα κερατα 7 The angel said to me, “Why do you wonder? I will tell you the mystery of the woman and of the beast that carries her, which has the seven heads and the ten horns.
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 το θηριον ο ειδεσ ην και ουκ εστιν και μελλει αναβαινειν εκ τησ αβυσσου και εισ απωλειαν υπαγειν και θαυμασονται οι κατοικουντεσ επι τησ γησ ων ου γεγραπται τα ονοματα επι το βιβλιον τησ ζωησ απο καταβολησ κοσμου βλεποντων οτι ην το θηριον και ουκ εστιν και παρεσται 8 The beast that you saw was, and is not; and is about to come up out of the abyss and to go into destruction. Those who dwell on the earth and whose names have not been written in the book of life from the foundation of the world will marvel when they see that the beast was, and is not, and shall be present.
8 Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν, καὶ οὐκ ἔστι καὶ παρέσται.
9 ωδε ο νουσ ο εχων σοφιαν αι επτα κεφαλαι επτα ορη εισιν οπου η γυνη καθηται επ αυτων 9 Here is the mind that has wisdom. The seven heads are seven mountains on which the woman sits.
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη ἑπτά εἰσιν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν,
10 και βασιλεισ εισιν επτα οι πεντε επεσον ο εισ εστιν ο αλλοσ ουπω ηλθεν και οταν ελθη ολιγον δει αυτον μειναι 10 They are seven kings. Five have fallen, the one is, and the other has not yet come. When he comes, he must continue a little while.
10 καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11 και το θηριον ο ην και ουκ εστιν και αυτοσ ογδοοσ εστιν και εκ των επτα εστιν και εισ απωλειαν υπαγει 11 The beast that was, and is not, is himself also an eighth, and is of the seven; and he goes to destruction.
11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 και τα δεκα κερατα α ειδεσ δεκα βασιλεισ εισιν οιτινεσ βασιλειαν ουπω ελαβον αλλ εξουσιαν ωσ βασιλεισ μιαν ωραν λαμβανουσιν μετα του θηριου 12 The ten horns that you saw are ten kings who have received no kingdom as yet, but they receive authority as kings with the beast for one hour.
12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13 ουτοι μιαν εχουσιν γνωμην και την δυναμιν και την εξουσιαν αυτων τω θηριω διδοασιν 13 These have one mind, and they give their power and authority to the beast.
13 οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14 ουτοι μετα του αρνιου πολεμησουσιν και το αρνιον νικησει αυτουσ οτι κυριοσ κυριων εστιν και βασιλευσ βασιλεων και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι 14 These will war against the Lamb, and the Lamb will overcome them, for he is Lord of lords and King of kings; and those who are with him are called, chosen, and faithful.”
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 και λεγει μοι τα υδατα α ειδεσ ου η πορνη καθηται λαοι και οχλοι εισιν και εθνη και γλωσσαι 15 He said to me, “The waters which you saw, where the prostitute sits, are peoples, multitudes, nations, and languages.
15 Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.
16 και τα δεκα κερατα α ειδεσ και το θηριον ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην ποιησουσιν αυτην και τασ σαρκασ αυτησ φαγονται και αυτην κατακαυσουσιν εν πυρι 16 The ten horns which you saw, they and the beast will hate the prostitute, will make her desolate, will strip her naked, will eat her flesh, and will burn her utterly with fire.
16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 ο γαρ θεοσ εδωκεν εισ τασ καρδιασ αυτων ποιησαι την γνωμην αυτου και ποιησαι γνωμην μιαν και δουναι την βασιλειαν αυτων τω θηριω αχρι τελεσθωσιν οι λογοι του θεου 17 For God has put in their hearts to do what he has in mind, to be of one mind, and to give their kingdom to the beast, until the words of God should be accomplished.
17 ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.
18 και η γυνη ην ειδεσ εστιν η πολισ η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων τησ γησ 18 The woman whom you saw is the great city which reigns over the kings of the earth.”
18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.