1 Maccabees · Brenton's Greek Septuagint
1 Maccabees 2 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεὼν, ἱερεὺς τῶν υἱῶν Ἰωαρὶβ ἀπὸ Ἱερουσαλὴμ, καὶ ἐκάθισεν ἐν Μωδεΐν.
1 In those days Mattathias the son of John, the son of Simeon, a priest of the sons of Joarib, from Jerusalem rose up; and he lived at Modin.
2 Καὶ αὐτῷ υἱοὶ πέντε, Ἰωαννὰν ὁ ἐπικαλούμενος Καδδὶς,
2 And he had five sons: John, who was surnamed Gaddis;
3 Σίμων ὁ καλούμενος Θασσι,
3 Simon, who was called Thassi;
4 Ἰούδας ὁ ἐπικαλούμενος Μακκαβαῖος,
4 Judas, who was called Maccabaeus;
5 Ἐλεάζαρ ὁ ἐπικαλούμενος Αὐαρὰν, Ἰωνάθαν ὁ ἐπικαλούμενος Ἀπφοῦς.
5 Eleazar, who was called Avaran; and Jonathan, who was called Apphus.
6 Καὶ εἶδε τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ,
6 He saw the blasphemies that were committed in Judah and in Jerusalem,
7 καὶ εἶπεν, οἴμοι, ἱνατί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου, καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, καὶ τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
7 and he said, “Woe is me! Why was I born to see the destruction of my people and the destruction of the holy city, and to dwell there when it was given into the hand of the enemy, the sanctuary into the hand of foreigners?
8 Ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,
8 Her temple has become like a man who was glorious.
9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.
9 Her vessels of glory are carried away into captivity. Her infants are slain in her streets. Her young men are slain with the enemy’s sword.
10 Ποῖον ἔθνος οὐκ ἐκληρονόμησε βασιλείαν αὐτῆς, καὶ οὐκ ἐκράτησε τῶν σκύλων αὐτῆς;
10 What nation has not inherited her palaces and taken possession of her spoils?
11 Πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθήρας ἐγένετο εἰς δούλην.
11 Her adornment has all been taken away. Instead of a free woman, she has become a slave.
12 Καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.
12 Behold, our holy things, our beauty, and our glory are laid waste. The Gentiles have profaned them.
13 Ἱνατί ἡμῖν ἔτι ζῇν;
13 Why should we live any longer?”
14 Καὶ διέῤῥηξε Ματταθίας καὶ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα.
14 Mattathias and his sons tore their clothes, put on sackcloth, and mourned exceedingly.
15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεῒν τὴν πόλιν, ἵνα θυσιάσωσι.
15 And the king’s officers who were enforcing the apostasy came into the city Modin to sacrifice.
16 Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
16 Many of Israel came to them, and Mattathias and his sons were gathered together.
17 Καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως, καὶ εἰπον τῷ Ματταθίᾳ, λέγοντες, ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς.
17 The king’s officers answered and spoke to Mattathias, saying, “You are a ruler and an honorable and great man in this city, and strengthened with sons and kindred.
18 Νῦν οὖν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄνδρες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἱερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἶκός σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποστολαῖς πολλαῖς.
18 Now therefore come first and do the commandment of the king, as all the nations have done, including the men of Judah and those who remain in Jerusalem. You and your house will be numbered among the king’s friends, and you and your sons will be honored with silver and gold and many gifts.”
19 Καὶ ἀπεκρίθη Ματταθίας, καὶ εἶπε φωνῇ μεγάλῃ, εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ, καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,
19 And Mattathias answered and said with a loud voice, “If all the nations that are in the house of the king’s dominion listen to him, to fall away each one from the worship of his fathers, and have chosen to follow his commandments,
20 ἀλλʼ ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν.
20 yet I and my sons and my kindred will walk in the covenant of our fathers.
21 Ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματὰ.
21 Far be it from us that we should forsake the law and the ordinances.
22 Τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν, δεξιὰν ἢ ἀριστεράν.
22 We will not listen to the king’s words, to turn aside from our worship, to the right hand, or to the left.”
23 Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυσιᾶσαι ἐπὶ τοῦ βωμοῦ τοῦ ἐν Μωδεῒν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
23 When he had finished speaking these words, a Jew came in the sight of all to sacrifice on the altar which was at Modin, according to the king’s commandment.
24 Καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμῶν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν.
24 Mattathias saw it, so his zeal was kindled, and his guts trembled, and he vented his wrath according to judgment, and ran and killed him upon the altar.
25 Καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν, ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλε.
25 He killed the king’s officer, who compelled men to sacrifice, at the same time, and pulled down the altar.
26 Καὶ ἐζήλωσε τῷ νόμῳ καθὼς ἐποίησε Φινεὲς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ.
26 He was zealous for the law, even as Phinehas did to Zimri the son of Salu.
27 Καὶ ἀνέκραξε Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων, πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου.
27 Mattathias cried out in the city with a loud voice, saying, “Whoever is zealous for the law and maintains the covenant, let him follow me!”
28 Καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
28 He and his sons fled into the mountains, and left all that they had in the city.
29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα, εἰς τὴν ἔρημον, καθίσαι ἐκεῖ,
29 Then many who sought justice and judgment went down into the wilderness to live there—
30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐπληθύνθη ἐπʼ αὐτοὺς τὰ κακά.
30 they, their children, their wives, and their livestock—because evils were multiplied upon them.
31 Καὶ ἀνηγγέλη τοῖς ἀνδράσι τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἱερουσαλὴμ πόλει Δαυὶδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.
31 It was told to the king’s officers and the forces that were in Jerusalem, the city of David, that certain men who had broken the king’s commandment had gone down into the secret places in the wilderness;
32 Καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί· καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπʼ αὐτοὺς, καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων,
32 and many pursued after them, and having overtaken them, they encamped against them and set the battle in array against them on the Sabbath day.
33 καὶ εἶπον πρὸς αὐτοὺς, ἕως τοῦ νῦν ἱκανόν· ἐξέλθετε καὶ ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε.
33 They said to them, “Enough of this! Come out and do according to the word of the king, and you will all live!”
34 Καὶ εἶπον, οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, τοῦ βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
34 They said, “We won’t come out. We won’t do the word of the king, to profane the Sabbath day.”
35 καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον.
35 Then the enemy hurried to attack them.
36 Καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρύφους,
36 They didn’t answer them. They didn’t cast a stone at them, or block their secret places,
37 λέγοντες, ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
37 saying, “Let’s all die in our innocence. Heaven and earth testify for us, that you put us to death unjustly.”
38 Καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασι, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθρώπων.
38 So they attacked them on the Sabbath, and they died—they, their wives, their children, and their livestock—in number a thousand souls of men.
39 Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα.
39 When Mattathias and his friends found out about it, they mourned over them exceedingly.
40 Καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ, ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ἐξολοθρεύσουσιν ἀπὸ τῆς γῆς.
40 One said to another, “If we all do as our kindred have done, and don’t fight against the Gentiles for our lives and our ordinances, they will quickly destroy us from off the earth.”
41 Καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες, πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.
41 So they decided that day, saying, “Whoever comes against us to battle on the Sabbath day, let’s fight against him, and we will in no way all die, as our kindred died in the secret places.”
42 Τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἰουδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ἰσραὴλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ.
42 Then a company of the Hasidaeans, mighty men of Israel, everyone who offered himself willingly for the law, were gathered together to them.
43 Καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
43 All those who fled from the evils were added to them, and supported them.
44 Καὶ συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.
44 They mustered an army, and struck sinners in their anger, and lawless men in their wrath. The rest fled to the Gentiles for safety.
45 Καὶ ἐκύκλωσε Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς.
45 And Mattathias and his friends went around and pulled down the altars.
46 Καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρον ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύϊ.
46 They forcibly circumcised the boys who were uncircumcised, as many as they found in the coasts of Israel.
47 Καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπεπηφανίας, καὶ κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.
47 They pursued the arrogant, and the work prospered in their hand.
48 Καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων· καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
48 They rescued the law out of the hand of the Gentiles and out of the hand of the kings. They never allowed the sinner to triumph.
49 Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.
49 The days of Mattathias drew near that he should die, and he said to his sons, “Now pride and scorn have gained strength. It is a season of overthrow and indignant wrath.
50 Καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.
50 Now, my children, be zealous for the law, and give your lives for the covenant of your fathers.
51 Μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
51 Call to remembrance the deeds of our fathers which they did in their generations; and receive great glory and an everlasting name.
52 Ἁβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστὸς, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;
52 Wasn’t Abraham found faithful in temptation, and it was reckoned to him for righteousness?
53 Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν, καὶ ἐγένετο κύριος Αἰγύπτου.
53 Joseph in the time of his distress kept the commandment, and became lord of Egypt.
54 Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον, ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας.
54 Phinehas our father, because he was exceedingly zealous, obtained the covenant of an everlasting priesthood.
55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον, ἐγένετο κριτὴς ἐν Ἰσραήλ.
55 Joshua became a judge in Israel for fulfilling the word.
56 Χαλὲβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησία, ἔλαβε γῆς κληρονομίαν.
56 Caleb obtained a heritage in the land for testifying in the congregation.
57 Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ, ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος.
57 David inherited the throne of a kingdom forever and ever for being merciful.
58 Ἡλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου, ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν.
58 Elijah was taken up into heaven because he was exceedingly zealous for the law.
59 Ἀνανίας, Ἀζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.
59 Hananiah, Azariah, and Mishael believed, and were saved out of the flame.
60 Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐῤῥύσθη ἐκ στόματος λεόντων.
60 Daniel was delivered from the mouth of lions for his innocence.
61 Καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεὰν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτὸν οὐκ ἀσθενήσουσι.
61 “Thus consider from generation to generation that no one who put their trust in him will lack for strength.
62 Καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας.
62 Don’t be afraid of the words of a sinful man; for his glory will be dung and worms.
63 Σήμερον ἐπαρθήσεται, καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἔστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο.
63 Today he will be lifted up, and tomorrow he will in no way be found, because he has returned to dust, and his thought has perished.
64 Καὶ ὑμεῖς, τέκνα, ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.
64 You, my children, be strong, and show yourselves men on behalf of the law; for in it you will obtain glory.
65 Καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα.
65 Behold, Simon your brother, whom I know to be a man of counsel. Always listen to him. He shall be a father to you.
66 Καὶ Ἰούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς, καὶ πολεμήσει πόλεμον λαῶν.
66 Judas Maccabaeus has been strong and mighty from his youth. He shall be your captain and shall fight the battle of the people.
67 Καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου, καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν.
67 Rally around all the doers of the law, and avenge the wrong done to your people.
68 Ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι, καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου.
68 Repay the Gentiles, and obey the commandments of the law.”
69 Καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
69 He blessed them, and was gathered to his ancestors.
70 Καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει· καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτῶν ἐν Μωδεῒν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν.
70 He died in the one hundred forty sixth year, and his sons buried him in the tombs of his ancestors at Modin. All Israel made great lamentation for him.
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… chariot of fire; but that the chariots of Christ are ten thousand-fold even thousands upon thousands: and that Elias was taken up, towards the east of Jordan; but that Christ ascended at the east of the brook Cedron: and that Elias went as into heaven; but Jesus, into heaven: and that Elias said that a double portion in the …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)