4 Maccabees · Brenton's Greek Septuagint
4 Maccabees 11 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
4 Maccabees is not in RV1909.
1 Ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων,
·
2 Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι.
·
3 Αὐτὸς δʼ ἀπʼ ἐμαυτοῦ παρῆλθον, ὅπως κᾀμὲ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν.
·
4 Ὦ μισάρετε καὶ μισάνθρωπε, τὶ δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;
·
5 Ἢ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτιστὴν εὐσεβοῦμεν, καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον;
·
6 Ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια.
·
6a Εἴπερ ᾐσθάνου ἀνθρώπου πόθων, καὶ ἐλπίδα εἶχες παρὰ Θεῷ σωτηρίου·
·
6b νῦν ἰδὲ ἀλλότριος ὢν Θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν Θεόν.
·
9 Τοιαῦτα λέγοντα οἱ δορυφόροι δήσαντες, αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην·
·
10 ἐφʼ ὃ δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφορμάσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὅλος ἐπὶ τὸν τρονὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο.
·
11 Κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος, καὶ τὸ σῶμα ἀγχόμενος, καλὰς, ἔλεγεν, ἄκων,
·
12 ὦ τύραννε, χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν.
·
13 Τελευτήσαντος δὲ καὶ τούτου, ὁ ἕκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τύραννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη,
·
14 Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης·
·
15 Εἰς τὰ αὐτὰ γὰρ καὶ γεννηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφείλομεν ὁμοίως.
·
16 Ὥστε εἰ σοὶ δοκεῖ βασανίξειν, μὴ μιαιροφαγοῦτας βασάνιζε.
·
17 Ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν.
·
18 Ἐφʼ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονοδυλιζόμενος ὑπεκαίετο.
·
19 Καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νότοις προσέφερον· καὶ τὰ πλευπὰ διαπείραντες, ἀπʼ αὐτοῦ σπλάγχνα διέκαιον.
·
20 Ὁ δὲ βασανιζόμενος, ὦ ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφʼ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν.
·
21 Ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη.
·
22 Καλοκᾳγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μοῦ.
·
23 Μέγαν σοὶ προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων.
·
24 Ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα.
·
25 Τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιαιροφαγίαν, οὐ κατάλυσίς ἐστιν σοῦ;
·
26 Τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου.
·
27 Οὐ γὰρ τυράννου, ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφίροι· διὰ τοῦτο ἀνίκητον ἕχομεν τὸν λογι σμόν.
·