Skip to the text

Revelation · Nestle Greek New Testament (1904)

Revelation 15 Nestle Greek New Testament (1904)

Leer en español
About Nestle 1904
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. 2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ. 3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεός ὁ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν ἐθνῶν· 4 τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. 5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

Cross references (8)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Leviticus 26:21; Revelation 15:6–7; Daniel 4:2–3; Revelation 21:9; Revelation 19:15
  2. 2 Revelation 4:6; Revelation 12:11; Revelation 19:1–7; Revelation 5:8; 1 Peter 1:7
  3. 3 Psalm 111:2; Exodus 15:1–18; Psalm 139:14; Revelation 5:9–13; Psalm 145:17
  4. 4 Psalm 86:9; Jeremiah 10:7; Malachi 1:11; Psalm 22:27; Revelation 11:15
  5. 5 Revelation 11:19; Numbers 1:50; Matthew 27:51; Exodus 38:21; Numbers 1:53
  6. 6 Revelation 1:13; Revelation 15:1; Ezekiel 44:17–18; Luke 24:4; Revelation 14:15
  7. 7 Revelation 5:8; Revelation 16:2–17:1; Revelation 10:6; Revelation 21:9; Revelation 15:1
  8. 8 Isaiah 6:4; 1 Kings 8:10–11; Exodus 40:34–35; 2 Chronicles 5:13–14; Revelation 15:1

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences