Skip to the text

2 John · Patriarchal Text (Antoniades 1904/1912)

2 John 1 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης, ους εγω αγαπω εν αληθεια, και ουκ εγω μονος, αλλα και παντες οι εγνωκοτες την αληθειαν,
1 The elder, to the chosen lady and her children, whom I love in truth, and not I only, but also all those who know the truth,
1 Ὁ πρεσβύτερος, ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2 δια την αληθειαν την μενουσαν εν ημιν, και μεθ ημων εσται εις τον αιωνα·
2 for the truth’s sake, which remains in us, and it will be with us forever:
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
3 εσται μεθ υμων χαρις, ελεος, ειρηνη παρα θεου πατρος και παρα κυριου ιησου χριστου του υιου του πατρος, εν αληθεια και αγαπη.
3 Grace, mercy, and peace will be with us, from God the Father and from the Lord Jesus Christ, the Son of the Father, in truth and love.
3 ἔσται μεθ᾽ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια, καθως εντολην ελαβομεν παρα του πατρος.
4 I rejoice greatly that I have found some of your children walking in truth, even as we have been commanded by the Father.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 και νυν ερωτω σε, κυρια, ουχ ως εντολην γραφων σοι καινην, αλλα ην ειχομεν απ αρχης, ινα αγαπωμεν αλληλους.
5 Now I beg you, dear lady, not as though I wrote to you a new commandment, but that which we had from the beginning, that we love one another.
5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 και αυτη εστιν η αγαπη, ινα περιπατωμεν κατα τας εντολας αυτου. αυτη εστιν η εντολη, καθως ηκουσατε απ αρχης, ινα εν αυτη περιπατητε.
6 This is love, that we should walk according to his commandments. This is the commandment, even as you heard from the beginning, that you should walk in it.
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7 οτι πολλοι πλανοι εισηλθον εις τον κοσμον, οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι· ουτος εστιν ο πλανος και ο αντιχριστος.
7 For many deceivers have gone out into the world, those who don’t confess that Jesus Christ came in the flesh. This is the deceiver and the Antichrist.
7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 βλεπετε εαυτους, ινα μη απολεσωμεν α ειργασαμεθα, αλλα μισθον πληρη απολαβωμεν.
8 Watch yourselves, that we don’t lose the things which we have accomplished, but that we receive a full reward.
8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
9 πας ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει· ο μενων εν τη διδαχη του χριστου, ουτος και τον πατερα και τον υιον εχει.
9 Whoever transgresses and doesn’t remain in the teaching of Christ doesn’t have God. He who remains in the teaching has both the Father and the Son.
9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10 ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει, μη λαμβανετε αυτον εις οικιαν, και χαιρειν αυτω μη λεγετε·
10 If anyone comes to you and doesn’t bring this teaching, don’t receive him into your house, and don’t welcome him,
10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11 ο γαρ λεγων [αυτω] χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις.
11 for he who welcomes him participates in his evil deeds.
11 ὁ γὰρ λέγων [αὐτῷ] χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 πολλα εχων υμιν γραφειν, ουκ ηβουληθην δια χαρτου και μελανος, αλλα ελπιζω ελθειν προς υμας και στομα προς στομα λαλησαι, ινα η χαρα ημων η πεπληρωμενη.
12 Having many things to write to you, I don’t want to do so with paper and ink, but I hope to come to you and to speak face to face, that our joy may be made full.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
13 ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης· αμην.
13 The children of your chosen sister greet you. Amen.
13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.
Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Timothy 2:4; John 8:32; 1 John 3:18; 1 Peter 1:22–23; 2 John 13
  2. 2 1 John 2:17; 1 John 1:8; 1 John 2:14; John 15:7; 2 Peter 1:12
  3. 3 1 John 4:10; Romans 1:7; 1 Timothy 1:2; 1 Timothy 1:14; Galatians 5:6
  4. 4 3 John 3–4; Ephesians 5:8; 1 John 2:6; Ephesians 5:2; 1 John 1:6–7
  5. 5 1 John 3:11; John 15:12; John 13:34–35; 1 Thessalonians 4:9; 1 John 3:23
  6. 6 1 John 5:3; 1 John 2:24; John 15:10; John 14:15; 1 John 2:5
  7. 7 1 John 4:1–3; 1 John 2:26; 1 John 2:18–22; 2 Peter 2:1–3; 1 Timothy 3:16
  8. 8 Hebrews 10:35; Revelation 3:11; 1 Corinthians 3:14; 1 Corinthians 3:8; Hebrews 12:15
  9. 9 John 7:16–17; Colossians 3:16; 1 John 2:22–24; John 15:6; 1 John 1:3
  10. 10 Titus 3:10; Romans 16:17–18; 2 Thessalonians 3:6; 2 Timothy 3:5–6; 2 Thessalonians 3:14
  11. 11 1 Timothy 5:22; Ephesians 5:11; Revelation 18:4; Psalm 50:18
  12. 12 John 16:12; 3 John 13–14; John 15:11; 1 Corinthians 16:5–7; Numbers 12:8
  13. 13 2 John 1–13; 1 Peter 5:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences