Skip to the text

Acts · Patriarchal Text 1904 (accented, eBible edition)

Acts 27 Patriarchal Text 1904 (accented, eBible edition)

Leer en español
About PT1904
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. 2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως, 3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς [τοὺς] φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, 5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. 6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, 8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. 9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. 13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐροκλύδων. 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. 16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης, 17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος οὕτως ἐφέροντο. 18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν. 20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς. 21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. 23 παρέστη γάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24 λέγων· μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. 27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33 Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι. 34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς· 37 ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομήκοντα ἕξ. 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸ πλοῖον. 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. 42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι. 43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, 44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aristarchus

    Macedonian companion of Paul

    A Thessalonian who traveled with Paul, was seized in the Ephesus riot, sailed with him to Rome, and is called Paul's fellow prisoner.

    Cited in the guide: Acts 19:29; Acts 20:4; Acts 27:2

  • Julius

    Roman centurion

    The centurion of the Imperial Cohort who took charge of Paul on the voyage to Rome, treated him kindly, and kept soldiers from killing the prisoners.

    Cited in the guide: Acts 27:1; Acts 27:3

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Rome

    Today: Italy · On The Journey to Rome

    The empire's heart. Paul wrote his great letter to the church here before arriving in chains, then ministered under guard while awaiting trial before Caesar.

    Cited in the guide: Acts 28:16; Romans 1:7; Acts 19:21

  • Fair Havens (Crete)

    On The Journey to Rome

  • Malta (shipwreck)

    On The Journey to Rome

Cross references (40)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 25:25; Acts 25:12; Acts 10:1; Acts 18:2; Acts 27:11
  2. 2 Acts 19:29; Colossians 4:10; Philemon 24; Acts 28:10; Acts 2:9
  3. 3 Acts 24:23; Acts 28:16; Acts 27:43; Isaiah 23:12; Genesis 10:15
  4. 4 Acts 4:36; Acts 27:7; Acts 21:16; Acts 11:19–20; Acts 15:39
  5. 5 Acts 6:9; Acts 13:13; Acts 21:39; Acts 15:23; Acts 2:10
  6. 6 Acts 28:11; Acts 18:24; Acts 6:9; Acts 27:1
  7. 7 Acts 27:21; Titus 1:12; Titus 1:5; Acts 27:12–13; Acts 2:11
  8. 9 Leviticus 23:27–29; Numbers 29:7; Leviticus 16:29–31
  9. 10 Amos 3:7; Acts 27:41–44; Daniel 2:30; Acts 27:20–26; Psalm 25:14
  10. 11 Ezekiel 33:4; Ezekiel 3:17–18; Hebrews 11:7; Acts 27:21; Proverbs 27:12
  11. 12 Psalm 107:30; Acts 27:8
  12. 13 Song of Songs 4:16; Job 37:17; Luke 12:55; Psalm 78:26
  13. 14 Mark 4:37; Psalm 107:25–27; Exodus 14:21–27; Matthew 8:24; Ezekiel 27:26
  14. 15 Acts 27:27; James 3:4
  15. 17 Acts 27:29; Acts 27:41; Acts 27:26
  16. 18 Jonah 1:5; Acts 27:38; Hebrews 12:1; Matthew 16:26; Acts 27:19
  17. 19 Job 2:4; Luke 9:24–25; Mark 8:35–37; Jonah 1:5
  18. 20 Matthew 24:29; Matthew 8:24–25; Ezekiel 37:11; Exodus 10:21–23; Ephesians 2:12
  19. 21 Psalm 107:5–6; Genesis 42:22; Acts 27:7; Acts 27:9–10; Acts 27:33–35
  20. 22 Acts 27:25; Acts 27:36; Isaiah 43:1–2; 2 Corinthians 4:8–9; Psalm 112:7
  21. 23 Acts 23:11; Romans 1:9; Acts 5:19; 2 Timothy 4:17; Hebrews 1:14
  22. 24 Acts 23:11; 2 Timothy 4:16–17; Matthew 10:28; Genesis 19:29; James 5:16
  23. 25 Romans 4:20–21; Luke 1:45; 2 Timothy 1:12; Numbers 23:19; 2 Chronicles 20:20
  24. 26 Acts 28:1; Acts 27:17; Acts 27:29
  25. 27 Revelation 18:17; 1 Kings 9:27; Jonah 1:6; Acts 27:30
  26. 29 Acts 27:17; Hebrews 6:19; Acts 27:40–41; Acts 27:26; Acts 27:30
  27. 30 Acts 27:16; Acts 27:32
  28. 31 2 Thessalonians 2:13–14; Jeremiah 29:11–13; Psalm 91:11–12; Acts 27:21–24; Acts 27:42–43
  29. 32 Philippians 3:7–9; Luke 16:8
  30. 34 Matthew 10:30; 1 Kings 1:52; Luke 21:18; Mark 8:2–3; Luke 12:7
  31. 35 Matthew 15:36; 2 Timothy 1:12; 2 Timothy 1:8; 1 Corinthians 10:30–31; 1 Timothy 4:3–4
  32. 36 2 Corinthians 1:4–6; Acts 27:22; Psalm 27:14; Acts 27:25
  33. 37 Acts 2:41; Romans 13:1; 1 Peter 3:20; Acts 7:14
  34. 38 Matthew 6:25; Jonah 1:5; Acts 27:18–19; Matthew 16:26; Job 2:4
  35. 39 Acts 28:1
  36. 40 Isaiah 33:23; Acts 27:29–30
  37. 41 2 Corinthians 11:25–26; Ezekiel 27:26; 1 Kings 22:48; Ezekiel 27:34; 2 Chronicles 20:37
  38. 42 Psalm 74:20; Mark 15:15–20; Proverbs 12:10; Ecclesiastes 9:3; Acts 12:19
  39. 43 Acts 27:3; Proverbs 16:7; Acts 27:11; Acts 23:10; Acts 23:24
  40. 44 Acts 27:22; Psalm 107:28–30; John 6:39–40; Acts 27:24; 2 Corinthians 1:8–10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences