Skip to the text

Luke · Patriarchal Text 1904 (accented, eBible edition)

Luke 20 Patriarchal Text 1904 (accented, eBible edition)

Leer en español
About PT1904
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. 10 καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· 22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; 24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. 25 ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν. 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· 32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας. 40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι; 42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν; 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· 46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.

Cross references (44)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 21:23–27; Luke 8:1; Acts 6:12; Luke 19:47–48; Acts 4:1
  2. 2 John 2:18; Acts 7:27; Matthew 21:23–27; Mark 11:28–33; Exodus 2:14
  3. 3 Colossians 4:6; Luke 22:68; Matthew 15:2–3
  4. 4 Matthew 11:7–19; Daniel 4:25–26; Luke 15:18; Matthew 17:11–12; John 1:19–28
  5. 5 Acts 13:25; John 1:34; John 5:33–35; John 1:30; John 3:36
  6. 6 Matthew 21:26; Matthew 11:9; Luke 1:76; Mark 12:12; John 10:41
  7. 7 Isaiah 41:28; Isaiah 42:19–20; John 3:19–20; Jeremiah 8:7–9; 2 Peter 3:3
  8. 8 Matthew 16:4; Matthew 21:27; Mark 11:33; Proverbs 26:4–5; Job 5:12–13
  9. 9 Matthew 21:33–46; Mark 12:1–12; Jeremiah 2:21; Isaiah 5:1–7; Psalm 80:8–14
  10. 10 Nehemiah 9:26; 2 Chronicles 36:15–16; Nehemiah 9:30; 2 Kings 17:13; Matthew 21:34–36
  11. 11 Acts 7:52; 1 Thessalonians 2:2; Matthew 23:30–37; Hebrews 11:36–37; Hosea 10:1
  12. 13 Matthew 3:17; John 3:16–17; John 1:34; 1 John 4:9–15; John 3:35–36
  13. 14 Hebrews 1:2; Romans 8:17; Psalm 2:1–6; Matthew 27:21–25; Matthew 2:2–16
  14. 15 Hebrews 13:12; Mark 12:6–9; Matthew 21:37–40
  15. 16 Luke 19:27; Acts 13:46; Matthew 21:41; Psalm 2:8–9; Matthew 22:7
  16. 17 Psalm 118:22; Isaiah 28:16; Acts 4:11; Matthew 21:42; 1 Peter 2:7–8
  17. 18 Isaiah 8:14–15; Daniel 2:44–45; Daniel 2:34–35; Zechariah 12:3; Matthew 21:44
  18. 19 Luke 19:47–48; Matthew 26:3–4; Luke 20:14; Matthew 21:45–46; Mark 12:12
  19. 20 Luke 11:54; Matthew 22:15–22; Psalm 81:15; Jeremiah 11:19; Luke 20:26
  20. 21 1 Thessalonians 2:4–5; Matthew 22:16; Matthew 26:49–50; 2 Corinthians 2:17; Psalm 55:21
  21. 22 Nehemiah 9:37; Matthew 22:17–21; Ezra 4:19–22; Acts 5:37; Deuteronomy 17:15
  22. 23 Luke 5:22; 1 Corinthians 3:19; Matthew 22:18; 1 Corinthians 10:9; Luke 11:16–17
  23. 24 Matthew 18:28; Luke 23:2; Acts 11:28; Luke 2:1; Philippians 4:22
  24. 25 Romans 13:6–7; 1 Peter 2:13–17; Mark 12:17; Acts 5:29; Matthew 17:27
  25. 26 Luke 20:20; Matthew 22:22; Matthew 22:12; Luke 20:39–40; Luke 13:17
  26. 27 Acts 4:1–2; 1 Corinthians 15:12; Mark 12:18–27; Matthew 22:23–33; Acts 23:6–8
  27. 28 Deuteronomy 25:5–10; Genesis 38:8; Genesis 38:11; Genesis 38:26; Ruth 1:11–12
  28. 29 Jeremiah 22:30; Leviticus 20:20
  29. 32 Ecclesiastes 9:5; Ecclesiastes 1:4; Judges 2:10; Hebrews 9:27
  30. 33 Matthew 22:24–28; Mark 12:19–23
  31. 34 Luke 16:8; Hebrews 13:4; Luke 17:27; 1 Corinthians 7:2–16; Ephesians 5:31
  32. 35 2 Thessalonians 1:5; Daniel 12:2–3; John 5:29; Matthew 12:32; Acts 24:15
  33. 36 Philippians 3:21; Revelation 21:4; Matthew 22:30; 1 Corinthians 15:42; Revelation 20:6
  34. 37 Exodus 3:2–6; Mark 12:26–27; Acts 7:30–32; Genesis 17:7; Genesis 32:9
  35. 38 John 11:25–26; Colossians 3:3–4; Romans 6:10–11; John 14:19; Romans 14:7–9
  36. 39 Mark 12:28–34; Matthew 22:34–40; Acts 23:9
  37. 40 Matthew 22:46; Mark 12:34; Proverbs 26:5
  38. 41 Mark 12:35–37; Jeremiah 23:5–6; Matthew 1:1; Isaiah 11:1–2; Matthew 22:41–45
  39. 42 Psalm 110:1; Acts 2:34–35; Hebrews 1:13; Mark 12:36–37; Matthew 22:43–45
  40. 43 Luke 19:27; Psalm 110:1; Revelation 19:14–21; Psalm 110:5–6; Psalm 2:1–9
  41. 44 Revelation 22:16; Luke 2:11; Matthew 1:23; Romans 9:5; Galatians 4:4
  42. 45 1 Timothy 5:20; Matthew 15:10; Matthew 23:1–2; Matthew 23:5–7; Mark 12:38–39
  43. 46 Mark 12:38–39; Luke 11:43; Luke 14:7; Luke 12:1; Matthew 16:6
  44. 47 Mark 12:40; James 3:1; Luke 12:1; Titus 1:16; Luke 12:47–48

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 20:34 Augustine of Hippo, The City of God (Book XIV, Chapters 20–22)

    … complete this most blessed city would have been as great though no one had sinned, as it is now that the grace of God gathers its citizens out of the multitude of sinners, so long as the children of this world generate and are generated. And therefore that marriage, worthy of the happiness of Paradise, should have had desirable fruit …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 20:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVIII)

    The stone which the builders rejected, the same is become the head of the corner; and every one that falleth upon it shall be broken." But Matthew, that they themselves delivered the sentence.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 20:35 Augustine of Hippo, The City of God (Book XV, Chapters 17–19)

    But Enos means man in so restricted a sense, that Hebrew linguists tell us it cannot be applied to woman: it is the equivalent of the "child of the resurrection," when they neither marry nor are given in marriage. For there shall be no generation in that place to which regeneration shall have brought us.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 20:36 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    "For in the resurrection," saith He, "they neither marry, nor are given in marriage, but are as angels of God in Heaven." But Luke saith, "As Sons of God." If then they marry not, the question is vain.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 20:2–8 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter I — 6-14)

    And the Lord says to them, Neither tell I you by what authority I do these things." And they were confounded by means of John; and in them were the words fulfilled, "I have ordained a lamp for mine anointed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)