RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτουσ εισ την συναγωγην των ιουδαιων και λαλησαι ουτωσ ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθοσ 1 In Iconium, they entered together into the synagogue of the Jews, and so spoke that a great multitude both of Jews and of Greeks believed.
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 οι δε απειθουντεσ ιουδαιοι επηγειραν και εκακωσαν τασ ψυχασ των εθνων κατα των αδελφων 2 But the disbelieving Jews stirred up and embittered the souls of the Gentiles against the brothers.
2 οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω τησ χαριτοσ αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων 3 Therefore they stayed there a long time, speaking boldly in the Lord, who testified to the word of his grace, granting signs and wonders to be done by their hands.
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 εσχισθη δε το πληθοσ τησ πολεωσ και οι μεν ησαν συν τοισ ιουδαιοισ οι δε συν τοισ αποστολοισ 4 But the multitude of the city was divided. Part sided with the Jews and part with the apostles.
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 ωσ δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοισ αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτουσ 5 When some of both the Gentiles and the Jews, with their rulers, made a violent attempt to mistreat and stone them,
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 συνιδοντεσ κατεφυγον εισ τασ πολεισ τησ λυκαονιασ λυστραν και δερβην και την περιχωρον 6 they became aware of it and fled to the cities of Lycaonia, Lystra, Derbe, and the surrounding region.
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 κακει ησαν ευαγγελιζομενοι 7 There they preached the Good News.
7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
8 και τισ ανηρ εν λυστροισ αδυνατοσ τοισ ποσιν εκαθητο χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων οσ ουδεποτε περιπεπατηκει 8 At Lystra a certain man sat, impotent in his feet, a cripple from his mother’s womb, who never had walked.
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει.
9 ουτοσ ηκουσεν του παυλου λαλουντοσ οσ ατενισασ αυτω και ιδων οτι πιστιν εχει του σωθηναι 9 He was listening to Paul speaking, who, fastening eyes on him and seeing that he had faith to be made whole,
9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,
10 ειπεν μεγαλη τη φωνη αναστηθι επι τουσ ποδασ σου ορθωσ και ηλλετο και περιεπατει 10 said with a loud voice, “Stand upright on your feet!” He leaped up and walked.
10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 οι δε οχλοι ιδοντεσ ο εποιησεν ο παυλοσ επηραν την φωνην αυτων λυκαονιστι λεγοντεσ οι θεοι ομοιωθεντεσ ανθρωποισ κατεβησαν προσ ημασ 11 When the multitude saw what Paul had done, they lifted up their voice, saying in the language of Lycaonia, “The gods have come down to us in the likeness of men!”
11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
12 εκαλουν τε τον μεν βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτοσ ην ο ηγουμενοσ του λογου 12 They called Barnabas “Jupiter”, and Paul “Mercury”, because he was the chief speaker.
12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 ο δε ιερευσ του διοσ του οντοσ προ τησ πολεωσ αυτων ταυρουσ και στεμματα επι τουσ πυλωνασ ενεγκασ συν τοισ οχλοισ ηθελεν θυειν 13 The priest of Jupiter, whose temple was in front of their city, brought oxen and garlands to the gates, and would have made a sacrifice along with the multitudes.
13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
14 ακουσαντεσ δε οι αποστολοι βαρναβασ και παυλοσ διαρρηξαντεσ τα ιματια αυτων εισεπηδησαν εισ τον οχλον κραζοντεσ 14 But when the apostles, Barnabas and Paul, heard of it, they tore their clothes and sprang into the multitude, crying out,
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 και λεγοντεσ ανδρεσ τι ταυτα ποιειτε και ημεισ ομοιοπαθεισ εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμασ απο τουτων των ματαιων επιστρεφειν επι τον θεον τον ζωντα οσ εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοισ 15 “Men, why are you doing these things? We also are men of the same nature as you, and bring you good news, that you should turn from these vain things to the living God, who made the sky, the earth, the sea, and all that is in them;
15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 οσ εν ταισ παρωχημεναισ γενεαισ ειασεν παντα τα εθνη πορευεσθαι ταισ οδοισ αυτων 16 who in the generations gone by allowed all the nations to walk in their own ways.
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 καιτοιγε ουκ αμαρτυρον εαυτον αφηκεν αγαθοποιων ουρανοθεν υμιν υετουσ διδουσ και καιρουσ καρποφορουσ εμπιπλων τροφησ και ευφροσυνησ τασ καρδιασ ημων 17 Yet he didn’t leave himself without witness, in that he did good and gave you rains from the sky and fruitful seasons, filling our hearts with food and gladness.”
17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 και ταυτα λεγοντεσ μολισ κατεπαυσαν τουσ οχλουσ του μη θυειν αυτοισ 18 Even saying these things, they hardly stopped the multitudes from making a sacrifice to them.
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 επηλθον δε απο αντιοχειασ και ικονιου ιουδαιοι και πεισαντεσ τουσ οχλουσ και λιθασαντεσ τον παυλον εσυρον εξω τησ πολεωσ νομισαντεσ αυτον τεθναναι 19 But some Jews from Antioch and Iconium came there, and having persuaded the multitudes, they stoned Paul and dragged him out of the city, supposing that he was dead.
19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.
20 κυκλωσαντων δε αυτον των μαθητων αναστασ εισηλθεν εισ την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εισ δερβην 20 But as the disciples stood around him, he rose up, and entered into the city. On the next day he went out with Barnabas to Derbe.
20 κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντεσ ικανουσ υπεστρεψαν εισ την λυστραν και ικονιον και αντιοχειαν 21 When they had preached the Good News to that city and had made many disciples, they returned to Lystra, Iconium, and Antioch,
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,
22 επιστηριζοντεσ τασ ψυχασ των μαθητων παρακαλουντεσ εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημασ εισελθειν εισ την βασιλειαν του θεου 22 strengthening the souls of the disciples, exhorting them to continue in the faith, and that through many afflictions we must enter into God’s Kingdom.
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 χειροτονησαντεσ δε αυτοισ πρεσβυτερουσ κατ εκκλησιαν προσευξαμενοι μετα νηστειων παρεθεντο αυτουσ τω κυριω εισ ον πεπιστευκεισαν 23 When they had appointed elders for them in every assembly, and had prayed with fasting, they commended them to the Lord on whom they had believed.
23 χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾽ ἐκκλησίαν [καὶ] προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι.
24 και διελθοντεσ την πισιδιαν ηλθον εισ παμφυλιαν 24 They passed through Pisidia and came to Pamphylia.
24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν,
25 και λαλησαντεσ εν περγη τον λογον κατεβησαν εισ ατταλειαν 25 When they had spoken the word in Perga, they went down to Attalia.
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
26 κακειθεν απεπλευσαν εισ αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εισ το εργον ο επληρωσαν 26 From there they sailed to Antioch, from where they had been committed to the grace of God for the work which they had fulfilled.
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 παραγενομενοι δε και συναγαγοντεσ την εκκλησιαν ανηγγειλαν οσα εποιησεν ο θεοσ μετ αυτων και οτι ηνοιξεν τοισ εθνεσιν θυραν πιστεωσ 27 When they had arrived and had gathered the assembly together, they reported all the things that God had done with them, and that he had opened a door of faith to the nations.
27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.
28 διετριβον δε εκει χρονον ουκ ολιγον συν τοισ μαθηταισ 28 They stayed there with the disciples for a long time.
28 διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.