RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 κατηντησεν δε εισ δερβην και λυστραν και ιδου μαθητησ τισ ην εκει ονοματι τιμοθεοσ υιοσ γυναικοσ τινοσ ιουδαιασ πιστησ πατροσ δε ελληνοσ 1 He came to Derbe and Lystra; and behold, a certain disciple was there, named Timothy, the son of a Jewess who believed, but his father was a Greek.
1 Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός [τινος] Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
2 οσ εμαρτυρειτο υπο των εν λυστροισ και ικονιω αδελφων 2 The brothers who were at Lystra and Iconium gave a good testimony about him.
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 τουτον ηθελησεν ο παυλοσ συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τουσ ιουδαιουσ τουσ οντασ εν τοισ τοποισ εκεινοισ ηδεισαν γαρ απαντεσ τον πατερα αυτου οτι ελλην υπηρχεν 3 Paul wanted to have him go out with him, and he took and circumcised him because of the Jews who were in those parts, for they all knew that his father was a Greek.
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν.
4 ωσ δε διεπορευοντο τασ πολεισ παρεδιδουν αυτοισ φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και των πρεσβυτερων των εν ιερουσαλημ 4 As they went on their way through the cities, they delivered the decrees to them to keep which had been ordained by the apostles and elders who were at Jerusalem.
4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.
5 αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν 5 So the assemblies were strengthened in the faith, and increased in number daily.
5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
6 διελθοντεσ δε την φρυγιαν και την γαλατικην χωραν κωλυθεντεσ υπο του αγιου πνευματοσ λαλησαι τον λογον εν τη ασια 6 When they had gone through the region of Phrygia and Galatia, they were forbidden by the Holy Spirit to speak the word in Asia.
6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7 ελθοντεσ κατα την μυσιαν επειραζον κατα την βιθυνιαν πορευεσθαι και ουκ ειασεν αυτουσ το πνευμα 7 When they had come opposite Mysia, they tried to go into Bithynia, but the Spirit didn’t allow them.
7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.
8 παρελθοντεσ δε την μυσιαν κατεβησαν εισ τρωαδα 8 Passing by Mysia, they came down to Troas.
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9 και οραμα δια τησ νυκτοσ ωφθη τω παυλω ανηρ τισ ην μακεδων εστωσ παρακαλων αυτον και λεγων διαβασ εισ μακεδονιαν βοηθησον ημιν 9 A vision appeared to Paul in the night. There was a man of Macedonia standing, begging him and saying, “Come over into Macedonia and help us.”
9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10 ωσ δε το οραμα ειδεν ευθεωσ εζητησαμεν εξελθειν εισ την μακεδονιαν συμβιβαζοντεσ οτι προσκεκληται ημασ ο κυριοσ ευαγγελισασθαι αυτουσ 10 When he had seen the vision, immediately we sought to go out to Macedonia, concluding that the Lord had called us to preach the Good News to them.
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς.
11 αναχθεντεσ ουν απο τησ τρωαδοσ ευθυδρομησαμεν εισ σαμοθρακην τη τε επιουση εισ νεαπολιν 11 Setting sail therefore from Troas, we made a straight course to Samothrace, and the day following to Neapolis;
11 Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν,
12 εκειθεν τε εισ φιλιππουσ ητισ εστιν πρωτη τησ μεριδοσ τησ μακεδονιασ πολισ κολωνεια ημεν δε εν αυτη τη πολει διατριβοντεσ ημερασ τινασ 12 and from there to Philippi, which is a city of Macedonia, the foremost of the district, a Roman colony. We were staying some days in this city.
12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις κολωνία. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς,
13 τη τε ημερα των σαββατων εξηλθομεν εξω τησ πολεωσ παρα ποταμον ου ενομιζετο προσευχη ειναι και καθισαντεσ ελαλουμεν ταισ συνελθουσαισ γυναιξιν 13 On the Sabbath day we went outside of the city by a riverside, where we supposed there was a place of prayer, and we sat down and spoke to the women who had come together.
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
14 και τισ γυνη ονοματι λυδια πορφυροπωλισ πολεωσ θυατειρων σεβομενη τον θεον ηκουεν ησ ο κυριοσ διηνοιξεν την καρδιαν προσεχειν τοισ λαλουμενοισ υπο του παυλου 14 A certain woman named Lydia, a seller of purple, of the city of Thyatira, one who worshiped God, heard us. The Lord opened her heart to listen to the things which were spoken by Paul.
14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
15 ωσ δε εβαπτισθη και ο οικοσ αυτησ παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντεσ εισ τον οικον μου μεινατε και παρεβιασατο ημασ 15 When she and her household were baptized, she begged us, saying, “If you have judged me to be faithful to the Lord, come into my house and stay.” So she persuaded us.
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.
16 εγενετο δε πορευομενων ημων εισ προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνοσ απαντησαι ημιν ητισ εργασιαν πολλην παρειχεν τοισ κυριοισ αυτησ μαντευομενη 16 As we were going to prayer, a certain girl having a spirit of divination met us, who brought her masters much gain by fortune telling.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17 αυτη κατακολουθησασα τω παυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινεσ καταγγελλουσιν ημιν οδον σωτηριασ 17 Following Paul and us, she cried out, “These men are servants of the Most High God, who proclaim to us a way of salvation!”
17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
18 τουτο δε εποιει επι πολλασ ημερασ διαπονηθεισ δε ο παυλοσ και επιστρεψασ τω πνευματι ειπεν παραγγελλω σοι εν τω ονοματι ιησου χριστου εξελθειν απ αυτησ και εξηλθεν αυτη τη ωρα 18 She was doing this for many days. But Paul, becoming greatly annoyed, turned and said to the spirit, “I command you in the name of Jesus Christ to come out of her!” It came out that very hour.
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 ιδοντεσ δε οι κυριοι αυτησ οτι εξηλθεν η ελπισ τησ εργασιασ αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εισ την αγοραν επι τουσ αρχοντασ 19 But when her masters saw that the hope of their gain was gone, they seized Paul and Silas and dragged them into the marketplace before the rulers.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 και προσαγαγοντεσ αυτουσ τοισ στρατηγοισ ειπον ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντεσ 20 When they had brought them to the magistrates, they said, “These men, being Jews, are agitating our city
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
21 και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοισ ουσιν 21 and advocate customs which it is not lawful for us to accept or to observe, being Romans.”
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι.
22 και συνεπεστη ο οχλοσ κατ αυτων και οι στρατηγοι περιρρηξαντεσ αυτων τα ιματια εκελευον ραβδιζειν 22 The multitude rose up together against them and the magistrates tore their clothes from them, then commanded them to be beaten with rods.
22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
23 πολλασ τε επιθεντεσ αυτοισ πληγασ εβαλον εισ φυλακην παραγγειλαντεσ τω δεσμοφυλακι ασφαλωσ τηρειν αυτουσ 23 When they had laid many stripes on them, they threw them into prison, charging the jailer to keep them safely.
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 οσ παραγγελιαν τοιαυτην ειληφωσ εβαλεν αυτουσ εισ την εσωτεραν φυλακην και τουσ ποδασ αυτων ησφαλισατο εισ το ξυλον 24 Having received such a command, he threw them into the inner prison and secured their feet in the stocks.
24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 κατα δε το μεσονυκτιον παυλοσ και σιλασ προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι 25 But about midnight Paul and Silas were praying and singing hymns to God, and the prisoners were listening to them.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 αφνω δε σεισμοσ εγενετο μεγασ ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ανεωχθησαν τε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη 26 Suddenly there was a great earthquake, so that the foundations of the prison were shaken; and immediately all the doors were opened, and everyone’s bonds were loosened.
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 εξυπνοσ δε γενομενοσ ο δεσμοφυλαξ και ιδων ανεωγμενασ τασ θυρασ τησ φυλακησ σπασαμενοσ μαχαιραν εμελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τουσ δεσμιουσ 27 The jailer, being roused out of sleep and seeing the prison doors open, drew his sword and was about to kill himself, supposing that the prisoners had escaped.
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 εφωνησεν δε φωνη μεγαλη ο παυλοσ λεγων μηδεν πραξησ σεαυτω κακον απαντεσ γαρ εσμεν ενθαδε 28 But Paul cried with a loud voice, saying, “Don’t harm yourself, for we are all here!”
28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 αιτησασ δε φωτα εισεπηδησεν και εντρομοσ γενομενοσ προσεπεσεν τω παυλω και τω σιλα 29 He called for lights, sprang in, fell down trembling before Paul and Silas,
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,
30 και προαγαγων αυτουσ εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω 30 brought them out, and said, “Sirs, what must I do to be saved?”
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 οι δε ειπον πιστευσον επι τον κυριον ιησουν χριστον και σωθηση συ και ο οικοσ σου 31 They said, “Believe in the Lord Jesus Christ, and you will be saved, you and your household.”
31 οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 και ελαλησαν αυτω τον λογον του κυριου και πασιν τοισ εν τη οικια αυτου 32 They spoke the word of the Lord to him, and to all who were in his house.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 και παραλαβων αυτουσ εν εκεινη τη ωρα τησ νυκτοσ ελουσεν απο των πληγων και εβαπτισθη αυτοσ και οι αυτου παντεσ παραχρημα 33 He took them the same hour of the night and washed their stripes, and was immediately baptized, he and all his household.
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
34 αναγαγων τε αυτουσ εισ τον οικον αυτου παρεθηκεν τραπεζαν και ηγαλλιατο πανοικι πεπιστευκωσ τω θεω 34 He brought them up into his house and set food before them, and rejoiced greatly with all his household, having believed in God.
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
35 ημερασ δε γενομενησ απεστειλαν οι στρατηγοι τουσ ραβδουχουσ λεγοντεσ απολυσον τουσ ανθρωπουσ εκεινουσ 35 But when it was day, the magistrates sent the sergeants, saying, “Let those men go.”
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36 απηγγειλεν δε ο δεσμοφυλαξ τουσ λογουσ τουτουσ προσ τον παυλον οτι απεσταλκασιν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντεσ πορευεσθε εν ειρηνη 36 The jailer reported these words to Paul, saying, “The magistrates have sent to let you go; now therefore come out and go in peace.”
36 ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37 ο δε παυλοσ εφη προσ αυτουσ δειραντεσ ημασ δημοσια ακατακριτουσ ανθρωπουσ ρωμαιουσ υπαρχοντασ εβαλον εισ φυλακην και νυν λαθρα ημασ εκβαλλουσιν ου γαρ αλλα ελθοντεσ αυτοι εξαγαγετωσαν 37 But Paul said to them, “They have beaten us publicly without a trial, men who are Romans, and have cast us into prison! Do they now release us secretly? No, most certainly, but let them come themselves and bring us out!”
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
38 ανηγγειλαν δε τοισ στρατηγοισ οι ραβδουχοι τα ρηματα ταυτα και εφοβηθησαν ακουσαντεσ οτι ρωμαιοι εισιν 38 The sergeants reported these words to the magistrates, and they were afraid when they heard that they were Romans,
38 ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,
39 και ελθοντεσ παρεκαλεσαν αυτουσ και εξαγαγοντεσ ηρωτων εξελθειν τησ πολεωσ 39 and they came and begged them. When they had brought them out, they asked them to depart from the city.
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως.
40 εξελθοντεσ δε εκ τησ φυλακησ εισηλθον προσ την λυδιαν και ιδοντεσ τουσ αδελφουσ παρεκαλεσαν αυτουσ και εξηλθον 40 They went out of the prison and entered into Lydia’s house. When they had seen the brothers, they encouraged them, then departed.
40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς καὶ ἐξῆλθον.