RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ελεγεν δε και προσ τουσ μαθητασ αυτου ανθρωποσ τισ ην πλουσιοσ οσ ειχεν οικονομον και ουτοσ διεβληθη αυτω ωσ διασκορπιζων τα υπαρχοντα αυτου 1 He also said to his disciples, “There was a certain rich man who had a manager. An accusation was made to him that this man was wasting his possessions.
1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 και φωνησασ αυτον ειπεν αυτω τι τουτο ακουω περι σου αποδοσ τον λογον τησ οικονομιασ σου ου γαρ δυνηση ετι οικονομειν 2 He called him, and said to him, ‘What is this that I hear about you? Give an accounting of your management, for you can no longer be manager.’
2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
3 ειπεν δε εν εαυτω ο οικονομοσ τι ποιησω οτι ο κυριοσ μου αφαιρειται την οικονομιαν απ εμου σκαπτειν ουκ ισχυω επαιτειν αισχυνομαι 3 “The manager said within himself, ‘What will I do, seeing that my lord is taking away the management position from me? I don’t have strength to dig. I am ashamed to beg.
3 εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
4 εγνων τι ποιησω ινα οταν μετασταθω τησ οικονομιασ δεξωνται με εισ τουσ οικουσ αυτων 4 I know what I will do, so that when I am removed from management, they may receive me into their houses.’
4 ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
5 και προσκαλεσαμενοσ ενα εκαστον των χρεωφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω ποσον οφειλεισ τω κυριω μου 5 Calling each one of his lord’s debtors to him, he said to the first, ‘How much do you owe to my lord?’
5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου;
6 ο δε ειπεν εκατον βατουσ ελαιου και ειπεν αυτω δεξαι σου το γραμμα και καθισασ ταχεωσ γραψον πεντηκοντα 6 He said, ‘A hundred batos of oil.’ He said to him, ‘Take your bill, and sit down quickly and write fifty.’
6 ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7 επειτα ετερω ειπεν συ δε ποσον οφειλεισ ο δε ειπεν εκατον κορουσ σιτου και λεγει αυτω δεξαι σου το γραμμα και γραψον ογδοηκοντα 7 Then he said to another, ‘How much do you owe?’ He said, ‘A hundred cors of wheat.’ He said to him, ‘Take your bill, and write eighty.’
7 ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα.
8 και επηνεσεν ο κυριοσ τον οικονομον τησ αδικιασ οτι φρονιμωσ εποιησεν οτι οι υιοι του αιωνοσ τουτου φρονιμωτεροι υπερ τουσ υιουσ του φωτοσ εισ την γενεαν την εαυτων εισιν 8 “His lord commended the dishonest manager because he had done wisely, for the children of this world are, in their own generation, wiser than the children of the light.
8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι.
9 καγω υμιν λεγω ποιησατε εαυτοισ φιλουσ εκ του μαμωνα τησ αδικιασ ινα οταν εκλιπητε δεξωνται υμασ εισ τασ αιωνιουσ σκηνασ 9 I tell you, make for yourselves friends by means of unrighteous mammon, so that when you fail, they may receive you into the eternal tents.
9 Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 ο πιστοσ εν ελαχιστω και εν πολλω πιστοσ εστιν και ο εν ελαχιστω αδικοσ και εν πολλω αδικοσ εστιν 10 He who is faithful in a very little is faithful also in much. He who is dishonest in a very little is also dishonest in much.
10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε το αληθινον τισ υμιν πιστευσει 11 If therefore you have not been faithful in the unrighteous mammon, who will commit to your trust the true riches?
11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε το υμετερον τισ υμιν δωσει 12 If you have not been faithful in that which is another’s, who will give you that which is your own?
12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
13 ουδεισ οικετησ δυναται δυσιν κυριοισ δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενοσ ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα 13 No servant can serve two masters, for either he will hate the one and love the other; or else he will hold to one and despise the other. You aren’t able to serve God and Mammon.”
13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 ηκουον δε ταυτα παντα και οι φαρισαιοι φιλαργυροι υπαρχοντεσ και εξεμυκτηριζον αυτον 14 The Pharisees, who were lovers of money, also heard all these things, and they scoffed at him.
14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
15 και ειπεν αυτοισ υμεισ εστε οι δικαιουντεσ εαυτουσ ενωπιον των ανθρωπων ο δε θεοσ γινωσκει τασ καρδιασ υμων οτι το εν ανθρωποισ υψηλον βδελυγμα ενωπιον του θεου 15 He said to them, “You are those who justify yourselves in the sight of men, but God knows your hearts. For that which is exalted among men is an abomination in the sight of God.
15 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
16 ο νομοσ και οι προφηται εωσ ιωαννου απο τοτε η βασιλεια του θεου ευαγγελιζεται και πασ εισ αυτην βιαζεται 16 “The law and the prophets were until John. From that time the Good News of God’s Kingdom is preached, and everyone is forcing his way into it.
16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17 ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν 17 But it is easier for heaven and earth to pass away than for one tiny stroke of a pen in the law to fall.
17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 πασ ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει και πασ ο απολελυμενην απο ανδροσ γαμων μοιχευει 18 “Everyone who divorces his wife and marries another commits adultery. He who marries one who is divorced from a husband commits adultery.
18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 ανθρωποσ δε τισ ην πλουσιοσ και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενοσ καθ ημεραν λαμπρωσ 19 “Now there was a certain rich man, and he was clothed in purple and fine linen, living in luxury every day.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς.
20 πτωχοσ δε τισ ην ονοματι λαζαροσ οσ εβεβλητο προσ τον πυλωνα αυτου ηλκωμενοσ 20 A certain beggar, named Lazarus, was taken to his gate, full of sores,
20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
21 και επιθυμων χορτασθηναι απο των ψιχιων των πιπτοντων απο τησ τραπεζησ του πλουσιου αλλα και οι κυνεσ ερχομενοι απελειχον τα ελκη αυτου 21 and desiring to be fed with the crumbs that fell from the rich man’s table. Yes, even the dogs came and licked his sores.
21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
22 εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εισ τον κολπον αβρααμ απεθανεν δε και ο πλουσιοσ και εταφη 22 The beggar died, and he was carried away by the angels to Abraham’s bosom. The rich man also died and was buried.
22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 και εν τω αδη επαρασ τουσ οφθαλμουσ αυτου υπαρχων εν βασανοισ ορα τον αβρααμ απο μακροθεν και λαζαρον εν τοισ κολποισ αυτου 23 In Hades, he lifted up his eyes, being in torment, and saw Abraham far off, and Lazarus at his bosom.
23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24 και αυτοσ φωνησασ ειπεν πατερ αβρααμ ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατοσ και καταψυξη την γλωσσαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη 24 He cried and said, ‘Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water and cool my tongue! For I am in anguish in this flame.’
24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβεσ συ τα αγαθα σου εν τη ζωη σου και λαζαροσ ομοιωσ τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι 25 “But Abraham said, ‘Son, remember that you, in your lifetime, received your good things, and Lazarus, in the same way, bad things. But here he is now comforted and you are in anguish.
25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·
26 και επι πασιν τουτοισ μεταξυ ημων και υμων χασμα μεγα εστηρικται οπωσ οι θελοντεσ διαβηναι ενθεν προσ υμασ μη δυνωνται μηδε οι εκειθεν προσ ημασ διαπερωσιν 26 Besides all this, between us and you there is a great gulf fixed, that those who want to pass from here to you are not able, and that no one may cross over from there to us.’
26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 ειπεν δε ερωτω ουν σε πατερ ινα πεμψησ αυτον εισ τον οικον του πατροσ μου 27 “He said, ‘I ask you therefore, father, that you would send him to my father’s house—
27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·
28 εχω γαρ πεντε αδελφουσ οπωσ διαμαρτυρηται αυτοισ ινα μη και αυτοι ελθωσιν εισ τον τοπον τουτον τησ βασανου 28 for I have five brothers—that he may testify to them, so they won’t also come into this place of torment.’
28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
29 λεγει αυτω αβρααμ εχουσιν μωσεα και τουσ προφητασ ακουσατωσαν αυτων 29 “But Abraham said to him, ‘They have Moses and the prophets. Let them listen to them.’
29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τισ απο νεκρων πορευθη προσ αυτουσ μετανοησουσιν 30 “He said, ‘No, father Abraham, but if one goes to them from the dead, they will repent.’
30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.
31 ειπεν δε αυτω ει μωσεωσ και των προφητων ουκ ακουουσιν ουδε εαν τισ εκ νεκρων αναστη πεισθησονται 31 “He said to him, ‘If they don’t listen to Moses and the prophets, neither will they be persuaded if one rises from the dead.’”
31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.