RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 τω αγγελω τησ εν εφεσω εκκλησιασ γραψον ταδε λεγει ο κρατων τουσ επτα αστερασ εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων 1 “To the angel of the assembly in Ephesus write: “He who holds the seven stars in his right hand, he who walks among the seven golden lamp stands says these things:
1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2 οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου και οτι ου δυνη βαστασαι κακουσ και επειρασασ τουσ λεγοντασ εαυτουσ αποστολουσ ειναι και ουκ εισιν και ευρεσ αυτουσ ψευδεισ 2 “I know your works, and your toil and perseverance, and that you can’t tolerate evil men, and have tested those who call themselves apostles, and they are not, and found them false.
2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
3 και υπομονην εχεισ και εβαστασασ δια το ονομα μου και ουκ εκοπιασασ 3 You have perseverance and have endured for my name’s sake, and have not grown weary.
3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
4 αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκασ 4 But I have this against you, that you left your first love.
4 ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
5 μνημονευε ουν ποθεν πεπτωκασ και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτησ εαν μη μετανοησησ 5 Remember therefore from where you have fallen, and repent and do the first works; or else I am coming to you swiftly, and will move your lamp stand out of its place, unless you repent.
5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6 αλλα τουτο εχεισ οτι μισεισ τα εργα των νικολαιτων α καγω μισω 6 But this you have, that you hate the works of the Nicolaitans, which I also hate.
6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
7 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου τησ ζωησ ο εστιν εν τω παραδεισω του θεου μου 7 He who has an ear, let him hear what the Spirit says to the assemblies. To him who overcomes I will give to eat from the tree of life, which is in the Paradise of my God.
7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
8 και τω αγγελω τησ εν σμυρνη εκκλησιασ γραψον ταδε λεγει ο πρωτοσ και ο εσχατοσ οσ εγενετο νεκροσ και εζησεν 8 “To the angel of the assembly in Smyrna write: “The first and the last, who was dead, and has come to life says these things:
8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9 οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν αλλα πλουσιοσ ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιουσ ειναι εαυτουσ και ουκ εισιν αλλα συναγωγη του σατανα 9 “I know your works, oppression, and your poverty (but you are rich), and the blasphemy of those who say they are Jews, and they are not, but are a synagogue of Satan.
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.
10 μηδεν φοβου α μελλεισ παθειν ιδου δη μελλει βαλειν ο διαβολοσ εξ υμων εισ φυλακην ινα πειρασθητε και εξετε θλιψιν ημερων δεκα γινου πιστοσ αχρι θανατου και δωσω σοι τον στεφανον τησ ζωησ 10 Don’t be afraid of the things which you are about to suffer. Behold, the devil is about to throw some of you into prison, that you may be tested; and you will have oppression for ten days. Be faithful to death, and I will give you the crown of life.
10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ [δὴ] μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
11 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου 11 He who has an ear, let him hear what the Spirit says to the assemblies. He who overcomes won’t be harmed by the second death.
11 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 και τω αγγελω τησ εν περγαμω εκκλησιασ γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν 12 “To the angel of the assembly in Pergamum write: “He who has the sharp two-edged sword says these things:
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
13 οιδα τα εργα σου και που κατοικεισ οπου ο θρονοσ του σατανα και κρατεισ το ονομα μου και ουκ ηρνησω την πιστιν μου εν ταισ ημεραισ εν αισ αντιπασ ο μαρτυσ μου ο πιστοσ οσ απεκτανθη παρ υμιν οπου ο σατανασ κατοικει 13 “I know your works and where you dwell, where Satan’s throne is. You hold firmly to my name, and didn’t deny my faith in the days of Antipas my witness, my faithful one, who was killed among you, where Satan dwells.
13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ὅπου ὁ θρόνος τοῦ σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [καὶ] ἐν ταῖς ἡμέραις αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ.
14 αλλ εχω κατα σου ολιγα οτι εχεισ εκει κρατουντασ την διδαχην βαλααμ οσ εδιδαξεν τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ και φαγειν ειδωλοθυτα και πορνευσαι 14 But I have a few things against you, because you have there some who hold the teaching of Balaam, who taught Balak to throw a stumbling block before the children of Israel, to eat things sacrificed to idols, and to commit sexual immorality.
14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
15 ουτωσ εχεισ και συ κρατουντασ την διδαχην των νικολαιτων ομοιωσ 15 So also you likewise have some who hold to the teaching of the Nicolaitans.
15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
16 μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματοσ μου 16 Repent therefore, or else I am coming to you quickly and I will make war against them with the sword of my mouth.
16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
17 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεισ οιδεν ει μη ο λαμβανων 17 He who has an ear, let him hear what the Spirit says to the assemblies. To him who overcomes, to him I will give of the hidden manna, and I will give him a white stone, and on the stone a new name written which no one knows but he who receives it.
17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18 και τω αγγελω τησ εν θυατειροισ εκκλησιασ γραψον ταδε λεγει ο υιοσ του θεου ο εχων τουσ οφθαλμουσ αυτου ωσ φλογα πυροσ και οι ποδεσ αυτου ομοιοι χαλκολιβανω 18 “To the angel of the assembly in Thyatira write: “The Son of God, who has his eyes like a flame of fire, and his feet are like burnished brass, says these things:
18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
19 οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων 19 “I know your works, your love, faith, service, patient endurance, and that your last works are more than the first.
19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20 αλλ εχω κατα σου οτι αφεισ την γυναικα σου ιεζαβελ η λεγει εαυτην προφητιν και διδασκει και πλανα τουσ εμουσ δουλουσ πορνευσαι και φαγειν ειδωλοθυτα 20 But I have this against you, that you tolerate your woman Jezebel, who calls herself a prophetess. She teaches and seduces my servants to commit sexual immorality and to eat things sacrificed to idols.
20 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
21 και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ τησ πορνειασ αυτησ 21 I gave her time to repent, but she refuses to repent of her sexual immorality.
21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22 ιδου βαλλω αυτην εισ κλινην και τουσ μοιχευοντασ μετ αυτησ εισ θλιψιν μεγαλην εαν μη μετανοησωσιν εκ των εργων αυτησ 22 Behold, I will throw her and those who commit adultery with her into a bed of great oppression, unless they repent of her works.
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς,
23 και τα τεκνα αυτησ αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρουσ και καρδιασ και δωσω υμιν εκαστω κατα τα εργα υμων 23 I will kill her children with Death, and all the assemblies will know that I am he who searches the minds and hearts. I will give to each one of you according to your deeds.
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24 υμιν δε λεγω τοισ λοιποισ τοισ εν θυατειροισ οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινεσ ουκ εγνωσαν τα βαθεα του σατανα ωσ λεγουσιν ου βαλλω εφ υμασ αλλο βαροσ 24 But to you I say, to the rest who are in Thyatira—as many as don’t have this teaching, who don’t know what some call ‘the deep things of Satan’—to you I say, I am not putting any other burden on you.
24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος·
25 πλην ο εχετε κρατησατε αχρι ου αν ηξω 25 Nevertheless, hold that which you have firmly until I come.
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
26 και ο νικων και ο τηρων αχρι τελουσ τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων 26 He who overcomes, and he who keeps my works to the end, to him I will give authority over the nations.
26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27 και ποιμανει αυτουσ εν ραβδω σιδηρα ωσ τα σκευη τα κεραμικα συντριβησεται ωσ καγω ειληφα παρα του πατροσ μου 27 He will rule them with a rod of iron, shattering them like clay pots, as I also have received of my Father;
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
28 και δωσω αυτω τον αστερα τον πρωινον 28 and I will give him the morning star.
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ 29 He who has an ear, let him hear what the Spirit says to the assemblies.
29 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.