RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και μετα τουτο ειδον τεσσαρασ αγγελουσ εστωτασ επι τασ τεσσαρασ γωνιασ τησ γησ κρατουντασ τουσ τεσσαρασ ανεμουσ τησ γησ ινα μη πνεη ανεμοσ επι τησ γησ μητε επι τησ θαλασσησ μητε επι τι δενδρον 1 After this, I saw four angels standing at the four corners of the earth, holding the four winds of the earth, so that no wind would blow on the earth, or on the sea, or on any tree.
1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
2 και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολησ ηλιου εχοντα σφραγιδα θεου ζωντοσ και εκραξεν φωνη μεγαλη τοισ τεσσαρσιν αγγελοισ οισ εδοθη αυτοισ αδικησαι την γην και την θαλασσαν 2 I saw another angel ascend from the sunrise, having the seal of the living God. He cried with a loud voice to the four angels to whom it was given to harm the earth and the sea,
2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι ου σφραγισωμεν τουσ δουλουσ του θεου ημων επι των μετωπων αυτων 3 saying, “Don’t harm the earth, the sea, or the trees, until we have sealed the bondservants of our God on their foreheads!”
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον και τεσσαρακοντα τεσσαρεσ χιλιαδεσ εσφραγισμενων εκ πασησ φυλησ υιων ισραηλ 4 I heard the number of those who were sealed, one hundred forty-four thousand, sealed out of every tribe of the children of Israel:
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 εκ φυλησ ιουδα δωδεκα χιλιαδεσ εσφραγισμεναι εκ φυλησ ρουβιμ δωδεκα χιλιαδεσ εκ φυλησ γαδ δωδεκα χιλιαδεσ 5 of the tribe of Judah twelve thousand were sealed, of the tribe of Reuben twelve thousand, of the tribe of Gad twelve thousand,
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 εκ φυλησ ασηρ δωδεκα χιλιαδεσ εκ φυλησ νεφθαλειμ δωδεκα χιλιαδεσ εκ φυλησ μανασση δωδεκα χιλιαδεσ 6 of the tribe of Asher twelve thousand, of the tribe of Naphtali twelve thousand, of the tribe of Manasseh twelve thousand,
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 εκ φυλησ συμεων δωδεκα χιλιαδεσ εκ φυλησ λευι δωδεκα χιλιαδεσ εκ φυλησ ισαχαρ δωδεκα χιλιαδεσ 7 of the tribe of Simeon twelve thousand, of the tribe of Levi twelve thousand, of the tribe of Issachar twelve thousand,
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,
8 εκ φυλησ ζαβουλων δωδεκα χιλιαδεσ εκ φυλησ ιωσηφ δωδεκα χιλιαδεσ εκ φυλησ βενιαμιν δωδεκα χιλιαδεσ εσφραγισμεναι 8 of the tribe of Zebulun twelve thousand, of the tribe of Joseph twelve thousand, and of the tribe of Benjamin twelve thousand were sealed.
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
9 μετα ταυτα ειδον και ιδου οχλοσ πολυσ ον αριθμησαι ουδεισ εδυνατο εκ παντοσ εθνουσ και φυλων και λαων και γλωσσων εστωτασ ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενουσ στολασ λευκασ και φοινικασ εν ταισ χερσιν αυτων 9 After these things I looked, and behold, a great multitude which no man could count, out of every nation and of all tribes, peoples, and languages, standing before the throne and before the Lamb, dressed in white robes, with palm branches in their hands.
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 και κραζουσιν φωνη μεγαλη λεγοντεσ η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω 10 They cried with a loud voice, saying, “Salvation be to our God, who sits on the throne, and to the Lamb!”
10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.
11 και παντεσ οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσον ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 11 All the angels were standing around the throne, the elders, and the four living creatures; and they fell on their faces before his throne, and worshiped God,
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12 λεγοντεσ αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμισ και η ισχυσ τω θεω ημων εισ τουσ αιωνασ των αιωνων αμην 12 saying, “Amen! Blessing, glory, wisdom, thanksgiving, honor, power, and might, be to our God forever and ever! Amen.”
12 λέγοντες· ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13 και απεκριθη εισ εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τασ στολασ τασ λευκασ τινεσ εισιν και ποθεν ηλθον 13 One of the elders answered, saying to me, “These who are arrayed in the white robes, who are they, and where did they come from?”
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14 και ειπον αυτω κυριε μου συ οιδασ και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ τησ θλιψεωσ τησ μεγαλησ και επλυναν τασ στολασ αυτων και ελευκαναν εν τω αιματι του αρνιου 14 I told him, “My lord, you know.” He said to me, “These are those who came out of the great suffering. They washed their robes and made them white in the Lamb’s blood.
14 καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερασ και νυκτοσ εν τω ναω αυτου και ο καθημενοσ επι τω θρονω σκηνωσει επ αυτουσ 15 Therefore they are before the throne of God, and they serve him day and night in his temple. He who sits on the throne will spread his tabernacle over them.
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16 ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδ ου μη πεση επ αυτουσ ο ηλιοσ ουδε παν καυμα 16 They will never be hungry or thirsty any more. The sun won’t beat on them, nor any heat;
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 οτι το αρνιον το ανα μεσον του θρονου ποιμαινει αυτουσ και οδηγει αυτουσ επι ζωησ πηγασ υδατων και εξαλειψει ο θεοσ παν δακρυον εκ των οφθαλμων αυτων 17 for the Lamb who is in the middle of the throne shepherds them and leads them to springs of life-giving waters. And God will wipe away every tear from their eyes.”
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.