1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ ἀληθείᾳ περιπατοῦντα. 5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν 8 ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 Ἔγραψά ⸀τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν. 13 Πολλὰ εἶχον ⸂γράψαι σοι, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν 14 ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ‘p /’ ‘/book’
3 John · SBL Greek New Testament
3 John 1 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Demetrius
Spoken well of by everyone and by the truth itself, commended in John's letter.
Cited in the guide: 3 John 12
Diotrephes
A man who loved to be first in the church, refused to welcome the brothers, and slandered John.
Cited in the guide: 3 John 9
Gaius
A beloved believer commended by John for walking in the truth and showing hospitality to traveling brothers.
Cited in the guide: 3 John 1
Cross references (15)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 John 3:18; Romans 16:23; 1 Corinthians 1:14; Acts 19:29; 2 John 1–13
- 2 2 Peter 1:3–9; 2 Peter 3:18; Colossians 1:4–6; 1 Peter 4:8; Psalm 20:1–5
- 3 2 John 4; 1 Thessalonians 3:6–9; Psalm 119:11; 1 Thessalonians 2:19–20; Romans 1:8–9
- 4 Galatians 4:19; Proverbs 23:24; 2 Timothy 1:2; 1 Timothy 1:2; 2 Kings 20:3
- 5 Galatians 6:10; Luke 12:42; Luke 16:10–12; Colossians 3:17; Matthew 24:45
- 6 1 Thessalonians 2:12; Acts 15:3; Titus 3:13; Philemon 5–7; Colossians 1:10
- 7 2 Corinthians 4:5; 2 Kings 5:15–16; Revelation 2:3; 1 Corinthians 9:18; 2 Corinthians 11:7–9
- 8 1 Corinthians 3:5–9; 1 Corinthians 16:10–11; 2 Corinthians 6:1; Philippians 4:3; 2 Corinthians 8:23
- 9 Titus 1:7–16; Luke 22:24–27; Matthew 23:4–8; Luke 9:48; Mark 9:34
- 10 Isaiah 66:5; Proverbs 10:10; Proverbs 10:8; Luke 6:22; 2 Corinthians 13:2
- 11 Isaiah 1:16–17; Psalm 37:27; Ephesians 5:1; 1 Peter 3:11; 1 Peter 3:13
- 12 1 Timothy 3:7; John 21:24; Acts 10:22; Acts 22:12; John 19:35
- 13 2 John 12
- 14 Genesis 43:23; Ephesians 6:23; Romans 16:1–16; Daniel 4:1; Galatians 5:16
- 15 John 10:3
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences