Skip to the text

Acts · SBL Greek New Testament

Acts 22 SBL Greek New Testament

Leer en español
About SBLGNT
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 2010
  • CC BY 4.0

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. 2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν· 3 ⸀Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον, 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. 6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; 8 ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν. 12 Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, 15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σου μαρτυρίαν περὶ ἐμοῦ. 19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· 20 καὶ ὅτε ⸀ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. 22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. 23 ⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί. 28 ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν δεδεκώς. 30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ananias

    Disciple at Damascus

    A disciple at Damascus whom the Lord sent to lay hands on Saul, restore his sight, and baptize him.

    Cited in the guide: Acts 9:10; Acts 9:17; Acts 22:12

  • Gamaliel

    Pharisee and teacher of the law

    A respected Pharisee on the Sanhedrin who counseled leaving the apostles alone; Paul later said he had been educated at his feet.

    Cited in the guide: Acts 5:34; Acts 22:3

Places

  • Tarsus

    Today: Southern Turkey (Cilicia)

    A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.

    Cited in the guide: Acts 9:11; Acts 21:39; Acts 22:3

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 7:2; 2 Timothy 4:16; Acts 13:26; Acts 23:6; Acts 23:1
  2. 2 Acts 21:40
  3. 3 Philippians 3:5–6; Acts 26:5; Acts 9:11; Acts 5:34; Acts 21:39
  4. 4 Acts 22:19–20; 1 Timothy 1:13–15; Acts 26:9–11; Acts 8:1–4; 1 Corinthians 15:9
  5. 5 Acts 9:1–2; Luke 22:66; Acts 5:21; Acts 22:1; Acts 13:26
  6. 6 Acts 26:12–18; Acts 9:3–8; Revelation 1:16; Genesis 15:2; 2 Samuel 8:6
  7. 7 Jeremiah 2:9; Matthew 25:45; 1 Timothy 1:13; Genesis 22:1; 1 Samuel 3:10
  8. 8 Acts 26:9; 1 Samuel 8:7; Matthew 10:40–42; Acts 6:14; Matthew 25:45
  9. 9 Acts 9:7; Daniel 10:7; Acts 26:13; John 12:29–30
  10. 10 Acts 16:30; Acts 26:16–18; Acts 22:12–16; Acts 2:37; Psalm 25:8–9
  11. 11 Acts 9:8–9; Acts 13:11; Isaiah 42:16
  12. 12 Acts 10:22; Acts 6:3; 3 John 12; Acts 17:4; 2 Corinthians 6:8
  13. 13 Acts 9:17–18; Philemon 16
  14. 14 Galatians 1:12; 1 Corinthians 15:8; 1 Corinthians 9:1; Acts 26:16; Acts 9:15
  15. 15 Acts 23:11; Acts 4:20; John 15:27; Luke 24:47–48; Acts 1:8
  16. 16 Acts 2:38; Acts 2:21; Titus 3:5; Hebrews 10:22; 1 Corinthians 6:11
  17. 17 2 Corinthians 12:1–4; Acts 10:9–10; Acts 9:26–28; Acts 26:20; Revelation 1:10
  18. 18 Acts 9:29; Matthew 10:14; Ezekiel 3:6–7; Luke 21:21; Acts 3:19
  19. 19 Acts 22:4; Matthew 10:17; Acts 8:3; Acts 9:1; Acts 26:9–12
  20. 20 Acts 7:58; Acts 8:1; Romans 1:32; Revelation 2:13; Luke 11:48
  21. 21 Acts 9:15; 1 Timothy 2:7; Ephesians 3:6–8; Romans 15:16; Galatians 2:7–8
  22. 22 Acts 25:24; Acts 21:36; John 19:15; Luke 23:18; Acts 7:54–57
  23. 23 2 Samuel 16:13; Ecclesiastes 10:3; Acts 7:58; Acts 26:11; Acts 7:53
  24. 24 John 19:1; Acts 21:34; Acts 23:10; Acts 21:31–32; Acts 16:22–23
  25. 25 Acts 16:37; Acts 25:16; Acts 27:43; Acts 22:27–28; Acts 23:17
  26. 26 Acts 23:27; Acts 22:29
  27. 29 Acts 21:33; Acts 22:24–26; Hebrews 11:35; Acts 16:38–39
  28. 30 Acts 23:28; Acts 21:33; Acts 26:29; Acts 21:11; Acts 5:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 22:17 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLVIII)

    See how he thrusts himself (into danger), I came, he says, after that vision, "to Jerusalem. I was in a trance," etc. Again, this is without witness: but observe, the witness follows from the result. He said, "They will not receive thy testimony:" they did not receive it.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 22:8 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    … or else, if they do receive all these, they must necessarily admit also that testimony concerning Paul, when he (Luke) tells us that the Lord spoke at first to him from heaven: "Saul, Saul, why persecutest thou Me? I am Jesus Christ, whom thou persecutest;" and then to Ananias, saying regarding him: "Go thy way; for he is a chosen …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)