1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ, λέγων μοι, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν· 2 μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν. 3 Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4 Καὶ ἡ γυνὴ ἡ περιβεβλημένη πορφύρᾳ καὶ κοκκίνῳ, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα χρυσοῦν ποτήριον ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ ἀκαθάρτητος πορνείας αὐτῆς, 5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6 Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα. 7 Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγώ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8 Θηρίον ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγειν. Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅ, τι ἦν, καὶ οὐκ ἔστι, καίπερ ἔστιν. 9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσὶν ἑπτά, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν. 10 Καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, καὶ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καί, ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι. 11 Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. 13 Οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν ἑαυτῶν τῷ θηρίῳ διαδιδώσουσιν. 14 Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾿ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15 Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσί, καὶ ἔθνη καὶ γλῶσσαι. 16 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17 Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῇ τὰ ῥήματα τοῦ Θεοῦ. 18 Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Revelation · Textus Receptus (Boyd collation)
Revelation 17 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Revelation 19:2; Revelation 17:1–17; Jeremiah 51:13; Revelation 16:19; Revelation 21:9
- 2 Revelation 14:8; Jeremiah 51:7; Revelation 18:3; Revelation 18:9; Revelation 18:23
- 3 Revelation 12:3; Revelation 13:1–6; Revelation 17:9–12; Revelation 17:18; Revelation 17:6–7
- 4 Jeremiah 51:7; Revelation 18:16; Revelation 19:2; Revelation 18:12; 2 Thessalonians 2:3–10
- 5 Revelation 18:2; Revelation 14:8; Revelation 17:7; Revelation 16:19; Isaiah 3:9
- 6 Revelation 16:6; Revelation 13:15; Revelation 2:13; Daniel 7:25; Revelation 12:11
- 7 Revelation 17:1–6; Revelation 17:8
- 8 Revelation 11:7; Revelation 17:11; Revelation 3:10; Revelation 9:1–2; Revelation 19:15–21
- 9 Revelation 13:18; Revelation 17:7; Daniel 12:4; Daniel 12:8–10; Matthew 24:15
- 11 Revelation 17:8
- 12 Revelation 12:3; Revelation 13:1; Zechariah 1:18–21; Daniel 7:24; Revelation 17:16
- 13 Revelation 17:17; Ezekiel 38:10; Philippians 1:27; Philippians 2:2; Isaiah 10:5–7
- 14 Romans 8:30; 1 Timothy 6:15; Matthew 22:14; Revelation 3:21; Deuteronomy 10:17
- 15 Revelation 17:1; Jeremiah 51:13; Jeremiah 51:55; Isaiah 8:7–8; Psalm 65:7
- 16 Revelation 18:8; Ezekiel 16:37–44; Leviticus 21:9; Jeremiah 50:41–42; Revelation 18:16–17
- 17 2 Thessalonians 2:10–12; 2 Corinthians 8:16; Proverbs 21:1; Revelation 10:7; Ezra 7:27
- 18 Revelation 16:19; Revelation 18:2; Daniel 7:23; Daniel 2:40–41
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For that peoples are signified under the name of waters the Apocalypse of John clearly indicates to us, where, after he had been shown many waters, and he had asked what they were, was answered that they were peoples. That water, then--namely, that people--was shut in by the five books of Moses, as by five porches.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)