Skip to the text

Wisdom of Solomon · Brenton's Greek Septuagint

Wisdom of Solomon 11 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Εὐωδώσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου. 2 Διώδευσαν ἔρημον ἀοίκητον, καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς. 3 Ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς. 4 Ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ, καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ. 5 Διʼ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν. 6 Ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντες 7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως· 8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας. 9 Ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο. 10 Τούτους μὲν γὰρ ὡς πατὴρ νουθεντῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. 11 Καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο. 12 Διπλῆ γὰρ αὐτοὺς ἔλαβε λύπη, καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν. 13 Ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτοὺς, ᾔσθοντο τοῦ Κυρίου. 14 Τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες. 15 Ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζώων εἰς ἐκδίκησιν, 16 ἵνα γνῶσιν ὅτι διʼ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. 17 Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης, ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων, ἢ θρασεῖς λέοντας, 18 ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους, ἤτοι πυρπνόον φυσῶντας ἆσθμα, ἢ βρόμους λικμωμένους καπνοῦ, ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας· 19 ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρίψαι αὐτοὺς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι. 20 Καὶ χωρὶς δὲ τούτων, ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες, καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας. 21 Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τις ἀντιστήσεται; 22 Ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου, καὶ ὡς ῥανὶς δρόσον ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν. 23 Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. 24 Ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας, οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. 25 Πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἐθέλησας; ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; 26 Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι, δέσποτα φιλόψυχε.

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 11:20 Augustine of Hippo, Confessions (Book V, Chapters IV–VI)

    … yet it is foolish to doubt but that he may verily be better than he who can measure the heavens, and number the stars, and weigh the elements, but is forgetful of Thee, "who hast set in order all things in number, weight, and measure." Chapter V — Of Manichæus Pertinaciously Teaching False Doctrines, and Proudly Arrogating…

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  2. Quotes verse 11:20 Augustine of Hippo, The City of God (Book XI, Chapters 30–33)

    Neither has it been without reason numbered among God's praises, "Thou hast ordered all things in number, and measure, and weight." Chapter 31 — Of the Seventh Day, in Which Completeness and Repose are Celebrated But, on the seventh day (i.e., the same day repeated seven times, which number is also a perfect one, though for another reason), the rest …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 11:20 Augustine of Hippo, The City of God (Book XII, Chapters 16–18)

    … they have nothing to do with the knowledge of God; for Plato, their great authority, represents God as framing the world on numerical principles: and in our books also it is said to God, "Thou hast ordered all things in number, and measure, and weight." The prophet also says," Who bringeth out their host by number." And the Saviour says …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)