Skip to the text

Wisdom of Solomon · Brenton's Greek Septuagint

Wisdom of Solomon 16 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Wisdom of Solomon is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Διὰ τοῦτο διʼ ὁμοίων ἐκολάσθησαν ἀξίως, καὶ διὰ πλήθους κνωδάλον ἐβασανίσθησαν.
·
2 Ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου, εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν, τροφὴν ἡτοίμασας ὀρτυγομήτραν,
·
3 ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν, διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται, αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως.
·
4 Ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσι, τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο.
·
5 Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθε θηρίων θυμὸς, δήγμασί τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου.
·
6 Εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν, σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου.
·
7 Ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.
·
8 Καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ.
·
9 Οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ησαν ὑπὸ τοιούτων κολασθῆναι.
·
10 Τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθε καὶ ἰάσατο αὐτούς.
·
11 Εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο, καὶ ὀξέως διεσώζοντο, ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην, ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.
·
12 Καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτοὺς, ἀλλὰ ὁ σός Κύριε λόγος ὁ πάντα ἰώμενος.
·
13 Σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις, καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις.
·
14 Ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει, οὐδὲ ἀναλύει ψυχὴν παραληφθεῖσαν.
·
15 Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.
·
16 Ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς, ἐν ἰσχύϊ βραχίονός σου ἐμαστιγώθησαν, ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις, καὶ πυρὶ καταναλισκόμενοι.
·
17 Τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννῦντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ· ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶ δικαίων.
·
18 Ποτὲ μὲν γὰρ ἡμεροῦτο φλὸξ, ἵνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῶα, ἀλλʼ αὐτοὶ βλέποντες ἴδωσιν, ὅτι Θεοῦ κρίσει ἐλαύνονται.
·
19 Ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δυναμιν φλέγει, ἵνα ἀδίκου γῆς γεννήματα διαφθείρῃ.
·
20 Ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸ λαόν σου, καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως, πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν.
·
21 Ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα ἐνεφάνισε, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν, πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.
·
22 Χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ, καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγομένον, ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον.
·
23 Τοῦτο πάλιν δʼ ἵνα τραφῶσι δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλελῆσθαι δυνάμεως.
·
24 Ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων, καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν εἰς σὲ πεποιθότων.
·
25 Διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη, τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρετεῖ, πρὸς τὴν τῶν δεομένων θέλησιν·
·
26 ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τούς σοι πιστεύοντας διατηρεῖ.
·
27 Τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον, ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο·
·
28 ὅπως γνωστὸν ᾖ, ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν σου, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι.
·
29 Ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.
·

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 16:29 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXV)

    "For the hope of the unthankful," saith one, "is like the winter's hoar frost;" it benumbs and deadens the soul, as that doth our bodies.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)