Skip to the text

Philippians · Patriarchal Text (Antoniades 1904/1912)

Philippians 2 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ει τις ουν παρακλησις εν χριστω, ει τι παραμυθιον αγαπης, ει τις κοινωνια πνευματος, ει τις σπλαγχνα και οικτιρμοι,
1 If therefore there is any exhortation in Christ, if any consolation of love, if any fellowship of the Spirit, if any tender mercies and compassion,
1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
2 πληρωσατε μου την χαραν, ινα το αυτο φρονητε, την αυτην αγαπην εχοντες, συμψυχοι, το εν φρονουντες,
2 make my joy full by being like-minded, having the same love, being of one accord, of one mind;
2 πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
3 μηδεν κατα εριθειαν η κενοδοξιαν, αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων.
3 doing nothing through rivalry or through conceit, but in humility, each counting others better than himself;
3 μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
4 μη τα εαυτων εκαστος σκοπειτε, αλλα και τα ετερων εκαστος.
4 each of you not just looking to his own things, but each of you also to the things of others.
4 μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
5 τουτο γαρ φρονεισθω εν υμιν ο και εν χριστω ιησου,
5 Have this in your mind, which was also in Christ Jesus,
5 Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
6 ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω,
6 who, existing in the form of God, didn’t consider equality with God a thing to be grasped,
6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
7 αλλ εαυτον εκενωσεν μορφην δουλου λαβων, εν ομοιωματι ανθρωπων γενομενος,
7 but emptied himself, taking the form of a servant, being made in the likeness of men.
7 ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
8 και σχηματι ευρεθεις ως ανθρωπος εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου, θανατου δε σταυρου.
8 And being found in human form, he humbled himself, becoming obedient to the point of death, yes, the death of the cross.
8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9 διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω ονομα το υπερ παν ονομα,
9 Therefore God also highly exalted him, and gave to him the name which is above every name,
9 Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων,
10 that at the name of Jesus every knee should bow, of those in heaven, those on earth, and those under the earth,
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος.
11 and that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
12 ωστε, αγαπητοι μου, καθως παντοτε υπηκουσατε, μη ως εν τη παρουσια μου μονον, αλλα νυν πολλω μαλλον εν τη απουσια μου, μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε·
12 So then, my beloved, even as you have always obeyed, not only in my presence, but now much more in my absence, work out your own salvation with fear and trembling.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13 ο θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας.
13 For it is God who works in you both to will and to work for his good pleasure.
13 ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων,
14 Do all things without complaining and arguing,
14 πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 ινα γενησθε αμεμπτοι και ακεραιοι, τεκνα θεου αμωμητα εν μεσω γενεας σκολιας και διεστραμμενης, εν οις φαινεσθε ως φωστηρες εν κοσμω,
15 that you may become blameless and harmless, children of God without defect in the middle of a crooked and perverse generation, among whom you are seen as lights in the world,
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 λογον ζωης επεχοντες, εις καυχημα εμοι εις ημεραν χριστου, οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα.
16 holding up the word of life, that I may have something to boast in the day of Christ that I didn’t run in vain nor labor in vain.
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
17 αλλ ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων, χαιρω και συγχαιρω πασιν υμιν·
17 Yes, and if I am poured out on the sacrifice and service of your faith, I am glad and rejoice with you all.
17 Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
18 το δ αυτο και υμεις χαιρετε και συγχαιρετε μοι.
18 In the same way, you also should be glad and rejoice with me.
18 τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν, ινα καγω ευψυχω γνους τα περι υμων·
19 But I hope in the Lord Jesus to send Timothy to you soon, that I also may be cheered up when I know how you are doing.
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
20 ουδενα γαρ εχω ισοψυχον, οστις γνησιως τα περι υμων μεριμνησει·
20 For I have no one else like-minded, who will truly care about you.
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
21 οι παντες γαρ τα εαυτων ζητουσιν, ου τα χριστου ιησου.
21 For they all seek their own, not the things of Jesus Christ.
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ.
22 την δε δοκιμην αυτου γινωσκετε, οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον.
22 But you know that he has proved himself. As a child serves a father, so he served with me in furtherance of the Good News.
22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 τουτον μεν ουν ελπιζω πεμψαι ως αν απιδω τα περι εμε εξαυτης·
23 Therefore I hope to send him at once, as soon as I see how it will go with me.
23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι.
24 But I trust in the Lord that I myself also will come shortly.
24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου, υμων δε αποστολον και λειτουργον της χρειας μου, πεμψαι προς υμας,
25 But I thought it necessary to send to you Epaphroditus, my brother, fellow worker, fellow soldier, and your apostle and servant of my need,
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 επειδη επιποθων ην παντας υμας, και αδημονων διοτι ηκουσατε οτι ησθενησεν.
26 since he longed for you all, and was very troubled because you had heard that he was sick.
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε.
27 και γαρ ησθενησεν παραπλησιον θανατου· αλλ ο θεος αυτον ηλεησεν, ουκ αυτον δε μονον, αλλα και εμε, ινα μη λυπην επι λυπην σχω.
27 For indeed he was sick nearly to death, but God had mercy on him, and not on him only, but on me also, that I might not have sorrow on sorrow.
27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ᾽ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 σπουδαιοτερως ουν επεμψα αυτον, ινα ιδοντες αυτον παλιν χαρητε, καγω αλυποτερος ω.
28 I have sent him therefore the more diligently, that when you see him again, you may rejoice, and that I may be the less sorrowful.
28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας, και τους τοιουτους εντιμους εχετε,
29 Receive him therefore in the Lord with all joy, and hold such people in honor,
29 προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
30 οτι δια το εργον του χριστου μεχρι θανατου ηγγισεν, παραβουλευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας.
30 because for the work of Christ he came near to death, risking his life to supply that which was lacking in your service toward me.
30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Epaphroditus

    Messenger from Philippi

    Paul's brother, coworker, and fellow soldier whom the Philippians sent with a gift; he nearly died of illness.

    Cited in the guide: Philippians 2:25; Philippians 4:18

  • Timothy

    Companion and coworker of Paul

    A disciple from Lystra with a Greek father and a believing Jewish mother, whom Paul circumcised and took with him as a coworker; he received two letters from Paul.

    Cited in the guide: Acts 16:1; 1 Corinthians 4:17; Philippians 2:19

Cross references (30)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Colossians 3:12; 1 John 4:12; 1 John 4:7–8; 2 Corinthians 13:14; Psalm 133:1
  2. 2 Romans 12:16; 1 Peter 3:8–9; 1 Corinthians 1:10; 2 Corinthians 13:11; 3 John 4
  3. 3 Romans 12:10; Galatians 5:26; Ephesians 5:21; Ephesians 4:2; 1 Peter 5:5
  4. 4 1 Corinthians 10:24; Romans 15:1; James 2:8; 1 Corinthians 13:4–5; 1 Corinthians 10:32–33
  5. 5 1 John 2:6; Matthew 11:29; 1 Peter 2:21; 1 Peter 4:1; 1 Corinthians 10:33–11:1
  6. 6 John 5:18; 2 Corinthians 4:4; Hebrews 1:3; John 17:5; Colossians 1:15–16
  7. 7 2 Corinthians 8:9; Matthew 20:28; John 1:14; Romans 8:3; Isaiah 53:2–3
  8. 8 John 10:18; Hebrews 12:2; Romans 5:19; 1 Peter 2:24; 1 Peter 3:18
  9. 9 Revelation 19:16; Matthew 28:18; 1 Peter 3:22; Isaiah 52:13; Hebrews 2:9
  10. 10 Isaiah 45:23–25; Matthew 28:18; Revelation 5:13–14; Hebrews 1:6; Romans 14:10–11
  11. 11 1 John 4:15; Romans 14:11; John 13:13; Romans 14:9; 1 John 4:2
  12. 12 2 Peter 1:5–10; Luke 13:23–24; 1 Corinthians 15:58; Hebrews 4:11; 1 Peter 2:11
  13. 13 Hebrews 13:21; 2 Corinthians 3:5; 2 Timothy 1:9; Romans 9:16; 1 Corinthians 15:10
  14. 14 1 Peter 4:9; 1 Corinthians 10:10; James 5:9; Ephesians 4:31–32; Philippians 2:3
  15. 15 Matthew 5:14–16; 1 Peter 2:12; Matthew 5:45; Isaiah 60:1; 1 John 3:1–3
  16. 16 1 Corinthians 9:26; Galatians 2:2; 1 John 1:1; 1 Thessalonians 3:5; John 6:68
  17. 17 2 Timothy 4:6; Hebrews 13:15–16; Romans 15:16; 2 Corinthians 12:15; Romans 12:1
  18. 18 James 1:2–4; Philippians 4:4; Philippians 3:1; Ephesians 3:13
  19. 19 1 Corinthians 4:17; 1 Thessalonians 3:6–8; 1 Thessalonians 3:2; Philippians 1:1; Philemon 5–7
  20. 20 Philippians 2:2; Philippians 2:22; 1 Corinthians 16:10; 1 Samuel 18:3; John 12:6
  21. 21 1 Corinthians 10:24; 1 Corinthians 10:33; Philippians 2:4; Matthew 16:24; 1 Corinthians 13:5
  22. 22 1 Corinthians 4:17; 1 Timothy 1:2; 2 Corinthians 2:9; 2 Timothy 1:2; 2 Corinthians 8:22
  23. 23 Philippians 2:19; 1 Samuel 22:3
  24. 24 3 John 14; Philemon 22; Philippians 1:25–26; Romans 15:28–29; Philippians 2:19
  25. 25 Philippians 4:18; Philemon 1–2; Philippians 4:3; 1 Corinthians 3:9; Colossians 1:7
  26. 26 Philippians 1:8; Isaiah 61:3; Romans 12:15; Proverbs 12:25; Ephesians 3:13
  27. 27 Psalm 34:19; Philippians 2:30; Acts 9:37; 2 Corinthians 2:7; 1 Corinthians 10:13
  28. 28 John 16:22; 2 Timothy 1:4; Philippians 2:26–27; Acts 20:38; 2 Corinthians 2:3
  29. 29 1 Thessalonians 5:12; 1 Corinthians 16:18; 1 Timothy 5:17; Romans 16:2; Matthew 10:40–41
  30. 30 1 Corinthians 16:17; Philippians 4:10; Acts 20:24; Philippians 4:18; Philippians 2:17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 2:1 John Chrysostom, Homilies on Philippians (Homily V)

    There is nothing better, there is nothing more affectionate, than a spiritual teacher; such an one surpasses the kindness of any natural father. Do but consider, how this blessed one entreats the Philippians concerning the things which were to their own advantage. What says he, in exhorting them concerning concord, that cause of all good things?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 2:10 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters X–XI)

    … in order that to Christ Jesus, our Lord, and God, and Saviour, and King, according to the will of the invisible Father, "every knee should bow, of things in heaven, and things in earth, and things under the earth, and that every tongue should confess" to Him, and that He should execute just judgment towards all; that He may send …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 2:6–11 Augustine of Hippo, Confessions (Book VII, Chapters VII–IX)

    … name above every name; that at the name of Jesus every knee should bow, of things in heaven, and things in earth, and things under the earth; and that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father;" those books have not.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 2:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IV)

    how was He of David's seed? how did he "take the form of a servant?" how "was the Word made flesh?" and how saith Paul to the Romans, "Of whom as concerning the flesh Christ came, who is God over all?" Therefore that He was of us, and of our substance, and of the Virgin's womb, is manifest from these …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 2:11 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    … heaven and on earth is named: glorifying Him with the Only-begotten: for he that denieth the Father, denieth the Son also: and again, He that confesseth the Son, hath the Father also; knowing that Jesus Christ is Lord to the glory of God the Father.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)