Skip to the text

Hebrews · Byzantine Textform (Robinson-Pierpont 2018)

Hebrews 10 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 σκιαν γαρ εχων ο νομοσ των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταισ αυταισ θυσιαισ ασ προσφερουσιν εισ το διηνεκεσ ουδεποτε δυνανται τουσ προσερχομενουσ τελειωσαι
1 For the law, having a shadow of the good to come, not the very image of the things, can never with the same sacrifices year by year, which they offer continually, make perfect those who draw near.
1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·
2 επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τουσ λατρευοντασ απαξ κεκαθαρμενουσ
2 Or else wouldn’t they have ceased to be offered, because the worshipers, having been once cleansed, would have had no more consciousness of sins?
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους;
3 αλλ εν αυταισ αναμνησισ αμαρτιων κατ ενιαυτον
3 But in those sacrifices there is a yearly reminder of sins.
3 ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν·
4 αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιασ
4 For it is impossible that the blood of bulls and goats should take away sins.
4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5◆ διο εισερχομενοσ εισ τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησασ σωμα δε κατηρτισω μοι
5 Therefore when he comes into the world, he says, “You didn’t desire sacrifice and offering, but you prepared a body for me.
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6◆ ολοκαυτωματα και περι αμαρτιασ ουκ ευδοκησασ
6 You had no pleasure in whole burnt offerings and sacrifices for sin.
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
7◆ τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεοσ το θελημα σου
7 Then I said, ‘Behold, I have come (in the scroll of the book it is written of me) to do your will, O God.’”
7 τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
8 ανωτερον λεγων οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και περι αμαρτιασ ουκ ηθελησασ ουδε ευδοκησασ αιτινεσ κατα τον νομον προσφερονται
8 Previously saying, “Sacrifices and offerings and whole burnt offerings and sacrifices for sin you didn’t desire, neither had pleasure in them” (those which are offered according to the law),
8 ἀνώτερον λέγων ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ τὸν νόμον προσφέρονται,
9 τοτε ειρηκεν ιδου ηκω του ποιησαι ο θεοσ το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση
9 then he has said, “Behold, I have come to do your will.” He takes away the first, that he may establish the second,
9 τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
10 εν ω θεληματι ηγιασμενοι εσμεν οι δια τησ προσφορασ του σωματοσ ιησου χριστου εφαπαξ
10 by which will we have been sanctified through the offering of the body of Jesus Christ once for all.
10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
11 και πασ μεν ιερευσ εστηκεν καθ ημεραν λειτουργων και τασ αυτασ πολλακισ προσφερων θυσιασ αιτινεσ ουδεποτε δυνανται περιελειν αμαρτιασ
11 Every priest indeed stands day by day serving and offering often the same sacrifices, which can never take away sins,
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12 αυτοσ δε μιαν υπερ αμαρτιων προσενεγκασ θυσιαν εισ το διηνεκεσ εκαθισεν εν δεξια του θεου
12 but he, when he had offered one sacrifice for sins forever, sat down on the right hand of God,
12 αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ,
13 το λοιπον εκδεχομενοσ εωσ τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου
13 from that time waiting until his enemies are made the footstool of his feet.
13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14 μια γαρ προσφορα τετελειωκεν εισ το διηνεκεσ τουσ αγιαζομενουσ
14 For by one offering he has perfected forever those who are being sanctified.
14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15 μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι
15 The Holy Spirit also testifies to us, for after saying,
15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ προειρηκέναι,
16 αυτη η διαθηκη ην διαθησομαι προσ αυτουσ μετα τασ ημερασ εκεινασ λεγει κυριοσ διδουσ νομουσ μου επι καρδιασ αυτων και επι των διανοιων αυτων επιγραψω αυτουσ
16 “This is the covenant that I will make with them after those days,” says the Lord, “I will put my laws on their heart, I will also write them on their mind;” then he says,
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς,
17 και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
17 “I will remember their sins and their iniquities no more.”
17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
18 οπου δε αφεσισ τουτων ουκετι προσφορα περι αμαρτιασ
18 Now where remission of these is, there is no more offering for sin.
18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
19 εχοντεσ ουν αδελφοι παρρησιαν εισ την εισοδον των αγιων εν τω αιματι ιησου
19 Having therefore, brothers, boldness to enter into the holy place by the blood of Jesus,
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ,
20 ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματοσ τουτ εστιν τησ σαρκοσ αυτου
20 by the way which he dedicated for us, a new and living way, through the veil, that is to say, his flesh,
20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστι τῆς σαρκὸς αὐτοῦ,
21 και ιερεα μεγαν επι τον οικον του θεου
21 and having a great priest over God’s house,
21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
22 προσερχωμεθα μετα αληθινησ καρδιασ εν πληροφορια πιστεωσ ερραντισμενοι τασ καρδιασ απο συνειδησεωσ πονηρασ και λελουμενοι το σωμα υδατι καθαρω
22 let’s draw near with a true heart in fullness of faith, having our hearts sprinkled from an evil conscience and having our body washed with pure water,
22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς,
23 κατεχωμεν την ομολογιαν τησ ελπιδοσ ακλινη πιστοσ γαρ ο επαγγειλαμενοσ
23 let’s hold fast the confession of our hope without wavering; for he who promised is faithful.
23 καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·
24 και κατανοωμεν αλληλουσ εισ παροξυσμον αγαπησ και καλων εργων
24 Let’s consider how to provoke one another to love and good works,
24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
25 μη εγκαταλειποντεσ την επισυναγωγην εαυτων καθωσ εθοσ τισιν αλλα παρακαλουντεσ και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν
25 not forsaking our own assembling together, as the custom of some is, but exhorting one another, and so much the more as you see the Day approaching.
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26 εκουσιωσ γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν τησ αληθειασ ουκετι περι αμαρτιων απολειπεται θυσια
26 For if we sin willfully after we have received the knowledge of the truth, there remains no more a sacrifice for sins,
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27 φοβερα δε τισ εκδοχη κρισεωσ και πυροσ ζηλοσ εσθιειν μελλοντοσ τουσ υπεναντιουσ
27 but a certain fearful expectation of judgment, and a fierceness of fire which will devour the adversaries.
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28 αθετησασ τισ νομον μωυσεωσ χωρισ οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει
28 A man who disregards Moses’ law dies without compassion on the word of two or three witnesses.
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·
29 ποσω δοκειτε χειρονοσ αξιωθησεται τιμωριασ ο τον υιον του θεου καταπατησασ και το αιμα τησ διαθηκησ κοινον ηγησαμενοσ εν ω ηγιασθη και το πνευμα τησ χαριτοσ ενυβρισασ
29 How much worse punishment do you think he will be judged worthy of who has trodden under foot the Son of God, and has counted the blood of the covenant with which he was sanctified an unholy thing, and has insulted the Spirit of grace?
29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
30 οιδαμεν γαρ τον ειποντα εμοι εκδικησισ εγω ανταποδωσω λεγει κυριοσ και παλιν κυριοσ κρινει τον λαον αυτου
30 For we know him who said, “Vengeance belongs to me. I will repay,” says the Lord. Again, “The Lord will judge his people.”
30 οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω[, λέγει Κύριος]· καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ.
31 φοβερον το εμπεσειν εισ χειρασ θεου ζωντοσ
31 It is a fearful thing to fall into the hands of the living God.
31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
32 αναμιμνησκεσθε δε τασ προτερον ημερασ εν αισ φωτισθεντεσ πολλην αθλησιν υπεμεινατε παθηματων
32 But remember the former days, in which, after you were enlightened, you endured a great struggle with sufferings:
32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
33 τουτο μεν ονειδισμοισ τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτωσ αναστρεφομενων γενηθεντεσ
33 partly, being exposed to both reproaches and oppressions, and partly, becoming partakers with those who were treated so.
33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
34 και γαρ τοισ δεσμοισ μου συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρασ προσεδεξασθε γινωσκοντεσ εχειν εαυτοισ κρειττονα υπαρξιν εν ουρανοισ και μενουσαν
34 For you both had compassion on me in my chains and joyfully accepted the plundering of your possessions, knowing that you have for yourselves a better possession and an enduring one in the heavens.
34 καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.
35 μη αποβαλητε ουν την παρρησιαν υμων ητισ εχει μισθαποδοσιαν μεγαλην
35 Therefore don’t throw away your boldness, which has a great reward.
35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.
36 υπομονησ γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντεσ κομισησθε την επαγγελιαν
36 For you need endurance so that, having done the will of God, you may receive the promise.
36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37 ετι γαρ μικρον οσον οσον ο ερχομενοσ ηξει και ου χρονιει
37 “In a very little while, he who comes will come and will not wait.
37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
38 ο δε δικαιοσ εκ πιστεωσ ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω
38 But the righteous one will live by faith. If he shrinks back, my soul has no pleasure in him.”
38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39 ημεισ δε ουκ εσμεν υποστολησ εισ απωλειαν αλλα πιστεωσ εισ περιποιησιν ψυχησ
39 But we are not of those who shrink back to destruction, but of those who have faith to the saving of the soul.
39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Hebrews 8:5; Colossians 2:17; Hebrews 9:11; Hebrews 9:23; Hebrews 7:18–19
  2. 2 Isaiah 43:25; Micah 7:19; Psalm 103:12; Isaiah 44:22; Hebrews 9:13–14
  3. 3 Hebrews 9:7; Exodus 30:10; Leviticus 23:27–28; Leviticus 16:34; Leviticus 16:6–11
  4. 4 Hebrews 10:11; Isaiah 1:11–15; Micah 6:6–8; Romans 11:27; 1 John 3:5
  5. 5 Psalm 40:6–8; Isaiah 1:11; Isaiah 7:14; 1 Peter 2:24; Matthew 1:20–23
  6. 6 Hebrews 10:4; Matthew 3:17; Malachi 1:10; Leviticus 1:1–6; Psalm 147:11
  7. 7 Psalm 40:7–8; John 4:34; John 6:38; John 5:30; Hebrews 10:9–10
  8. 8 Hebrews 10:5; Mark 12:33
  9. 9 Hebrews 7:18–19; Hebrews 12:27–28; Hebrews 10:7; Hebrews 9:11–14; Hebrews 8:7–13
  10. 10 Hebrews 10:14; Hebrews 10:12; 1 Corinthians 6:11; Hebrews 7:27; John 17:19
  11. 11 Hebrews 10:4; Hebrews 5:1; Numbers 28:3; Psalm 50:8–13; Hebrews 7:27
  12. 12 Hebrews 1:3; Colossians 3:1; Romans 8:34; Hebrews 8:1; Acts 2:33–34
  13. 13 Hebrews 1:13; Psalm 110:1; Luke 20:43; 1 Corinthians 15:25; Mark 12:36
  14. 14 Hebrews 9:14; Hebrews 7:25; Hebrews 10:1; Hebrews 2:11; Romans 15:16
  15. 15 Hebrews 3:7; Revelation 2:11; Revelation 3:6; 2 Peter 1:21; John 15:26
  16. 16 Jeremiah 31:33–34; Hebrews 8:8–12; Romans 11:27
  17. 17 Hebrews 8:12; Jeremiah 31:34
  18. 18 Hebrews 10:2; Hebrews 10:14
  19. 19 Ephesians 2:18; Hebrews 9:12; Hebrews 4:16; Ephesians 3:12; Romans 5:2
  20. 20 John 14:6; John 10:9; Hebrews 9:3; Hebrews 9:8; Hebrews 6:19
  21. 21 Hebrews 2:17; Hebrews 4:14–16; Hebrews 6:20; Hebrews 8:1; Hebrews 3:1
  22. 22 Ezekiel 36:25; John 3:5; Ephesians 5:26; 1 Peter 3:21; 1 Corinthians 6:11
  23. 23 1 Thessalonians 5:24; 1 Corinthians 1:9; 2 Thessalonians 3:3; Hebrews 6:18; Titus 1:2
  24. 24 1 Thessalonians 5:11; 1 John 3:18; Hebrews 13:1; Galatians 5:13; Colossians 3:16
  25. 25 Acts 2:42; 1 Thessalonians 5:11; Matthew 18:20; Hebrews 3:13; Hebrews 10:24
  26. 26 2 Peter 2:20–22; Hebrews 6:4–6; John 9:41; Luke 12:47; Matthew 12:43–45
  27. 27 Isaiah 26:11; Zephaniah 1:18; Hebrews 2:3; Hebrews 9:27; Hebrews 12:25
  28. 28 Hebrews 2:2; Deuteronomy 19:15; Deuteronomy 17:2–13; 2 Corinthians 13:1; Deuteronomy 19:13
  29. 29 Ephesians 4:30; Hebrews 6:6; Isaiah 63:10; 1 Corinthians 11:27; Luke 12:10
  30. 30 Deuteronomy 32:35–36; Romans 12:19; Nahum 1:2; Psalm 50:4; 2 Corinthians 5:10
  31. 31 Matthew 10:28; Luke 12:5; Hebrews 12:29; Isaiah 33:14; Psalm 76:7
  32. 32 Hebrews 6:4; Galatians 3:3–4; 2 Timothy 4:7–8; 2 Timothy 2:3–13; Hebrews 12:4
  33. 33 1 Corinthians 4:9; Philippians 4:14; Isaiah 51:7; 2 Corinthians 12:10; Philippians 1:7
  34. 34 1 Peter 1:4; 2 Timothy 1:16; Matthew 6:19–20; James 1:2; Colossians 1:5
  35. 35 1 Corinthians 15:58; Galatians 6:8–10; Hebrews 3:6; Luke 14:14; Hebrews 11:26
  36. 36 Hebrews 12:1; Psalm 37:7; James 5:7–11; 1 Corinthians 13:7; Luke 21:19
  37. 37 James 5:7–9; Habakkuk 2:3–4; Luke 18:8; Isaiah 26:20; Isaiah 60:22
  38. 38 Galatians 3:11; Habakkuk 2:4; Romans 1:17; Psalm 85:8; Hebrews 6:4–6
  39. 39 1 John 5:5; 1 Peter 1:5; Mark 16:16; 2 Thessalonians 2:12–14; 1 Samuel 15:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:8 John Chrysostom, Homilies on Hebrews (Homily XVIII)

    In what has gone before he had shown that the sacrifices were unavailing for perfect purification, and were a type, and greatly defective. Since then there was this objection to his argument, If they are types, how is it that, after the truth is come, they have not ceased, nor given place, but are still performed?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  2. Quotes verse 10:32 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    … incur danger, or are deprived of their goods, but of these also, thus saying, "Call to remembrance the former days, in which after ye were illuminated ye endured a great fight of afflictions; partly whilst ye were made a gazing stock by reproaches, and afflictions." On this account then Christ hath appointed the reward also to be great.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 10:22 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    … one incorporeal for the incorporeal part, and the other bodily for the body: the water cleanses the body, and the Spirit seals the soul; that we may draw near unto God, having our heart sprinkled by the Spirit, and our body washed with pure water.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Quotes verse 10:29 Basil of Caesarea, On the Holy Spirit (Chapters XXVIII–XXIX)

    You hope to "reign with" Christ; but you "do despite unto the Spirit of grace" by assigning Him the rank of a slave and a subordinate.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)

  5. Quotes verse 10:37 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXIV)

    Hear him saying, "Yet a little while, and He that cometh will come, and will not tarry. The Lord is at hand, be careful for nothing;" and again, "The fashion of this world passeth away." For neither doth he command only, but also soothes, as a physician should.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)