RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι 1 As he went out of the temple, one of his disciples said to him, “Teacher, see what kind of stones and what kind of buildings!”
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 και ο ιησουσ αποκριθεισ ειπεν αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη λιθοσ επι λιθω οσ ου μη καταλυθη 2 Jesus said to him, “Do you see these great buildings? There will not be left here one stone on another, which will not be thrown down.”
2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
3 και καθημενου αυτου εισ το οροσ των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ιδιαν πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ 3 As he sat on the Mount of Olives opposite the temple, Peter, James, John, and Andrew asked him privately,
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι 4 “Tell us, when will these things be? What is the sign that these things are all about to be fulfilled?”
4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5 ο δε ιησουσ αποκριθεισ αυτοισ ηρξατο λεγειν βλεπετε μη τισ υμασ πλανηση 5 Jesus, answering, began to tell them, “Be careful that no one leads you astray.
5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και πολλουσ πλανησουσιν 6 For many will come in my name, saying, ‘I am he!’ and will lead many astray.
6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω το τελοσ 7 “When you hear of wars and rumors of wars, don’t be troubled. For those must happen, but the end is not yet.
7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται σεισμοι κατα τοπουσ και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα 8 For nation will rise against nation, and kingdom against kingdom. There will be earthquakes in various places. There will be famines and troubles. These things are the beginning of birth pains.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί.
9 βλεπετε δε υμεισ εαυτουσ παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ 9 “But watch yourselves, for they will deliver you up to councils. You will be beaten in synagogues. You will stand before rulers and kings for my sake, for a testimony to them.
9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 και εισ παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον 10 The Good News must first be preached to all the nations.
10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 οταν δε αγαγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε μηδε μελετατε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνευμα το αγιον 11 When they lead you away and deliver you up, don’t be anxious beforehand or premeditate what you will say, but say whatever will be given you in that hour. For it is not you who speak, but the Holy Spirit.
11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
12 παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ 12 “Brother will deliver up brother to death, and the father his child. Children will rise up against parents and cause them to be put to death.
12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται 13 You will be hated by all men for my name’s sake, but he who endures to the end will be saved.
13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν υπο δανιηλ του προφητου εστωσ οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη 14 “But when you see the abomination of desolation, spoken of by Daniel the prophet, standing where it ought not” (let the reader understand), “then let those who are in Judea flee to the mountains,
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
15 ο δε επι του δωματοσ μη καταβατω εισ την οικιαν μηδε εισελθετω αραι τι εκ τησ οικιασ αυτου 15 and let him who is on the housetop not go down, nor enter in, to take anything out of his house.
15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 και ο εισ τον αγρον ων μη επιστρεψατω εισ τα οπισω αραι το ιματιον αυτου 16 Let him who is in the field not return back to take his cloak.
16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ 17 But woe to those who are with child and to those who nurse babies in those days!
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ 18 Pray that your flight won’t be in the winter.
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19 εσονται γαρ αι ημεραι εκειναι θλιψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ησ εκτισεν ο θεοσ εωσ του νυν και ου μη γενηται 19 For in those days there will be oppression, such as there has not been the like from the beginning of the creation which God created until now, and never will be.
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 και ει μη κυριοσ εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ 20 Unless the Lord had shortened the days, no flesh would have been saved; but for the sake of the chosen ones, whom he picked out, he shortened the days.
20 καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας.
21 τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ιδου εκει μη πιστευετε 21 Then if anyone tells you, ‘Look, here is the Christ!’ or, ‘Look, there!’ don’t believe it.
21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε.
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον και τουσ εκλεκτουσ 22 For false christs and false prophets will arise and will show signs and wonders, that they may lead astray, if possible, even the chosen ones.
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23 υμεισ δε βλεπετε ιδου προειρηκα υμιν παντα 23 But you watch. “Behold, I have told you all things beforehand.
23 ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
24 αλλ εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ 24 But in those days, after that oppression, the sun will be darkened, the moon will not give its light,
24 Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστερεσ του ουρανου εσονται εκπιπτοντεσ και αι δυναμεισ αι εν τοισ ουρανοισ σαλευθησονται 25 the stars will be falling from the sky, and the powers that are in the heavens will be shaken.
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ 26 Then they will see the Son of Man coming in clouds with great power and glory.
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 και τοτε αποστελει τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρου γησ εωσ ακρου ουρανου 27 Then he will send out his angels, and will gather together his chosen ones from the four winds, from the ends of the earth to the ends of the sky.
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
28 απο δε τησ συκησ μαθετε την παραβολην οταν αυτησ ηδη ο κλαδοσ απαλοσ γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυσ το θεροσ εστιν 28 “Now from the fig tree, learn this parable. When the branch has now become tender and produces its leaves, you know that the summer is near;
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 ουτωσ και υμεισ οταν ταυτα ιδητε γινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ 29 even so you also, when you see these things coming to pass, know that it is near, at the doors.
29 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται 30 Most certainly I say to you, this generation will not pass away until all these things happen.
30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται.
31 ο ουρανοσ και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν 31 Heaven and earth will pass away, but my words will not pass away.
31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
32 περι δε τησ ημερασ εκεινησ η ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υιοσ ει μη ο πατηρ 32 “But of that day or that hour no one knows—not even the angels in heaven, nor the Son, but only the Father.
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιροσ εστιν 33 Watch, keep alert, and pray; for you don’t know when the time is.
33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ωσ ανθρωποσ αποδημοσ αφεισ την οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη 34 “It is like a man traveling to another country, having left his house and given authority to his servants, and to each one his work, and also commanded the doorkeeper to keep watch.
34 ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριοσ τησ οικιασ ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιασ η πρωι 35 Watch therefore, for you don’t know when the lord of the house is coming—whether at evening, or at midnight, or when the rooster crows, or in the morning;
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μη ελθων εξαιφνησ ευρη υμασ καθευδοντασ 36 lest, coming suddenly, he might find you sleeping.
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 α δε υμιν λεγω πασιν λεγω γρηγορειτε 37 What I tell you, I tell all: Watch!”
37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.