RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εξηλθεν εκειθεν και ηλθεν εισ την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου 1 He went out from there. He came into his own country, and his disciples followed him.
1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 και γενομενου σαββατου ηρξατο εν τη συναγωγη διδασκειν και πολλοι ακουοντεσ εξεπλησσοντο λεγοντεσ ποθεν τουτω ταυτα και τισ η σοφια η δοθεισα αυτω και δυναμεισ τοιαυται δια των χειρων αυτου γινονται 2 When the Sabbath had come, he began to teach in the synagogue, and many hearing him were astonished, saying, “Where did this man get these things?” and, “What is the wisdom that is given to this man, that such mighty works come about by his hands?
2 καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;
3 ουχ ουτοσ εστιν ο τεκτων ο υιοσ μαριασ αδελφοσ δε ιακωβου και ιωση και ιουδα και σιμωνοσ και ουκ εισιν αι αδελφαι αυτου ωδε προσ ημασ και εσκανδαλιζοντο εν αυτω 3 Isn’t this the carpenter, the son of Mary and brother of James, Joses, Judah, and Simon? Aren’t his sisters here with us?” So they were offended at him.
3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 ελεγεν δε αυτοισ ο ιησουσ οτι ουκ εστιν προφητησ ατιμοσ ει μη εν τη πατριδι αυτου και εν τοισ συγγενεσιν και εν τη οικια αυτου 4 Jesus said to them, “A prophet is not without honor, except in his own country, and among his own relatives, and in his own house.”
4 ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 και ουκ ηδυνατο εκει ουδεμιαν δυναμιν ποιησαι ει μη ολιγοισ αρρωστοισ επιθεισ τασ χειρασ εθεραπευσεν 5 He could do no mighty work there, except that he laid his hands on a few sick people and healed them.
5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε.
6 και εθαυμαζεν δια την απιστιαν αυτων και περιηγεν τασ κωμασ κυκλω διδασκων 6 He marveled because of their unbelief. He went around the villages teaching.
6 καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
7 και προσκαλειται τουσ δωδεκα και ηρξατο αυτουσ αποστελλειν δυο δυο και εδιδου αυτοισ εξουσιαν των πνευματων των ακαθαρτων 7 He called to himself the twelve, and began to send them out two by two; and he gave them authority over the unclean spirits.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8 και παρηγγειλεν αυτοισ ινα μηδεν αιρωσιν εισ οδον ει μη ραβδον μονον μη πηραν μη αρτον μη εισ την ζωνην χαλκον 8 He commanded them that they should take nothing for their journey, except a staff only: no bread, no wallet, no money in their purse,
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν,
9 αλλ υποδεδεμενουσ σανδαλια και μη ενδυσησθε δυο χιτωνασ 9 but to wear sandals, and not put on two tunics.
9 ἀλλ᾽ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας.
10 και ελεγεν αυτοισ οπου εαν εισελθητε εισ οικιαν εκει μενετε εωσ αν εξελθητε εκειθεν 10 He said to them, “Wherever you enter into a house, stay there until you depart from there.
10 καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν·
11 και οσοι αν μη δεξωνται υμασ μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εισ μαρτυριον αυτοισ αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοισ η γομορροισ εν ημερα κρισεωσ η τη πολει εκεινη 11 Whoever will not receive you nor hear you, as you depart from there, shake off the dust that is under your feet for a testimony against them. Assuredly, I tell you, it will be more tolerable for Sodom and Gomorrah in the day of judgment than for that city!”
11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
12 και εξελθοντεσ εκηρυσσον ινα μετανοησωσιν 12 They went out and preached that people should repent.
12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι,
13 και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλουσ αρρωστουσ και εθεραπευον 13 They cast out many demons, and anointed many with oil who were sick and healed them.
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 και ηκουσεν ο βασιλευσ ηρωδησ φανερον γαρ εγενετο το ονομα αυτου και ελεγεν οτι ιωαννησ ο βαπτιζων εκ νεκρων ηγερθη και δια τουτο ενεργουσιν αι δυναμεισ εν αυτω 14 King Herod heard this, for his name had become known, and he said, “John the Baptizer has risen from the dead, and therefore these powers are at work in him.”
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 αλλοι ελεγον οτι ηλιασ εστιν αλλοι δε ελεγον οτι προφητησ εστιν ωσ εισ των προφητων 15 But others said, “He is Elijah.” Others said, “He is a prophet, or like one of the prophets.”
15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν.
16 ακουσασ δε ηρωδησ ειπεν οτι ον εγω απεκεφαλισα ιωαννην ουτοσ εστιν αυτοσ ηγερθη εκ νεκρων 16 But Herod, when he heard this, said, “This is John, whom I beheaded. He has risen from the dead.”
16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
17 αυτοσ γαρ ο ηρωδησ αποστειλασ εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν 17 For Herod himself had sent out and arrested John and bound him in prison for the sake of Herodias, his brother Philip’s wife, for he had married her.
17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
18 ελεγεν γαρ ο ιωαννησ τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου 18 For John had said to Herod, “It is not lawful for you to have your brother’s wife.”
18 ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 η δε ηρωδιασ ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο 19 Herodias set herself against him and desired to kill him, but she couldn’t,
19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
20 ο γαρ ηρωδησ εφοβειτο τον ιωαννην ειδωσ αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσασ αυτου πολλα εποιει και ηδεωσ αυτου ηκουεν 20 for Herod feared John, knowing that he was a righteous and holy man, and kept him safe. When he heard him, he did many things, and he heard him gladly.
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 και γενομενησ ημερασ ευκαιρου οτε ηρωδησ τοισ γενεσιοισ αυτου δειπνον εποιει τοισ μεγιστασιν αυτου και τοισ χιλιαρχοισ και τοισ πρωτοισ τησ γαλιλαιασ 21 Then a convenient day came when Herod on his birthday made a supper for his nobles, the high officers, and the chief men of Galilee.
21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 και εισελθουσησ τησ θυγατροσ αυτησ τησ ηρωδιαδοσ και ορχησαμενησ και αρεσασησ τω ηρωδη και τοισ συνανακειμενοισ ειπεν ο βασιλευσ τω κορασιω αιτησον με ο εαν θελησ και δωσω σοι 22 When the daughter of Herodias herself came in and danced, she pleased Herod and those sitting with him. The king said to the young lady, “Ask me whatever you want, and I will give it to you.”
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.
23 και ωμοσεν αυτη οτι ο εαν με αιτησησ δωσω σοι εωσ ημισουσ τησ βασιλειασ μου 23 He swore to her, “Whatever you ask of me, I will give you, up to half of my kingdom.”
23 καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.
24 η δε εξελθουσα ειπεν τη μητρι αυτησ τι αιτησομαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιστου 24 She went out and said to her mother, “What shall I ask?” She said, “The head of John the Baptizer.”
24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
25 και εισελθουσα ευθεωσ μετα σπουδησ προσ τον βασιλεα ητησατο λεγουσα θελω ινα μοι δωσ εξαυτησ επι πινακι την κεφαλην ιωαννου του βαπτιστου 25 She came in immediately with haste to the king and requested, “I want you to give me right now the head of John the Baptizer on a platter.”
25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
26 και περιλυποσ γενομενοσ ο βασιλευσ δια τουσ ορκουσ και τουσ συνανακειμενουσ ουκ ηθελησεν αυτην αθετησαι 26 The king was exceedingly sorry, but for the sake of his oaths and of his dinner guests, he didn’t wish to refuse her.
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
27 και ευθεωσ αποστειλασ ο βασιλευσ σπεκουλατορα επεταξεν ενεχθηναι την κεφαλην αυτου 27 Immediately the king sent out a soldier of his guard and commanded to bring John’s head; and he went and beheaded him in the prison,
27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
28 ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτησ 28 and brought his head on a platter, and gave it to the young lady; and the young lady gave it to her mother.
28 ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 και ακουσαντεσ οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω 29 When his disciples heard this, they came and took up his corpse and laid it in a tomb.
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 και συναγονται οι αποστολοι προσ τον ιησουν και απηγγειλαν αυτω παντα και οσα εποιησαν και οσα εδιδαξαν 30 The apostles gathered themselves together to Jesus, and they told him all things, whatever they had done, and whatever they had taught.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 και ειπεν αυτοισ δευτε υμεισ αυτοι κατ ιδιαν εισ ερημον τοπον και αναπαυεσθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντεσ πολλοι και ουδε φαγειν ευκαιρουν 31 He said to them, “Come away into a deserted place, and rest awhile.” For there were many coming and going, and they had no leisure so much as to eat.
31 καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32 και απηλθον εισ ερημον τοπον τω πλοιω κατ ιδιαν 32 They went away in the boat to a deserted place by themselves.
32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον ἐν πλοίῳ κατ᾽ ἰδίαν.
33 και ειδον αυτουσ υπαγοντασ και επεγνωσαν αυτον πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτουσ και συνηλθον προσ αυτον 33 They saw them going, and many recognized him and ran there on foot from all the cities. They arrived before them and came together to him.
33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν.
34 και εξελθων ειδεν ο ιησουσ πολυν οχλον και εσπλαγχνισθη επ αυτοισ οτι ησαν ωσ προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτουσ πολλα 34 Jesus came out, saw a great multitude, and he had compassion on them because they were like sheep without a shepherd; and he began to teach them many things.
34 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 και ηδη ωρασ πολλησ γενομενησ προσελθοντεσ αυτω οι μαθηται αυτου λεγουσιν οτι ερημοσ εστιν ο τοποσ και ηδη ωρα πολλη 35 When it was late in the day, his disciples came to him and said, “This place is deserted, and it is late in the day.
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
36 απολυσον αυτουσ ινα απελθοντεσ εισ τουσ κυκλω αγρουσ και κωμασ αγορασωσιν εαυτοισ αρτουσ τι γαρ φαγωσιν ουκ εχουσιν 36 Send them away, that they may go into the surrounding country and villages and buy themselves bread, for they have nothing to eat.”
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
37 ο δε αποκριθεισ ειπεν αυτοισ δοτε αυτοισ υμεισ φαγειν και λεγουσιν αυτω απελθοντεσ αγορασωμεν δηναριων διακοσιων αρτουσ και δωμεν αυτοισ φαγειν 37 But he answered them, “You give them something to eat.” They asked him, “Shall we go and buy two hundred denarii worth of bread and give them something to eat?”
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;
38 ο δε λεγει αυτοισ ποσουσ αρτουσ εχετε υπαγετε και ιδετε και γνοντεσ λεγουσιν πεντε και δυο ιχθυασ 38 He said to them, “How many loaves do you have? Go see.” When they knew, they said, “Five, and two fish.”
38 ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε, καὶ δύο ἰχθύας.
39 και επεταξεν αυτοισ ανακλιναι παντασ συμποσια συμποσια επι τω χλωρω χορτω 39 He commanded them that everyone should sit down in groups on the green grass.
39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 και ανεπεσον πρασιαι πρασιαι ανα εκατον και ανα πεντηκοντα 40 They sat down in ranks, by hundreds and by fifties.
40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
41 και λαβων τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν και κατεκλασεν τουσ αρτουσ και εδιδου τοισ μαθηταισ αυτου ινα παραθωσιν αυτοισ και τουσ δυο ιχθυασ εμερισεν πασιν 41 He took the five loaves and the two fish; and looking up to heaven, he blessed and broke the loaves, and he gave to his disciples to set before them, and he divided the two fish among them all.
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
42 και εφαγον παντεσ και εχορτασθησαν 42 They all ate and were filled.
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 και ηραν κλασματων δωδεκα κοφινουσ πληρεισ και απο των ιχθυων 43 They took up twelve baskets full of broken pieces and also of the fish.
43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
44 και ησαν οι φαγοντεσ τουσ αρτουσ πεντακισχιλιοι ανδρεσ 44 Those who ate the loaves were five thousand men.
44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
45 και ευθεωσ ηναγκασεν τουσ μαθητασ αυτου εμβηναι εισ το πλοιον και προαγειν εισ το περαν προσ βηθσαιδαν εωσ αυτοσ απολυση τον οχλον 45 Immediately he made his disciples get into the boat and go ahead to the other side, to Bethsaida, while he himself sent the multitude away.
45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον·
46 και αποταξαμενοσ αυτοισ απηλθεν εισ το οροσ προσευξασθαι 46 After he had taken leave of them, he went up the mountain to pray.
46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 και οψιασ γενομενησ ην το πλοιον εν μεσω τησ θαλασσησ και αυτοσ μονοσ επι τησ γησ 47 When evening had come, the boat was in the middle of the sea, and he was alone on the land.
47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 και ειδεν αυτουσ βασανιζομενουσ εν τω ελαυνειν ην γαρ ο ανεμοσ εναντιοσ αυτοισ και περι τεταρτην φυλακην τησ νυκτοσ ερχεται προσ αυτουσ περιπατων επι τησ θαλασσησ και ηθελεν παρελθειν αυτουσ 48 Seeing them distressed in rowing, for the wind was contrary to them, about the fourth watch of the night he came to them, walking on the sea; and he would have passed by them,
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς.
49 οι δε ιδοντεσ αυτον περιπατουντα επι τησ θαλασσησ εδοξαν φαντασμα ειναι και ανεκραξαν 49 but they, when they saw him walking on the sea, supposed that it was a ghost, and cried out;
49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν·
50 παντεσ γαρ αυτον ειδον και εταραχθησαν και ευθεωσ ελαλησεν μετ αυτων και λεγει αυτοισ θαρσειτε εγω ειμι μη φοβεισθε 50 for they all saw him and were troubled. But he immediately spoke with them and said to them, “Cheer up! It is I! Don’t be afraid.”
50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ εὐθέως ἐλάλησε μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 και ανεβη προσ αυτουσ εισ το πλοιον και εκοπασεν ο ανεμοσ και λιαν εκπερισσου εν εαυτοισ εξισταντο και εθαυμαζον 51 He got into the boat with them; and the wind ceased, and they were very amazed among themselves, and marveled;
51 καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτούς, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον.
52 ου γαρ συνηκαν επι τοισ αρτοισ ην γαρ αυτων η καρδια πεπωρωμενη 52 for they hadn’t understood about the loaves, but their hearts were hardened.
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾽ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 και διαπερασαντεσ ηλθον επι την γην γεννησαρετ και προσωρμισθησαν 53 When they had crossed over, they came to land at Gennesaret and moored to the shore.
53 Καὶ διαπεράσαντες ἀπῆλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 και εξελθοντων αυτων εκ του πλοιου ευθεωσ επιγνοντεσ αυτον 54 When they had come out of the boat, immediately the people recognized him,
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτὸν
55 περιδραμοντεσ ολην την περιχωρον εκεινην ηρξαντο επι τοισ κραββατοισ τουσ κακωσ εχοντασ περιφερειν οπου ηκουον οτι εκει εστιν 55 and ran around that whole region, and began to bring those who were sick on their mats to where they heard he was.
55 περιέδραμον ὅλην τὴν περίχωρον ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι·
56 και οπου αν εισεπορευετο εισ κωμασ η πολεισ η αγρουσ εν ταισ αγοραισ ετιθουν τουσ ασθενουντασ και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηπτοντο αυτου εσωζοντο 56 Wherever he entered—into villages, or into cities, or into the country—they laid the sick in the marketplaces and begged him that they might just touch the fringe of his garment; and as many as touched him were made well.
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο.