RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν εκεινω τω καιρω επορευθη ο ιησουσ τοισ σαββασιν δια των σποριμων οι δε μαθηται αυτου επεινασαν και ηρξαντο τιλλειν σταχυασ και εσθιειν 1 At that time, Jesus went on the Sabbath day through the grain fields. His disciples were hungry and began to pluck heads of grain and to eat.
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2 οι δε φαρισαιοι ιδοντεσ ειπον αυτω ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν ποιειν εν σαββατω 2 But the Pharisees, when they saw it, said to him, “Behold, your disciples do what is not lawful to do on the Sabbath.”
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.
3 ο δε ειπεν αυτοισ ουκ ανεγνωτε τι εποιησεν δαυιδ οτε επεινασεν αυτοσ και οι μετ αυτου 3 But he said to them, “Haven’t you read what David did when he was hungry, and those who were with him:
3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
4 πωσ εισηλθεν εισ τον οικον του θεου και τουσ αρτουσ τησ προθεσεωσ εφαγεν ουσ ουκ εξον ην αυτω φαγειν ουδε τοισ μετ αυτου ει μη τοισ ιερευσιν μονοισ 4 how he entered into God’s house and ate the show bread, which was not lawful for him to eat, nor for those who were with him, but only for the priests?
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι;
5 η ουκ ανεγνωτε εν τω νομω οτι τοισ σαββασιν οι ιερεισ εν τω ιερω το σαββατον βεβηλουσιν και αναιτιοι εισιν 5 Or have you not read in the law that on the Sabbath day the priests in the temple profane the Sabbath and are guiltless?
5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;
6 λεγω δε υμιν οτι του ιερου μειζον εστιν ωδε 6 But I tell you that one greater than the temple is here.
6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
7 ει δε εγνωκειτε τι εστιν ελεον θελω και ου θυσιαν ουκ αν κατεδικασατε τουσ αναιτιουσ 7 But if you had known what this means, ‘I desire mercy, and not sacrifice,’ you wouldn’t have condemned the guiltless.
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 κυριοσ γαρ εστιν του σαββατου ο υιοσ του ανθρωπου 8 For the Son of Man is Lord of the Sabbath.”
8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
9 και μεταβασ εκειθεν ηλθεν εισ την συναγωγην αυτων 9 He departed from there and went into their synagogue.
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10 και ιδου ανθρωποσ ην την χειρα εχων ξηραν και επηρωτησαν αυτον λεγοντεσ ει εξεστιν τοισ σαββασιν θεραπευειν ινα κατηγορησωσιν αυτου 10 And behold, there was a man with a withered hand. They asked him, “Is it lawful to heal on the Sabbath day?” so that they might accuse him.
10 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 ο δε ειπεν αυτοισ τισ εσται εξ υμων ανθρωποσ οσ εξει προβατον εν και εαν εμπεση τουτο τοισ σαββασιν εισ βοθυνον ουχι κρατησει αυτο και εγερει 11 He said to them, “What man is there among you who has one sheep, and if this one falls into a pit on the Sabbath day, won’t he grab on to it and lift it out?
11 ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12 ποσω ουν διαφερει ανθρωποσ προβατου ωστε εξεστιν τοισ σαββασιν καλωσ ποιειν 12 Of how much more value then is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath day.”
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.
13 τοτε λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη υγιησ ωσ η αλλη 13 Then he told the man, “Stretch out your hand.” He stretched it out; and it was restored whole, just like the other.
13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
14 οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντεσ οπωσ αυτον απολεσωσιν 14 But the Pharisees went out and conspired against him, how they might destroy him.
14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
15 ο δε ιησουσ γνουσ ανεχωρησεν εκειθεν και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτουσ παντασ 15 Jesus, perceiving that, withdrew from there. Great multitudes followed him; and he healed them all,
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
16 και επετιμησεν αυτοισ ινα μη φανερον αυτον ποιησωσιν 16 and commanded them that they should not make him known,
16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν,
17 οπωσ πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντοσ 17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying,
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
18 ιδου ο παισ μου ον ηρετισα ο αγαπητοσ μου εισ ον ευδοκησεν η ψυχη μου θησω το πνευμα μου επ αυτον και κρισιν τοισ εθνεσιν απαγγελει 18 “Behold, my servant whom I have chosen, my beloved in whom my soul is well pleased. I will put my Spirit on him. He will proclaim justice to the nations.
18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ·
19 ουκ ερισει ουδε κραυγασει ουδε ακουσει τισ εν ταισ πλατειαισ την φωνην αυτου 19 He will not strive, nor shout, neither will anyone hear his voice in the streets.
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 καλαμον συντετριμμενον ου κατεαξει και λινον τυφομενον ου σβεσει εωσ αν εκβαλη εισ νικοσ την κρισιν 20 He won’t break a bruised reed. He won’t quench a smoking flax, until he leads justice to victory.
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν·
21 και τω ονοματι αυτου εθνη ελπιουσιν 21 In his name, the nations will hope.”
21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
22 τοτε προσηνεχθη αυτω δαιμονιζομενοσ τυφλοσ και κωφοσ και εθεραπευσεν αυτον ωστε τον τυφλον και κωφον και λαλειν και βλεπειν 22 Then one possessed by a demon, blind and mute, was brought to him; and he healed him, so that the blind and mute man both spoke and saw.
22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν·
23 και εξισταντο παντεσ οι οχλοι και ελεγον μητι ουτοσ εστιν ο υιοσ δαυιδ 23 All the multitudes were amazed, and said, “Can this be the son of David?”
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ;
24 οι δε φαρισαιοι ακουσαντεσ ειπον ουτοσ ουκ εκβαλλει τα δαιμονια ει μη εν τω βεελζεβουλ αρχοντι των δαιμονιων 24 But when the Pharisees heard it, they said, “This man does not cast out demons except by Beelzebul, the prince of the demons.”
24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰμὴ ἐν [τῷ] Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων.
25 ειδωσ δε ο ιησουσ τασ ενθυμησεισ αυτων ειπεν αυτοισ πασα βασιλεια μερισθεισα καθ εαυτησ ερημουται και πασα πολισ η οικια μερισθεισα καθ εαυτησ ου σταθησεται 25 Knowing their thoughts, Jesus said to them, “Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself will not stand.
25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτὴν οὐ σταθήσεται.
26 και ει ο σατανασ τον σαταναν εκβαλλει εφ εαυτον εμερισθη πωσ ουν σταθησεται η βασιλεια αυτου 26 If Satan casts out Satan, he is divided against himself. How then will his kingdom stand?
26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 και ει εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο αυτοι υμων εσονται κριται 27 If I by Beelzebul cast out demons, by whom do your children cast them out? Therefore they will be your judges.
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 ει δε εν πνευματι θεου εγω εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμασ η βασιλεια του θεου 28 But if I by the Spirit of God cast out demons, then God’s Kingdom has come upon you.
28 εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
29 η πωσ δυναται τισ εισελθειν εισ την οικιαν του ισχυρου και τα σκευη αυτου διαρπασαι εαν μη πρωτον δηση τον ισχυρον και τοτε την οικιαν αυτου διαρπασει 29 Or how can one enter into the house of the strong man and plunder his goods, unless he first bind the strong man? Then he will plunder his house.
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
30 ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει 30 “He who is not with me is against me, and he who doesn’t gather with me, scatters.
30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
31 δια τουτο λεγω υμιν πασα αμαρτια και βλασφημια αφεθησεται τοισ ανθρωποισ η δε του πνευματοσ βλασφημια ουκ αφεθησεται τοισ ανθρωποισ 31 Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven men.
31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις·
32 και οσ εαν ειπη λογον κατα του υιου του ανθρωπου αφεθησεται αυτω οσ δ αν ειπη κατα του πνευματοσ του αγιου ουκ αφεθησεται αυτω ουτε εν τω νυν αιωνι ουτε εν τω μελλοντι 32 Whoever speaks a word against the Son of Man, it will be forgiven him; but whoever speaks against the Holy Spirit, it will not be forgiven him, either in this age, or in that which is to come.
32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
33 η ποιησατε το δενδρον καλον και τον καρπον αυτου καλον η ποιησατε το δενδρον σαπρον και τον καρπον αυτου σαπρον εκ γαρ του καρπου το δενδρον γινωσκεται 33 “Either make the tree good and its fruit good, or make the tree corrupt and its fruit corrupt; for the tree is known by its fruit.
33 Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34 γεννηματα εχιδνων πωσ δυνασθε αγαθα λαλειν πονηροι οντεσ εκ γαρ του περισσευματοσ τησ καρδιασ το στομα λαλει 34 You offspring of vipers, how can you, being evil, speak good things? For out of the abundance of the heart, the mouth speaks.
34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
35 ο αγαθοσ ανθρωποσ εκ του αγαθου θησαυρου εκβαλλει αγαθα και ο πονηροσ ανθρωποσ εκ του πονηρου θησαυρου εκβαλλει πονηρα 35 The good man out of his good treasure brings out good things, and the evil man out of his evil treasure brings out evil things.
35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36 λεγω δε υμιν οτι παν ρημα αργον ο εαν λαλησωσιν οι ανθρωποι αποδωσουσιν περι αυτου λογον εν ημερα κρισεωσ 36 I tell you that every idle word that men speak, they will give account of it in the day of judgment.
36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37 εκ γαρ των λογων σου δικαιωθηση και εκ των λογων σου καταδικασθηση 37 For by your words you will be justified, and by your words you will be condemned.”
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 τοτε απεκριθησαν τινεσ των γραμματεων και φαρισαιων λεγοντεσ διδασκαλε θελομεν απο σου σημειον ιδειν 38 Then certain of the scribes and Pharisees answered, “Teacher, we want to see a sign from you.”
38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 ο δε αποκριθεισ ειπεν αυτοισ γενεα πονηρα και μοιχαλισ σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου 39 But he answered them, “An evil and adulterous generation seeks after a sign, but no sign will be given to it but the sign of Jonah the prophet.
39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 ωσπερ γαρ ην ιωνασ εν τη κοιλια του κητουσ τρεισ ημερασ και τρεισ νυκτασ ουτωσ εσται ο υιοσ του ανθρωπου εν τη καρδια τησ γησ τρεισ ημερασ και τρεισ νυκτασ 40 For as Jonah was three days and three nights in the belly of the huge fish, so will the Son of Man be three days and three nights in the heart of the earth.
40 ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται [καὶ] ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41 ανδρεσ νινευιται αναστησονται εν τη κρισει μετα τησ γενεασ ταυτησ και κατακρινουσιν αυτην οτι μετενοησαν εισ το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε 41 The men of Nineveh will stand up in the judgment with this generation and will condemn it, for they repented at the preaching of Jonah; and behold, someone greater than Jonah is here.
41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
42 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα τησ γενεασ ταυτησ και κατακρινει αυτην οτι ηλθεν εκ των περατων τησ γησ ακουσαι την σοφιαν σολομωνοσ και ιδου πλειον σολομωνοσ ωδε 42 The Queen of the South will rise up in the judgment with this generation and will condemn it, for she came from the ends of the earth to hear the wisdom of Solomon; and behold, someone greater than Solomon is here.
42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 οταν δε το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και ουχ ευρισκει 43 “When an unclean spirit has gone out of a man, he passes through waterless places seeking rest, and doesn’t find it.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
44 τοτε λεγει επιστρεψω εισ τον οικον μου οθεν εξηλθον και ελθον ευρισκει σχολαζοντα σεσαρωμενον και κεκοσμημενον 44 Then he says, ‘I will return into my house from which I came;’ and when he has come back, he finds it empty, swept, and put in order.
44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα [καὶ] σεσαρωμένον καὶ κεκοσμημένον.
45 τοτε πορευεται και παραλαμβανει μεθ εαυτου επτα ετερα πνευματα πονηροτερα εαυτου και εισελθοντα κατοικει εκει και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων ουτωσ εσται και τη γενεα ταυτη τη πονηρα 45 Then he goes and takes with himself seven other spirits more evil than he is, and they enter in and dwell there. The last state of that man becomes worse than the first. Even so will it be also to this evil generation.”
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.
46 ετι δε αυτου λαλουντοσ τοισ οχλοισ ιδου η μητηρ και οι αδελφοι αυτου ειστηκεισαν εξω ζητουντεσ αυτω λαλησαι 46 While he was yet speaking to the multitudes, behold, his mother and his brothers stood outside, seeking to speak to him.
46 Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες λαλῆσαι αὐτῷ.
47 ειπεν δε τισ αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω εστηκασιν ζητουντεσ σοι λαλησαι 47 One said to him, “Behold, your mother and your brothers stand outside, seeking to speak to you.”
47 εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν.
48 ο δε αποκριθεισ ειπεν τω ειποντι αυτω τισ εστιν η μητηρ μου και τινεσ εισιν οι αδελφοι μου 48 But he answered him who spoke to him, “Who is my mother? Who are my brothers?”
48 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49 και εκτεινασ την χειρα αυτου επι τουσ μαθητασ αυτου ειπεν ιδου η μητηρ μου και οι αδελφοι μου 49 He stretched out his hand toward his disciples, and said, “Behold, my mother and my brothers!
49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
50 οστισ γαρ αν ποιηση το θελημα του πατροσ μου του εν ουρανοισ αυτοσ μου αδελφοσ και αδελφη και μητηρ εστιν 50 For whoever does the will of my Father who is in heaven, he is my brother, and sister, and mother.”
50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.