Skip to the text

Matthew · Byzantine Textform (Robinson-Pierpont 2018)

Matthew 8 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 καταβαντι δε αυτω απο του ορουσ ηκολουθησαν αυτω οχλοι πολλοι
1 When he came down from the mountain, great multitudes followed him.
1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 και ιδου λεπροσ ελθων προσεκυνει αυτω λεγων κυριε εαν θελησ δυνασαι με καθαρισαι
2 Behold, a leper came to him and worshiped him, saying, “Lord, if you want to, you can make me clean.”
2 Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3 και εκτεινασ την χειρα ηψατο αυτου ο ιησουσ λεγων θελω καθαρισθητι και ευθεωσ εκαθαρισθη αυτου η λεπρα
3 Jesus stretched out his hand and touched him, saying, “I want to. Be made clean.” Immediately his leprosy was cleansed.
3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 και λεγει αυτω ο ιησουσ ορα μηδενι ειπησ αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε το δωρον ο προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
4 Jesus said to him, “See that you tell nobody; but go, show yourself to the priest, and offer the gift that Moses commanded, as a testimony to them.”
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
5 εισελθοντι δε αυτω εισ καπερναουμ προσηλθεν αυτω εκατονταρχοσ παρακαλων αυτον
5 When he came into Capernaum, a centurion came to him, asking him for help,
5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
6 και λεγων κυριε ο παισ μου βεβληται εν τη οικια παραλυτικοσ δεινωσ βασανιζομενοσ
6 saying, “Lord, my servant lies in the house paralyzed, grievously tormented.”
6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 και λεγει αυτω ο ιησουσ εγω ελθων θεραπευσω αυτον
7 Jesus said to him, “I will come and heal him.”
7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 και αποκριθεισ ο εκατονταρχοσ εφη κυριε ουκ ειμι ικανοσ ινα μου υπο την στεγην εισελθησ αλλα μονον ειπε λογω και ιαθησεται ο παισ μου
8 The centurion answered, “Lord, I’m not worthy for you to come under my roof. Just say the word, and my servant will be healed.
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 και γαρ εγω ανθρωποσ ειμι υπο εξουσιαν εχων υπ εμαυτον στρατιωτασ και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει
9 For I am also a man under authority, having under myself soldiers. I tell this one, ‘Go,’ and he goes; and tell another, ‘Come,’ and he comes; and tell my servant, ‘Do this,’ and he does it.”
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 ακουσασ δε ο ιησουσ εθαυμασεν και ειπεν τοισ ακολουθουσιν αμην λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον
10 When Jesus heard it, he marveled and said to those who followed, “Most certainly I tell you, I haven’t found so great a faith, not even in Israel.
10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11 λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων
11 I tell you that many will come from the east and the west, and will sit down with Abraham, Isaac, and Jacob in the Kingdom of Heaven,
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οι δε υιοι τησ βασιλειασ εκβληθησονται εισ το σκοτοσ το εξωτερον εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
12 but the children of the Kingdom will be thrown out into the outer darkness. There will be weeping and gnashing of teeth.”
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 και ειπεν ο ιησουσ τω εκατονταρχη υπαγε και ωσ επιστευσασ γενηθητω σοι και ιαθη ο παισ αυτου εν τη ωρα εκεινη
13 Jesus said to the centurion, “Go your way. Let it be done for you as you have believed.” His servant was healed in that hour.
13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 και ελθων ο ιησουσ εισ την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν
14 When Jesus came into Peter’s house, he saw his wife’s mother lying sick with a fever.
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 και ηψατο τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ και ηγερθη και διηκονει αυτω
15 He touched her hand, and the fever left her. So she got up and served him.
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 οψιασ δε γενομενησ προσηνεγκαν αυτω δαιμονιζομενουσ πολλουσ και εξεβαλεν τα πνευματα λογω και παντασ τουσ κακωσ εχοντασ εθεραπευσεν
16 When evening came, they brought to him many possessed with demons. He cast out the spirits with a word, and healed all who were sick,
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
17 οπωσ πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντοσ αυτοσ τασ ασθενειασ ημων ελαβεν και τασ νοσουσ εβαστασεν
17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying, “He took our infirmities and bore our diseases.”
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
18 ιδων δε ο ιησουσ πολλουσ οχλουσ περι αυτον εκελευσεν απελθειν εισ το περαν
18 Now when Jesus saw great multitudes around him, he gave the order to depart to the other side.
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 και προσελθων εισ γραμματευσ ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη
19 A scribe came and said to him, “Teacher, I will follow you wherever you go.”
19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 και λεγει αυτω ο ιησουσ αι αλωπεκεσ φωλεουσ εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
20 Jesus said to him, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has nowhere to lay his head.”
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 ετεροσ δε των μαθητων αυτου ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου
21 Another of his disciples said to him, “Lord, allow me first to go and bury my father.”
21 Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 ο δε ιησουσ ειπεν αυτω ακολουθει μοι και αφεσ τουσ νεκρουσ θαψαι τουσ εαυτων νεκρουσ
22 But Jesus said to him, “Follow me, and leave the dead to bury their own dead.”
22 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 και εμβαντι αυτω εισ το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου
23 When he got into a boat, his disciples followed him.
23 Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 και ιδου σεισμοσ μεγασ εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτοσ δε εκαθευδεν
24 Behold, a violent storm came up on the sea, so much that the boat was covered with the waves; but he was asleep.
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
25 και προσελθοντεσ οι μαθηται ηγειραν αυτον λεγοντεσ κυριε σωσον ημασ απολλυμεθα
25 The disciples came to him and woke him up, saying, “Save us, Lord! We are dying!”
25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
26 και λεγει αυτοισ τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεισ επετιμησεν τοισ ανεμοισ και τη θαλασση και εγενετο γαληνη μεγαλη
26 He said to them, “Why are you fearful, O you of little faith?” Then he got up, rebuked the wind and the sea, and there was a great calm.
26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 οι δε ανθρωποι εθαυμασαν λεγοντεσ ποταποσ εστιν ουτοσ οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω
27 The men marveled, saying, “What kind of man is this, that even the wind and the sea obey him?”
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
28 και ελθοντι αυτω εισ το περαν εισ την χωραν των γεργεσηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια τησ οδου εκεινησ
28 When he came to the other side, into the country of the Gergesenes, two people possessed by demons met him there, coming out of the tombs, exceedingly fierce, so that nobody could pass that way.
28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 και ιδου εκραξαν λεγοντεσ τι ημιν και σοι ιησου υιε του θεου ηλθεσ ωδε προ καιρου βασανισαι ημασ
29 Behold, they cried out, saying, “What do we have to do with you, Jesus, Son of God? Have you come here to torment us before the time?”
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη
30 Now there was a herd of many pigs feeding far away from them.
30 ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 οι δε δαιμονεσ παρεκαλουν αυτον λεγοντεσ ει εκβαλλεισ ημασ επιτρεψον ημιν απελθειν εισ την αγελην των χοιρων
31 The demons begged him, saying, “If you cast us out, permit us to go away into the herd of pigs.”
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 και ειπεν αυτοισ υπαγετε οι δε εξελθοντεσ απηλθον εισ την αγελην των χοιρων και ιδου ωρμησεν πασα η αγελη των χοιρων κατα του κρημνου εισ την θαλασσαν και απεθανον εν τοισ υδασιν
32 He said to them, “Go!” They came out and went into the herd of pigs; and behold, the whole herd of pigs rushed down the cliff into the sea and died in the water.
32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 οι δε βοσκοντεσ εφυγον και απελθοντεσ εισ την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων
33 Those who fed them fled and went away into the city and told everything, including what happened to those who were possessed with demons.
33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 και ιδου πασα η πολισ εξηλθεν εισ συναντησιν τω ιησου και ιδοντεσ αυτον παρεκαλεσαν οπωσ μεταβη απο των οριων αυτων
34 Behold, all the city came out to meet Jesus. When they saw him, they begged that he would depart from their borders.
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 8:18; Matthew 4:25–5:1; Mark 3:7; Matthew 20:29; Luke 5:15
  2. 2 Mark 1:40–45; Matthew 15:25; Luke 17:12–19; Matthew 18:26; Acts 10:25
  3. 3 Psalm 33:9; Luke 5:13; Matthew 11:4–5; 2 Kings 5:14; Mark 1:41
  4. 4 Leviticus 14:2–32; Luke 5:14; Luke 17:14; Mark 7:36; Leviticus 13:2–46
  5. 5 Luke 7:1–10; Acts 27:43; Matthew 27:54; Acts 27:31; Acts 10:1–33
  6. 6 Matthew 4:24; Colossians 4:1; Acts 9:33; Colossians 3:11; Mark 2:3–12
  7. 7 Luke 7:6; Mark 5:23–24; Matthew 9:18–19
  8. 8 Psalm 107:20; Luke 7:6–7; Psalm 33:9; Mark 1:25–27; Matthew 8:3
  9. 9 Titus 2:9; Psalm 107:25–29; Psalm 119:91; Psalm 148:8; Luke 4:39
  10. 10 Luke 7:9; Matthew 15:28; Mark 6:6; Luke 7:50; Luke 5:20
  11. 11 Luke 13:28–29; Ephesians 3:6; Malachi 1:11; Galatians 3:28–29; Ephesians 2:11–14
  12. 12 Matthew 25:30; Luke 13:28; Matthew 21:43; Matthew 24:51; Matthew 13:42
  13. 13 Matthew 9:29–30; John 4:50; Mark 9:23; Matthew 15:28; Matthew 9:22
  14. 14 Luke 4:38–41; Mark 1:29–34; 1 Corinthians 9:5; Matthew 17:25; Hebrews 13:4
  15. 15 2 Kings 13:21; Mark 1:41; Luke 8:54; Luke 4:38–39; John 12:1–3
  16. 16 Exodus 15:26; Matthew 14:14; Mark 1:32–34; Acts 5:15; Matthew 12:22
  17. 17 Isaiah 53:4; 1 Peter 2:24; Matthew 1:22
  18. 18 Luke 8:22; Luke 4:42–43; Mark 4:35; John 6:15; Matthew 14:22
  19. 19 Luke 22:33–34; Luke 14:33; John 13:36–38; Luke 14:25–27; Mark 12:32–34
  20. 20 Psalm 84:3; Luke 2:7; Isaiah 53:2–3; Luke 2:16; Psalm 104:17
  21. 21 Luke 9:59–62; Matthew 19:29; Leviticus 21:11–12; Numbers 6:6–7; 1 Kings 19:20–21
  22. 22 Luke 15:32; Colossians 2:13; Ephesians 5:14; Ephesians 2:5; Ephesians 2:1
  23. 23 Luke 8:22–25; Mark 4:36–41; Luke 7:22; Matthew 9:1
  24. 24 Luke 8:23; Mark 4:37–38; Psalm 107:23–27; Jonah 1:4–5; Acts 27:14–38
  25. 25 Jonah 1:6; Mark 4:38–39; Psalm 44:22–23; 2 Chronicles 14:11; Isaiah 51:9–10
  26. 26 Isaiah 41:10–14; Psalm 65:7; Psalm 107:28–30; Psalm 89:9; Luke 8:24–25
  27. 27 Mark 7:37; Matthew 14:33; Mark 6:51; Mark 1:27; Matthew 15:31
  28. 28 Luke 8:26–39; Mark 5:1–20; Acts 10:38; Matthew 4:24; Genesis 15:21
  29. 29 Mark 1:24; Luke 4:34; James 2:19; Mark 5:7; Luke 8:28
  30. 30 Leviticus 11:7; Deuteronomy 14:8; Isaiah 65:3–4; Mark 5:11; Isaiah 66:3
  31. 31 Revelation 20:1–2; Mark 5:12; Revelation 12:12; Luke 8:30–33; Mark 5:7
  32. 32 Mark 5:13; Revelation 20:7; Acts 2:23; Luke 8:33; Acts 4:28
  33. 33 Luke 8:34–36; Mark 5:14–16; Acts 19:15–17
  34. 34 Acts 16:39; Luke 8:37–39; Luke 5:8; Mark 5:17–18; Job 21:14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 8:8 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XII)

    We have heard, as the Gospel was being read, the praise of our faith as manifested in humility. For when the Lord Jesus promised that He would go to the Centurion's house to heal His servant, He answered, "I am not worthy that Thou shouldest come under my roof: but speak the word only, and he shall be healed." By …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 8:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    The leper came unto Him "when He was come down from the mountain," but this centurion, "when He was entered into Capernaum." Wherefore then did neither the one nor the other go up into the mountain? Not out of remissness, for indeed the faith of them both was fervent, but in order not to interrupt His teaching.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 8:9 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VI)

    They maintain that he is the centurion mentioned in the Gospel, who addressed the Saviour in these words: "For I also am one having soldiers and servants under my authority; and whatsoever I command they do." They further hold that he will continue administering the affairs of the world as long as that is fitting and needful, and specially that …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 8:22 Augustine of Hippo, The City of God (Book V, Chapters 16–17)

    … of the gospel, by which the citizens of the heavenly city are delivered from divers errors and gathered together from divers wanderings, to whom his Lord has said, when anxious about the burial of his father, "Follow me, and let the dead bury their dead?" Regulus, in order not to break his oath, even with his most cruel enemies, returned …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 8:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    It was in this way that the centurion also said, "I am not fit that thou shouldest enter under my roof;" because of this, he became worthy, and was "marvelled at" above all Jews.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)