Skip to the text

Revelation · Byzantine Textform (Robinson-Pierpont 2018)

Revelation 19 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μετα ταυτα ηκουσα ωσ φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων αλληλουια η σωτηρια και η δυναμισ και η δοξα του θεου ημων
1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
2 οτι αληθιναι και δικαιαι αι κρισεισ αυτου οτι εκρινεν την πορνην την μεγαλην ητισ διεφθειρεν την γην εν τη πορνεια αυτησ και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειροσ αυτησ
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3 και δευτερον ειρηκεν αλληλουια και ο καπνοσ αυτησ αναβαινει εισ τουσ αιωνασ των αιωνων
3 καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4 και επεσον οι πρεσβυτεροι οι εικοσι τεσσαρεσ και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι του θρονου λεγοντεσ αμην αλληλουια
4 καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
5 και φωνη απο του θρονου εξηλθεν λεγουσα αινειτε τον θεον ημων παντεσ οι δουλοι αυτου και οι φοβουμενοι αυτον οι μικροι και οι μεγαλοι
5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 και ηκουσα ωσ φωνην οχλου πολλου και ωσ φωνην υδατων πολλων και ωσ φωνην βροντων ισχυρων λεγοντεσ αλληλουια οτι εβασιλευσεν κυριοσ ο θεοσ ημων ο παντοκρατωρ
6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
7 χαιρωμεν και αγαλλιωμεθα και δωμεν την δοξαν αυτω οτι ηλθεν ο γαμοσ του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην
7 χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8 και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον και καθαρον το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν
8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9 και λεγει μοι γραψον μακαριοι οι εισ το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι του θεου εισιν
9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
10 και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλοσ σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια του ιησου εστιν το πνευμα τησ προφητειασ
10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11 και ειδον τον ουρανον ανεωγμενον και ιδου ιπποσ λευκοσ και ο καθημενοσ επ αυτον καλουμενοσ πιστοσ και αληθινοσ και εν δικαιοσυνη κρινει και πολεμει
11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
12 οι δε οφθαλμοι αυτου φλοξ πυροσ και επι την κεφαλην αυτου διαδηματα πολλα εχων ονοματα γεγραμμενα και ονομα γεγραμμενον ο ουδεισ οιδεν ει μη αυτοσ
12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων [ὀνόματα γεγραμμένα, καὶ] ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 και περιβεβλημενοσ ιματιον βεβαμμενον αιματι και καλειται το ονομα αυτου ο λογοσ του θεου
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον [ἐν] αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
14 και τα στρατευματα τα εν τω ουρανω ηκολουθει αυτω επι ιπποισ λευκοισ ενδεδυμενοι βυσσινον λευκον καθαρον
14 καὶ τὰ στρατεύματα [τὰ] ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 και εκ του στοματοσ αυτου εκπορευεται ρομφαια διστομοσ οξεια ινα εν αυτη παταξη τα εθνη και αυτοσ ποιμανει αυτουσ εν ραβδω σιδηρα και αυτοσ πατει την ληνον του οινου του θυμου τησ οργησ του θεου του παντοκρατοροσ
15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα [δίστομος], ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον βασιλευσ βασιλεων και κυριοσ κυριων
16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 και ειδον αγγελον εστωτα εν τω ηλιω και εκραξεν φωνη μεγαλη λεγων πασιν τοισ ορνεοισ τοισ πετομενοισ εν μεσουρανηματι δευτε συναχθητε εισ το δειπνον το μεγα του θεου
17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 ινα φαγητε σαρκασ βασιλεων και σαρκασ χιλιαρχων και σαρκασ ισχυρων και σαρκασ ιππων και των καθημενων επ αυτων και σαρκασ παντων ελευθερων τε και δουλων και μικρων τε και μεγαλων
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων [τε] καὶ δούλων, καὶ μικρῶν [τε] καὶ μεγάλων.
19 και ειδον το θηριον και τουσ βασιλεισ τησ γησ και τα στρατευματα αυτων συνηγμενα ποιησαι πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματοσ αυτου
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 και επιασθη το θηριον και ο μετ αυτου ψευδοπροφητησ ο ποιησασ τα σημεια ενωπιον αυτου εν οισ επλανησεν τουσ λαβοντασ το χαραγμα του θηριου και τουσ προσκυνουντασ τη εικονι αυτου ζωντεσ εβληθησαν οι δυο εισ την λιμνην του πυροσ την καιομενην εν θειω
20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εξελθουση εκ του στοματοσ αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων
21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 7:10–12; Revelation 11:15; 1 Chronicles 29:11; Matthew 6:13; Revelation 5:9–13
  2. 2 Deuteronomy 32:43; Revelation 6:10; Revelation 18:20; Revelation 16:5–7; Deuteronomy 32:35
  3. 3 Isaiah 34:10; Revelation 18:18; Revelation 18:9; Jude 7; Revelation 14:11
  4. 4 Revelation 5:14; Nehemiah 8:6; Psalm 106:48; Psalm 89:52; Psalm 72:19
  5. 5 Psalm 134:1; Psalm 148:11–13; Psalm 150:6; Psalm 135:1; Revelation 7:15
  6. 6 Psalm 97:1; Revelation 14:2; Psalm 93:1; Psalm 29:3–9; Ezekiel 1:24
  7. 7 Revelation 21:9; Revelation 21:2; Revelation 19:9; Matthew 22:2; 2 Corinthians 11:2
  8. 8 Isaiah 61:10; Revelation 7:13–14; Ephesians 5:26–27; Psalm 132:9; Mark 9:3
  9. 9 Luke 14:15–16; Revelation 22:6; Matthew 22:2–4; Revelation 3:20; Revelation 1:19
  10. 10 Revelation 22:8–9; Acts 10:25–26; John 5:39; Hebrews 1:14; Exodus 34:14
  11. 11 Psalm 96:13; Isaiah 11:3–5; Psalm 98:9; Psalm 50:6; Revelation 6:2
  12. 12 Revelation 19:16; Luke 10:22; Matthew 11:27; Revelation 2:17–18; Revelation 1:14
  13. 13 John 1:1; Isaiah 63:1–6; John 1:14; Psalm 58:10; Revelation 14:20
  14. 14 Jude 14; Revelation 7:9; Revelation 17:14; Revelation 19:8; Revelation 19:11
  15. 15 Isaiah 63:2–6; Revelation 1:16; Revelation 2:27; 2 Thessalonians 2:8; Psalm 2:9
  16. 16 Revelation 17:14; 1 Timothy 6:15; Daniel 2:47; Philippians 2:9–11; Revelation 19:12–13
  17. 17 Revelation 19:21; Revelation 8:13; Jeremiah 12:9; Ezekiel 39:17–20; Isaiah 34:1–8
  18. 18 Ezekiel 39:18–20; Revelation 6:15; 1 Samuel 17:46; Deuteronomy 28:26; Jeremiah 16:4
  19. 19 Revelation 16:16; Revelation 16:14; Daniel 8:25; Revelation 18:9; Daniel 11:40–45
  20. 20 Revelation 20:10; Revelation 21:8; Revelation 20:14–15; Daniel 7:7–14; 2 Thessalonians 2:8–11
  21. 21 Revelation 19:11–15; Revelation 1:16; Revelation 19:17–19; Revelation 17:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 19:11–17 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVIII)

    And He hath upon His vesture and upon His thigh a name written, King of Kings and Lord of Lords." Thus does the Word of God always preserve the outlines, as it were, of things to come, and points out to men the various forms (species), as it were, of the dispensations of the Father, teaching us the things pertaining …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 19:10 Augustine of Hippo, Expositions on the Psalms (Psalm XCVII)

    … wonderful vision had been shown him, he trembled, and fell down at the Angel's feet; but that Angel, who sought not but the glory of God, said, "See thou do it not; for I am a fellow-servant of thee, and of thy brethren the prophets." What then, my brethren?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  3. Quotes verse 19:16 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XV–XVI)

    And further, if the Creator and Lord of all things is called also King of Kings and Lord of Lords and God of Gods, surely also the saints are gods and lords and kings.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Quotes verse 19:20 Irenaeus of Lyons, Against Heresies (Book V, Chapters XXVII–XXVIII)

    … person the apostasy, and accomplishes whatever he shall do according to his own will and choice, sitting also in the temple of God, so that his dupes may adore him as the Christ; wherefore also shall he deservedly "be cast into the lake of fire:" [this will happen according to divine appointment], God by His prescience foreseeing all this, and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)