Skip to the text

Sirach · Brenton's Greek Septuagint

Sirach 8 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Sirach is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
·
2 Μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλους γὰρ ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίας βασιλέων ἐξέκλινε.
·
3 Μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
·
4 Μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
·
5 Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.
·
6 Μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι.
·
7 Μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ, μνήσθητι ὅτι πάντες τελευτῶμεν.
·
8 Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου, ὅτι παρʼ αὐτῶν μαθήσῃ παιδείαν, καὶ λειτουργῆσαι μεγιστᾶσι.
·
9 Μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρʼ αὐτῶν μαθήσῃ σύνεσιν, καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
·
10 Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
·
11 Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
·
12 Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου·
·
13 Μὴ ἐγγυήσῃ ὑπὲρ δυναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε.
·
14 Μὴ δικάζου μετὰ κριτοῦ, κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
·
15 Μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
·
16 Μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ διαπορεύου μετʼ αὐτοῦ τὴν ἔρημον, ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεῖ σε.
·
17 Μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.
·
18 Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτὸν, οὐ γὰρ γινώσκεις τί τέξεται.
·
19 Παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
·