Skip to the text

Sirach · Brenton's Greek Septuagint

Sirach 30 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτῳ αὐτοῦ. 2 Ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, καὶ ἀναμέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται. 3 Ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται. 4 Ἐτελεύτησεν αὐτοῦ ὁ πατὴρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετʼ αὐτόν. 5 Ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη. 6 Ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. 7 Περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. 8 Ἵππος ἀδάμαστος ἀποβαίνει σκληρὸς, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 9 Τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιζον αὐτῷ καὶ λυπήσει σε. 10 Μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. 11 Μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι. 12 Θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. 13 Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐναὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ. 13a Καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. 13b Κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. ΠΕΡΙ ʼΥΓΙΕΙΑΣ. 14 Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. 15 Ὑγιεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. 16 Οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. 17 Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. 18 Ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ. 19 Τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου. 20 Βλέπων ἐν ἐν ὀφθαλμοῖς καὶ στενάζων, ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. 21 Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. 22 Εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. 23 Ἀγάπα τὴν ψυχήν σου, καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ. 24 Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. 25 Ὡς καλαμώμενος ὀπίσω τρυγητῶν, ἐν εὐλογίᾳ Κυρίου ἔφθασα, 26 καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. Κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. 27 Ακούσατέ μου μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε. 28 Ὑιῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου, καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. 29 Ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί· 30 κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 31 Ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων· μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 32 Ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ. 33 Χορτάσματα καί ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἱκέτῃ. 34 Ἔργασαι ἐν παιδὶ καὶ εὑρήσεις ἀνάπαυσιν, ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν. 35 Ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. 36 Ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. 37 Εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κᾂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 38 Καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκὶ, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 39 Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σὺ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. 40 Εἰ ἔστι σοι οἰκέτῃς, ἄγε αὐτὸν ὡς σεαυτὸν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ· ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 30:12 Augustine of Hippo, The City of God (Book XXII, Chapters 20–22)

    What mean pedagogues, masters, the birch, the strap, the cane, the schooling which Scripture says must be given a child, "beating him on the sides lest he wax stubborn," and it be hardly possible or not possible at all to subdue him?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 30:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LV)

    … spares it not, preserves." To which effect also a certain wise man said, "If thou beat thy son with a rod, he shall not die, but thou shalt deliver his soul from death." And again, "He that refresheth his son, shall bind up his wounds." This takes place in the camp also.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)