Skip to the text

Wisdom of Solomon · Brenton's Greek Septuagint

Wisdom of Solomon 18 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Wisdom of Solomon is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς, ὧν φωνὴν μὲν ἀκούοντες, μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὖν κᾀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον,
·
2 ὅτι δὲ οὐ βλάπτουσι προηδικημένοι, εὐχαριστοῦσι, καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
·
3 Ἀνθʼ ὧν πυριφλεγῆ στύλον, ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες.
·
4 Ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς, καὶ φυλακισθῆναι ἐν σκότει, οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, διʼ ὧν ἤμελλε τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.
·
5 Βουλευσαμένους δʼ αὐτοὺς τὰ τῶν ὁσιῶν ἀποκτεῖναι νήπια, καὶ ἑνὸς ἐκτεθέντος τέκνου, καὶ σωθέντος, εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων, καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.
·
6 Ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις, ἐπευθυμήσωσι.
·
7 Προσεδέχθη δὲ ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια.
·
8 Ὧς γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
·
9 Κρυφῇ γὰρ ἐθυσιαζον ὅσιοι παῖδες ἀγαθῶν, καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο, τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήψεσθαι τοὺς ἁγίους, πατέρων ἤδη προαναμελπόντων αἴνους.
·
10 Ἀντήχει δʼ ἀσύμφωνος ἐχθρῶν βοὴ, καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων.
·
11 Ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς, καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων.
·
12 Ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους, οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοὶ, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διεφθάρη.
·
13 Πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακίας, ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ, ὡμολόγησαν Θεοῦ υἱὸν λαὸν εἶναι.
·
14 Ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα, καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης,
·
15 ὁ παντοδύναμός σου λόγος ἀπʼ οὐρανῶν ἐκ θρόνων βασιλειῶν, ἀπότομος πολεμιστὴς, εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς, ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σον φέρων,
·
16 καὶ στὰς ἐπλήρωσε τὰ πάντα θανάτου· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δʼ ἐπὶ γῆς.
·
17 Τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶς ἐξετάραξαν αὐτοὺς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι
·
18 καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος, διʼ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν.
·
19 Οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς, τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες διʼ ὃ κακῶς πάσχουσιν, ἀπόλωνται.
·
20 Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους· ἀλλʼ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή.
·
21 Σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησε· τὸ τῆς ἰδίας λειτουργίας ὅπλον, προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας, ἀντέστη τῷ θυμῷ, καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ, δεικνὺς ὅτι σός ἐστι θεράπων.
·
22 Ἐνίκησε δὲ τὸν ὄχλον οὐκ ἰσχύϊ τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν, ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
·
23 Σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν, μεταξὺ στὰς, ἀνέκοψε τὴν ὀργὴν, καὶ διέσχισε τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
·
24 Ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
·
25 Τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δὲ ἐφοβήθησαν· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.
·

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 18:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily II)

    For consider what a thing it is to hear, how on the one side God from Heaven, arising "out of the royal thrones, leaped down " unto the earth, and even unto hell itself, and stood in the battle array; and how the devil on the other hand set himself in array against Him; or rather not against God unveiled, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)