1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν<, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι>. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον. 11 ὃς δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν αὐτόν Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ εἶπεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ δὲ ἀπεκρίνατο αὐτοῖς Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. 26 ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ. 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάνην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου· τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. 37 καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
John · Nestle Greek New Testament (1904)
John 5 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
Cross references (46)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 16:16; Exodus 23:14–17; Leviticus 23:2–4; Exodus 34:23; John 2:13
- 2 Nehemiah 12:39; Nehemiah 3:1; Isaiah 22:11; Nehemiah 3:32; John 19:13
- 3 Mark 3:1–4; Matthew 15:30; Luke 7:22; Zechariah 11:17; Lamentations 3:26
- 5 Acts 3:2; Luke 8:43; Mark 9:21; Luke 13:16; Acts 14:8
- 6 Luke 18:41; Hebrews 4:15; Hebrews 4:13; Isaiah 65:1; John 21:17
- 7 Psalm 72:12; Deuteronomy 32:36; 1 Corinthians 9:24; Psalm 142:4; 2 Corinthians 1:8–10
- 8 Luke 5:24; Matthew 9:6; Mark 2:11; Acts 9:34
- 9 Acts 3:7–8; John 9:14; Mark 3:2–4; Luke 13:10–16; Mark 5:41–42
- 10 Jeremiah 17:21; Luke 6:2; John 9:16; Mark 3:4; Luke 13:14
- 11 Mark 2:9–11; John 9:16
- 12 Matthew 21:23; Romans 10:2; Judges 6:29; 1 Samuel 14:38
- 13 Luke 4:30; Luke 24:31; John 8:59; John 14:9
- 14 John 8:11; Leviticus 26:23–24; Psalm 118:18; Nehemiah 9:28; Matthew 12:45
- 15 John 4:29; John 9:25; John 9:11–12; Mark 1:45; John 1:19
- 16 Acts 9:4–5; John 10:39; Mark 3:6; John 15:20; Matthew 12:13
- 17 John 9:4; John 14:10; Colossians 1:16; 1 Corinthians 12:6; Hebrews 1:3
- 18 John 10:30; John 10:33; John 19:7; John 8:58; John 14:23
- 19 John 12:49; John 8:28; John 14:10; John 10:18; John 5:28–30
- 20 John 3:35; Matthew 3:17; Proverbs 8:22–31; 2 Peter 1:17; John 15:15
- 21 Romans 8:11; Deuteronomy 32:39; John 11:25; Acts 26:8; Luke 7:14–15
- 22 John 5:27; Acts 17:31; 2 Corinthians 5:10; Matthew 28:18; Acts 10:42
- 23 1 John 2:23; Luke 10:16; Matthew 11:27; 2 John 9; John 15:23–24
- 24 John 3:36; 1 John 5:11–13; John 6:40; John 3:18; Romans 8:1
- 25 John 5:28; Ephesians 5:14; Ephesians 2:5; John 4:23; Colossians 2:13
- 26 John 11:26; John 1:4; John 14:6; Exodus 3:14; John 17:2–3
- 27 Acts 10:42; John 5:22; Acts 17:31; 1 Peter 3:22; Daniel 7:13–14
- 28 Revelation 20:12; 1 Thessalonians 4:14–17; Isaiah 26:19; John 11:24–25; Job 19:25–26
- 29 Daniel 12:2–3; Romans 2:6–10; Acts 24:15; Matthew 25:31–46; Luke 14:14
- 30 John 6:38; John 5:19; John 4:34; John 14:10; Matthew 26:39
- 31 Proverbs 27:2; John 8:54; Revelation 3:14; John 8:13–14
- 32 John 1:33; 1 John 5:6–9; John 8:17–18; Matthew 17:5; John 12:50
- 33 John 3:26–36; John 1:29–34; John 1:6–8; John 1:15–27
- 34 1 John 5:9; 1 Timothy 4:16; John 20:31; Luke 19:41–42; John 5:41
- 35 2 Peter 1:19; John 1:7–8; Matthew 11:11; Matthew 3:5–7; Luke 1:76–77
- 36 John 10:25; John 15:24; John 2:23; John 10:37–38; 1 John 5:9
- 37 John 8:18; Matthew 3:17; John 1:18; 1 Timothy 1:17; 1 Timothy 6:16
- 38 1 John 2:14; John 12:44–48; Deuteronomy 6:6–9; Proverbs 7:1–2; Isaiah 53:1–3
- 39 Luke 24:27; Luke 24:44; 2 Peter 1:19–21; Acts 26:22–23; Proverbs 8:33–34
- 40 John 3:19; John 1:11; Psalm 81:11; John 6:37; Matthew 23:37
- 41 John 7:18; John 8:50; John 5:44; John 5:34; 1 Thessalonians 2:6
- 42 1 John 4:20; 1 John 2:15; 1 John 3:17; John 2:25; Romans 8:7
- 43 Matthew 24:5; John 10:25; John 17:4–6; John 8:28–29; Hebrews 5:4–5
- 44 John 12:43; Romans 2:29; Philippians 2:3; Matthew 23:5; Romans 8:7–8
- 45 Romans 3:19–20; Galatians 3:10; Romans 2:12; 2 Corinthians 3:7–11; John 9:28–29
- 46 Deuteronomy 18:15; Deuteronomy 18:18–19; John 1:45; Luke 24:27; Numbers 24:17–18
- 47 Luke 16:31; Luke 16:29
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The lesson of the Gospel has just sounded in our ears, and made us intent to know what is the meaning of what has been read. This, I suppose, is looked for from me, this I promise, by the Lord's assistance, to explain as well as I can.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
John the evangelist, among his fellows and companions the other evangelists, received this special and peculiar gift from the Lord (on whose breast he reclined at the feast, hereby to signify that he was drinking deeper secrets from His inmost heart), to utter those things concerning the Son of God which may perhaps rouse the attentive minds of the little …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Great is the profit of the divine Scriptures, and all-sufficient is the aid which comes from them. And Paul declared this when he said, "Whatsoever things were written aforetime, were written aforetime for our admonition upon whom the ends of the world are come, that we through patience and comfort of the Scriptures might have hope." ( Rom. xv.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
But they cannot maintain this; otherwise their primary and original Ogdoad will be included in the number of Æons who suffered together. Moreover, there was also a certain other person healed by the Lord, after he had suffered for eight-and-thirty years: they ought therefore to affirm that the Æon who occupies the thirty-eighth place suffered.
… unto me, heal my soul, for I have sinned against Thee;" and not to abuse Thy goodness for a license to sin, but to remember the words of the Lord, "Behold, thou art made whole; sin no more, lest a worse thing come unto thee." All of which salutary advice they endeavour to destroy when they say, "The cause of …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)