1 καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. 2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάνην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἡλείας σὺν Μωϋσεῖ, καὶ ἦσαν συνλαλοῦντες τῷ Ἰησοῦ. 5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Ῥαββεί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἡλείᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ· ἔκφοβοι γὰρ ἐγένοντο. 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν. 9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συνζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἡλείαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ ἔφη αὐτοῖς Ἡλείας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἡλείας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν. 14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συνζητοῦντας πρὸς αὐτούς. 15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν αὐτούς Τί συνζητεῖτε πρὸς αὑτούς; 17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. 30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. 33 Καὶ ἦλθον εἰς Καφαρναούμ. Καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς Τί ἐν τῇ ὁδῷ διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς 37 Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. 38 Ἔφη αὐτῷ ὁ Ἰωάνης Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπεν Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν σκανδαλίσῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. 44 Not in this translation 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν. 46 Not in this translation 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
Mark · Nestle Greek New Testament (1904)
Mark 9 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
Cross references (48)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 9:27; Hebrews 2:9; Mark 13:30; Matthew 16:28; Luke 22:18
- 2 Luke 9:28–36; Matthew 17:1–8; Isaiah 33:17; Mark 5:37; Mark 14:33
- 3 Matthew 28:3; Daniel 7:9; Isaiah 1:18; Revelation 7:9; Psalm 104:1–2
- 4 Luke 9:30–31; Luke 24:44; Acts 3:21–24; Matthew 17:3–4; John 5:39
- 5 John 14:21–23; John 14:8–9; Psalm 84:10; Psalm 62:2–3; Revelation 22:3–4
- 6 Mark 16:5–8; Daniel 10:15–19; Revelation 1:17
- 7 2 Peter 1:17; Matthew 3:17; Luke 9:34–36; Mark 1:11; Hebrews 2:1
- 8 Luke 24:31; Acts 8:39–40; Acts 10:16; Luke 9:36
- 9 Matthew 17:9–13; Mark 5:43; Matthew 12:40; Matthew 27:63; Luke 24:46
- 10 Acts 17:18; John 2:19–22; John 16:17–19; Luke 18:33–34; Luke 24:7–8
- 11 Malachi 4:5; Malachi 3:1; Matthew 11:14; Mark 9:4; Matthew 17:10–11
- 12 Isaiah 53:1–12; Isaiah 50:6; Isaiah 52:14; Luke 1:16–17; Isaiah 40:3–5
- 13 Matthew 14:3–11; Matthew 17:12–13; Matthew 11:14; Luke 1:17; Acts 7:52
- 14 Luke 9:37–42; Matthew 17:14–20; Luke 11:53–54; Mark 2:6; Mark 12:14
- 15 Mark 9:2–3; Exodus 34:30
- 16 Luke 5:30–32; Mark 8:11
- 17 Mark 9:25; Luke 11:14; Luke 9:38; Mark 10:13; Mark 5:23
- 18 Mark 11:23; Mark 9:28–29; Luke 9:39–40; Matthew 17:19–20; Mark 9:20
- 19 Numbers 14:11; Luke 9:41; Psalm 106:21–25; Numbers 14:27; Matthew 17:17
- 20 Mark 1:26; Luke 4:35; 1 Peter 5:8; Luke 9:42; Mark 9:26
- 21 John 9:20–21; Acts 9:33; John 5:5–6; Mark 5:25; Luke 8:43
- 22 Mark 1:40–42; Matthew 15:22–28; Mark 5:19; Matthew 14:31; Matthew 8:2
- 23 John 11:40; Hebrews 11:6; Matthew 17:20; Mark 11:23; Matthew 21:21–22
- 24 Luke 17:5; Hebrews 12:2; Ephesians 2:8; 2 Thessalonians 1:11; 2 Thessalonians 1:3
- 25 Acts 16:18; Isaiah 35:5–6; Matthew 17:18; Mark 9:15; Luke 9:42
- 26 Mark 9:20; Mark 1:26; Exodus 5:23; Revelation 12:12; Mark 9:18
- 27 Mark 1:31; Acts 3:7; Mark 1:41; Mark 8:23; Mark 5:41
- 28 Matthew 17:19–20; Mark 7:17; Matthew 13:36; Matthew 13:10; Matthew 15:15
- 29 James 5:15; Daniel 9:3; Matthew 17:20; Ephesians 6:18; 2 Corinthians 12:8
- 30 Luke 9:43–45; Mark 6:31–32; Matthew 17:22–23; Matthew 27:22–23
- 31 Matthew 16:21; Mark 9:12; Mark 8:31; Luke 24:44–46; Matthew 20:18–19
- 32 Luke 18:34; John 16:19; Luke 9:45; Luke 2:50; John 12:16
- 33 Matthew 18:1–5; Hebrews 4:13; Luke 9:46–48; John 2:25; John 21:17
- 34 Mark 9:50; 1 Peter 5:3; Luke 22:24–30; Philippians 2:3–7; Luke 9:46–48
- 35 Matthew 20:25–28; Luke 22:26; Mark 10:42–45; Matthew 23:11; Luke 14:10–11
- 36 Mark 10:16; Matthew 18:2; Matthew 19:14–15
- 37 Matthew 18:3–5; Luke 10:16; Matthew 10:40–42; John 12:44–45; John 14:21–23
- 38 Luke 9:49–50; Numbers 11:26–29; Luke 11:19
- 39 1 Corinthians 12:3; 1 Corinthians 13:1–2; Philippians 1:18; Matthew 13:28–29; Matthew 7:22–23
- 40 Matthew 12:30; Luke 11:23
- 41 Matthew 10:42; Matthew 25:40
- 42 Matthew 18:6; Luke 17:1–2; Matthew 18:10; Matthew 25:45–46; Acts 26:11–14
- 43 Matthew 5:29–30; Matthew 18:8–9; Matthew 25:41; Hebrews 12:1; Matthew 5:22
- 45 Matthew 18:8; Matthew 5:22; Mark 9:43
- 47 Matthew 18:9; Matthew 5:28–29; Matthew 5:22; Mark 9:43; Psalm 119:37
- 48 Isaiah 66:24; Matthew 25:41; Mark 9:43–45
- 49 Leviticus 2:13; Ezekiel 43:24
- 50 Colossians 4:6; Romans 12:18; Matthew 5:13; 2 Corinthians 13:11; Hebrews 12:14
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, "into everlasting fire, where their worm shall not die, and the fire shall not be quenched."
… fire is not quenched." So, too, of the eye: "It is better for thee to enter into the kingdom of God with one eye, than having two eyes to be cast into hell fire: where their worm dieth not, and the fire is not quenched." He did not shrink from using the same words three times over in one passage.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For here He signified one actually against them, but there He points to one who in part is on their side: "For they cast out devils," it is said "in Thy name." But to me He seems here to be hinting also at the Jews, setting them on the devil's side.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Nay, even if thou be faithless, or of little faith, the Lord is loving unto man; He condescends to thee on thy repentance: only on thy part say with honest mind, Lord, I believe, help thou mine unbelief.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… note how, whenever He instructs us about His Father, He is in the habit of using terms of personal authority, saying, "I will; be thou clean;" and "Peace, be still;" and "But I say unto you;" and "Thou dumb and deaf spirit, I charge thee;" and all other expressions of the same kind, in order that by these we may …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)