1◆ Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 2◆ Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν. καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3◆ ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4◆ λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπαυτοφώρῳ μοιχευομένη. 5◆ ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6◆ τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν· 7◆ ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνάκυψας εἶπε πρὸς αὐτοὺς, Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω. 8◆ καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9◆ οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεῖς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα. 10◆ ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ, Ἡ γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; 11◆ ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.> 12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. 19 ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 21 Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν οὖν ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. 39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἕνα Πατέρα ἔχομεν τὸν Θεόν. 42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. 48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
John · Nestle Greek New Testament (1904)
John 8 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
Cross references (55)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Matthew 21:1; Mark 11:1; Luke 19:37
- 2 Matthew 26:55; Luke 21:37; Luke 4:20; Matthew 5:1–2; Luke 5:3
- 5 Leviticus 20:10; Deuteronomy 22:21–24; Ezekiel 16:38–40; Matthew 5:17; Matthew 19:6–8
- 6 Jeremiah 17:13; Luke 10:25; Psalm 38:12–14; Ecclesiastes 3:7; Amos 5:10
- 7 Matthew 7:1–5; Romans 2:21–25; Romans 2:1–3; Matthew 23:25–28; Deuteronomy 17:6–7
- 9 Ecclesiastes 7:22; Romans 2:15; 1 John 3:20; Genesis 42:21–22; Romans 2:22
- 10 Isaiah 41:11–12
- 11 John 3:17; John 5:14; Isaiah 1:16–18; John 8:15; Luke 15:7
- 12 John 12:46; John 9:5; John 12:35; Matthew 5:14; Job 33:28
- 13 John 5:31–47
- 14 John 16:28; John 13:3; John 8:42; John 14:10; Numbers 12:3
- 15 1 Samuel 16:7; John 12:47; John 3:17; John 7:24; Romans 2:1
- 16 John 8:29; Acts 17:31; Isaiah 32:1–2; 1 Samuel 16:7; John 16:32
- 17 Deuteronomy 19:15; Deuteronomy 17:6; Hebrews 10:28; Matthew 18:16; Galatians 3:24
- 18 John 8:58; Revelation 1:17–18; John 8:38; John 8:12; John 8:51
- 19 John 8:54–55; John 16:3; John 14:6–9; 2 Corinthians 4:4–6; Matthew 11:25
- 20 John 7:30; John 7:8; Mark 12:41; Mark 12:43; John 7:44
- 21 John 7:34; John 8:24; 1 Corinthians 15:17–18; John 13:33; Ezekiel 3:18–19
- 22 Psalm 22:6; John 8:52; John 8:48; Psalm 31:18; Hebrews 12:3
- 23 John 3:31; 1 John 2:15–16; John 17:14; John 17:16; 1 John 4:5–6
- 24 John 3:36; Mark 16:16; John 3:18; Hebrews 10:26–29; Hebrews 12:25
- 25 John 5:17–29; John 8:12; John 1:22; Luke 22:67; John 19:9
- 26 John 15:15; John 12:47–50; John 8:40; John 7:28; John 17:8
- 27 Isaiah 6:9; Isaiah 59:10; Romans 11:7–10; John 8:43; John 8:47
- 28 John 5:19; John 5:30; John 6:38; John 12:49–50; John 3:14
- 29 John 6:38; John 16:32; John 15:10; John 5:30; John 4:34
- 30 John 7:31; John 2:23; John 6:14; John 11:45; John 10:42
- 31 2 John 9; John 15:4–9; 2 Timothy 3:14; 1 Timothy 4:16; James 1:25
- 32 Romans 8:2; John 8:36; John 17:17; 1 Peter 2:16; John 14:6
- 33 Matthew 3:9; John 8:39; Nehemiah 5:4–8; Nehemiah 9:27–28; John 8:37
- 34 Romans 6:16; 2 Peter 2:19; Proverbs 5:22; 1 John 3:8–10; Romans 6:12
- 35 Galatians 4:4–7; Luke 15:31; Genesis 21:10; Romans 8:15–17; Galatians 4:30–31
- 36 2 Corinthians 3:17; Galatians 5:1; Romans 8:2; John 8:31–32; Luke 4:18
- 37 1 Corinthians 2:14; John 8:45–47; Romans 9:7; John 7:1; John 8:59
- 38 John 5:19; John 8:44; John 5:30; John 8:41; John 12:49–50
- 39 Galatians 3:7; Romans 9:7; John 8:37; Romans 2:28–29; Matthew 5:45
- 40 John 8:26; Galatians 4:29; Galatians 4:16; Revelation 12:12–13; Psalm 37:32
- 41 Isaiah 64:8; Isaiah 63:16; John 8:38; John 8:44; Malachi 2:11
- 42 John 12:49; John 14:10; John 17:8; John 17:25; John 15:23–24
- 43 Romans 8:7–8; John 12:39–40; John 7:17; John 5:43; Proverbs 28:5
- 44 Acts 13:10; 1 John 3:12; 1 John 3:8–10; 2 Corinthians 11:3; Revelation 12:9
- 45 2 Timothy 4:3–4; John 7:7; John 18:37; 2 Thessalonians 2:10; John 3:19–20
- 46 Hebrews 4:15; John 16:8; Matthew 21:25; 1 Peter 2:22; John 8:7
- 47 John 10:26–27; 2 John 9; John 18:37; John 6:45–46; 1 John 3:10
- 48 John 7:20; John 8:52; James 2:19; Matthew 10:25; John 10:20
- 49 1 Peter 2:23; Philippians 2:6–11; John 11:4; John 8:29; John 13:31–32
- 50 John 5:41; John 8:54; John 7:18; John 5:20–23; John 12:47–48
- 51 John 11:25–26; John 5:24; John 3:15–16; John 6:50; John 15:20
- 52 Hebrews 2:9; John 8:51; John 8:48; John 9:24; Zechariah 1:5–6
- 53 John 4:12; Hebrews 7:1–7; Romans 9:5; Isaiah 9:6; John 10:33
- 54 Proverbs 25:27; John 8:50; 2 Peter 1:17; Psalm 110:1–4; 2 Corinthians 10:18
- 55 John 8:19; John 7:28–29; John 8:44; Matthew 11:27; Revelation 3:9
- 56 Hebrews 11:13; Genesis 22:18; Galatians 3:7–9; Matthew 13:17; John 8:39
- 58 Exodus 3:14; Colossians 1:17; John 17:5; John 1:1–2; Isaiah 44:6
- 59 John 11:8; John 10:39–40; John 10:30–33; Leviticus 24:16; Luke 4:29–30
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
Why does my Bible say something different?
- John 7:53–8:11: the woman taken in adultery
The story of the woman brought to Jesus, “He that is without sin among you, let him first cast a stone,” is missing from the earliest Greek manuscripts of John and wanders to other places in some later ones. Yet it was known in the early Church, is printed in the Patriarchal Text, and is read in Orthodox services. Most scholars think it is a genuine early tradition that was not originally part of John.
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Ye know well, Beloved, that we all have One Master, and are fellow disciples under Him. Nor are we your masters, because we speak to you from this higher spot; but He is the Master of all, who dwelleth in us all.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
What we have just heard and attentively received, as the holy Gospel was being read, I doubt not that all of us have also endeavored to understand, and that each of us according to his measure apprehended what he could of so great a matter as that which has been read; and while the bread of the word is laid …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Oh the folly of the Jews! seeking Him as they did before the Passover, and then having found Him in the midst of them, and having often attempted to take Him by their own or by others' hands without being able; they were not even so awed by His power, but set themselves to their wickedness, and desisted not.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
For when the Lord said to them, "Your father Abraham rejoiced to see My day; and he saw it, and was glad," they answered Him, "Thou art not yet fifty years old, and hast Thou seen Abraham?" Now, such language is fittingly applied to one who has already passed the age of forty, without having as yet reached his fiftieth …
The same is Thy Word, which is also "the Beginning," because also It speaketh unto us. Thus, in the gospel He speaketh through the flesh; and this sounded outwardly in the ears of men, that it might be believed and sought inwardly, and that it might be found in the eternal Truth, where the good and only Master teacheth all …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)