Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ανηρ δε τις εν καισαρεια ονοματι κορνηλιος, εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης,
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου, ποιων τε ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος,
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
3 ειδεν εν οραματι φανερως ωσει ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω· κορνηλιε.
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
4 ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν· τι εστιν, κυριε; ειπεν δε αυτω· αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον ενωπιον του θεου.
4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 και νυν πεμψον εις ιοππην ανδρας και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον·
5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
6 ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει, ω εστιν οικια παρα θαλασσαν.
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7 ως δε απηλθεν ο αγγελος ο λαλων τω κορνηλιω, φωνησας δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω,
7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 και εξηγησαμενος αυτοις απαντα, απεστειλεν αυτους εις την ιοππην.
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
10 εγενετο δε προσπεινος και ηθελεν γευσασθαι· παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασις,
10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις,
11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευος τι ως οθονην μεγαλην, τεσσαρσιν αρχαις δεδεμενον και καθιεμενον επι της γης,
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
12 εν ω υπηρχεν παντα τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου.
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 και εγενετο φωνη προς αυτον· αναστας, πετρε, θυσον και φαγε.
13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 ο δε πετρος ειπεν· μηδαμως, κυριε· οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον.
14 ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 και φωνη παλιν εκ δευτερου προς αυτον· α ο θεος εκαθαρισεν συ μη κοινου.
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
16 τουτο δε εγενετο επι τρις, και παλιν ανεληφθη το σκευος εις τον ουρανον.
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν, και ιδου οι ανδρες οι απεσταλμενοι απο του κορνηλιου διερωτησαντες την οικιαν σιμωνος επεστησαν επι τον πυλωνα,
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 και φωνησαντες επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται.
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
19 του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν αυτω το πνευμα· ιδου ανδρες [τρεις] ζητουσιν σε·
19 τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες [τρεῖς] ζητοῦσί σε·
20 αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος, διοτι εγω απεσταλκα αυτους.
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 καταβας δε πετρος προς τους ανδρας ειπεν· ιδου εγω ειμι ον ζητειτε· τις η αιτια δι ην παρεστε;
21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;
22 οι δε ειπον· κορνηλιος εκατονταρχης, ανηρ δικαιος και φοβουμενος τον θεον, μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων, εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου.
22 οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23 εισκαλεσαμενος ουν αυτους εξενισεν. τη δε επαυριον αναστας εξηλθεν συν αυτοις, και τινες των αδελφων των απο [της] ιοππης συνηλθον αυτω,
23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ [τῆς] Ἰόππης συνῆλθον αὐτῷ,
24 και τη επαυριον εισηλθον εις την καισαρειαν. ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους.
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 ως δε εγενετο του εισελθειν τον πετρον, συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 ο δε πετρος αυτον ηγειρεν λεγων· αναστηθι· καγω αυτος ανθρωπος ειμι.
26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
27 και συνομιλων αυτω εισηλθεν, και ευρισκει συνεληλυθοτας πολλους,
27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28 εφη τε προς αυτους· υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω· και εμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον·
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 διο και αναντιρρητως ηλθον μεταπεμφθεις. πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με;
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
30 και ο κορνηλιος εφη· απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην νηστευων, και την ενατην ωραν προσευχομενος εν τω οικω μου· και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα,
30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31 και φησιν· κορνηλιε, εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου.
31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος· ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν· ος παραγενομενος λαλησει σοι.
32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
33 εξαυτης ουν επεμψα προς σε, συ τε καλως εποιησας παραγενομενος. νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου.
33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
34 ανοιξας δε πετρος το στομα [αυτου] ειπεν· επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτης ο θεος,
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα [αὐτοῦ] εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
35 αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν.
35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
36 τον λογον ον απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου· ουτος εστιν παντων κυριος·
36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
37 υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας, αρξαμενον απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης,
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
38 ιησουν τον απο ναζαρετ, ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει, ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου, οτι ο θεος ην μετ αυτου·
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ·
39 και ημεις εσμεν μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ· ον και ανειλον κρεμασαντες επι ξυλου.
39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
40 τουτον ο θεος ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι,
40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
41 ου παντι τω λαω, αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου, ημιν, οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων·
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων.
42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43 τουτω παντες οι προφηται μαρτυρουσιν, αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον.
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
45 και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθον τω πετρω, οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται·
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
46 ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον. τοτε απεκριθη ο πετρος·
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
47 μητι το υδωρ κωλυσαι δυναται τις του μη βαπτισθηναι τουτους, οιτινες το πνευμα το αγιον ελαβον καθως και ημεις;
47 τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
48 προσεταξεν τε αυτους βαπτισθηναι εν τω ονοματι του κυριου. τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας.
48 προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Cornelius

    Roman centurion

    A devout God-fearing centurion of the Italian Cohort at Caesarea; after an angelic vision he sent for Peter and he and his household received the Holy Spirit and were baptized.

    Cited in the guide: Acts 10:1; Acts 10:25

  • Simon

    Tanner at Joppa

    A tanner at Joppa whose house by the sea hosted Peter during his stay.

    Cited in the guide: Acts 9:43; Acts 10:6; Acts 10:32

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Joppa

    Today: Tel Aviv-Yafo, Israel

    Judah's main seaport. Cedar for the Temple arrived here, Jonah fled from here, and Peter's rooftop vision here opened the gospel to the Gentiles.

    Cited in the guide: Jonah 1:3; Acts 9:36; Acts 10:9

Cross references (47)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 27:1; Acts 8:40; Matthew 27:27; Acts 27:43; Matthew 8:5–13
  2. 2 Matthew 7:7–8; Acts 10:4; Acts 10:22; Acts 13:16; Acts 10:35
  3. 3 Daniel 9:20–21; Acts 3:1; Acts 5:19; Acts 10:30; Acts 9:10
  4. 4 Philippians 4:6; Hebrews 6:10; Acts 10:31; Malachi 3:16; Psalm 141:2
  5. 5 Acts 9:38; Mark 3:16; Acts 9:36; John 1:42; Acts 16:9
  6. 6 Acts 9:43; Acts 9:6; Acts 11:13–14; John 7:17; Ephesians 4:8–12
  7. 7 Philemon 16; Luke 3:14; 1 Samuel 14:6–7; Judges 7:10; Matthew 8:9–10
  8. 8 Galatians 1:16; Acts 26:19; Acts 9:36; Psalm 119:59–60; Acts 10:33
  9. 9 Zephaniah 1:5; Psalm 55:17; Jeremiah 32:29; Acts 6:4; Acts 10:8–32
  10. 10 Acts 22:17; Ezekiel 11:24; 2 Corinthians 12:2–4; Numbers 24:4; Ezekiel 8:1–3
  11. 11 Ephesians 3:6; John 1:51; Romans 16:25–26; Isaiah 11:6–14; Revelation 4:1
  12. 12 Genesis 7:8–9; Isaiah 65:25; Isaiah 11:6–9; 1 Corinthians 6:9–11; John 7:37
  13. 13 John 4:31–34; Jeremiah 35:2–5; Acts 10:10
  14. 14 Leviticus 20:25; Ezekiel 4:14; Deuteronomy 14:1–29; Daniel 1:8; Leviticus 11:1–25
  15. 15 1 Corinthians 10:25; Matthew 15:11; Titus 1:15; Mark 7:19; 1 Timothy 4:3–5
  16. 16 Genesis 41:32; John 21:17; 2 Corinthians 13:1
  17. 17 Acts 25:20; Acts 10:3; 1 Peter 1:11; Acts 5:24; Acts 9:43
  18. 18 Acts 10:5–6; Acts 11:11
  19. 19 Acts 8:29; Acts 13:2; Acts 21:4; Acts 11:12; 1 Corinthians 12:11
  20. 20 Acts 15:7–9; Zechariah 2:9–11; Acts 9:17; Acts 9:15; Isaiah 48:16
  21. 21 Acts 10:29; John 1:38–39; Mark 10:51; John 18:4–8
  22. 22 Acts 11:14; Acts 22:12; Acts 10:2; 3 John 12; Acts 24:15
  23. 23 Acts 11:12; Acts 10:45; 1 Peter 4:9; Hebrews 13:2; Genesis 24:31–32
  24. 24 Isaiah 2:3; Luke 5:29; Acts 8:40; Matthew 9:9–10; John 4:28–29
  25. 25 Revelation 19:10; Revelation 22:8–9; Matthew 8:2; Daniel 2:46; Acts 14:11–13
  26. 26 Revelation 19:10; Revelation 22:8–9; Matthew 4:10; Acts 14:14–15; Isaiah 42:8
  27. 27 2 Corinthians 2:12; John 4:35; Acts 10:24; 1 Corinthians 16:9; Acts 14:27
  28. 28 John 4:9; Ephesians 3:6–7; Galatians 2:12–14; John 4:27; John 18:28
  29. 29 Psalm 119:60; 1 Peter 3:15; Acts 10:19–20
  30. 30 Acts 10:3; Daniel 9:20–21; Nehemiah 9:1–3; Ezra 9:4–5; Acts 10:23–24
  31. 31 Luke 1:13; Acts 10:4; Daniel 9:23; Isaiah 38:5; Daniel 10:12
  32. 33 Galatians 4:14; James 1:19; Proverbs 9:9–10; 1 Thessalonians 2:13; Acts 17:11–12
  33. 34 Romans 2:11; 2 Chronicles 19:7; Deuteronomy 10:17; Colossians 3:25; Job 34:19
  34. 35 1 John 2:29; Acts 10:2; Romans 10:12–13; Acts 15:9; Colossians 3:11
  35. 36 Acts 2:36; Matthew 28:18; Revelation 17:14; Revelation 1:18; 1 Peter 3:22
  36. 37 Luke 4:14; Acts 2:22; Acts 28:22; John 4:1–3; Acts 26:26
  37. 38 Luke 4:18; Isaiah 61:1–3; Acts 2:22; Isaiah 11:2; John 3:34
  38. 39 Luke 24:48; Acts 10:41; Acts 1:8; Acts 2:32; 1 Peter 2:24
  39. 40 1 Peter 1:21; Acts 13:30–31; 1 Corinthians 15:3–4; Acts 2:24; 2 Corinthians 4:14
  40. 41 John 14:22; Acts 10:39; Acts 13:31; Acts 1:2–3; John 21:13
  41. 42 2 Corinthians 5:10; 1 Peter 4:5; 2 Timothy 4:1; Romans 14:9–10; Acts 17:31
  42. 43 Zechariah 13:1; Acts 2:38; Isaiah 53:11; Jeremiah 31:34; Romans 10:11
  43. 44 Acts 11:15; Acts 19:6; Acts 15:8; Acts 4:31; Acts 2:2–4
  44. 45 Acts 10:23; Acts 2:38; Galatians 3:13–14; Colossians 2:13–14; Acts 11:15–18
  45. 46 Acts 2:4; Acts 19:6; Mark 16:17; 1 Corinthians 14:20–25; Acts 2:11
  46. 47 Acts 8:36; Romans 10:12; Acts 11:15–17; Acts 15:8–9; Genesis 17:24–26
  47. 48 Acts 2:38; Acts 8:16; Galatians 3:27; Acts 8:12; John 4:2

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXII)

    This man is not a Jew, nor of those under the Law, but he had already forestalled our manner of life. Observe, thus far, two persons, both of high rank, receiving the faith, the eunuch at Gaza and this man; and the pains taken on behalf of these men.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 10:1–5 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    He saw therefore, about the ninth hour of the day, an angel of God coming in to him, and saying, Thine alms are come up for a memorial before God. Wherefore send to Simon, who is called Peter." But when Peter saw the vision, in which the voice from heaven said to him, "What God hath cleansed, that call not …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 10:42 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    … and hath thundered: He shall judge the ends of the earth, for He is righteous." Throughout she holds to the order of the creed of Christians: For the Lord Christ has ascended into heaven, and is to come thence to judge the quick and dead. For, as saith the apostle, "Who hath ascended but He who hath also descended into …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 10:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily L)

    For "thy prayers and thine alms are come up for a memorial before God." This is more indispensable than virginity: for thus were those virgins cast out of the bridechamber; thus were the others brought in.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 10:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    Peter came, and the Spirit was poured out upon them that believed, and they spake with other tongues, and prophesied: and after the grace of the Spirit the Scripture saith that Peter commanded them to be baptized in the name of Jesus Christ; in order that, the soul having been born again by faith, the body also might by …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)