Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 22 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ανδρες αδελφοι και πατερες, ακουσατε μου της προς υμας νυνι απολογιας.
1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 ακουσαντες δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοις, μαλλον παρεσχον ησυχιαν. και φησιν·
2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
3 εγω μεν ειμι ανηρ ιουδαιος, γεγεννημενος εν ταρσω της κιλικιας, ανατεθραμμενος δε εν τη πολει ταυτη παρα τους ποδας γαμαλιηλ, πεπαιδευμενος κατα ακριβειαν του πατρωου νομου, ζηλωτης υπαρχων του θεου καθως παντες υμεις εστε σημερον·
3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
4 ος ταυτην την οδον εδιωξα αχρι θανατου, δεσμευων και παραδιδους εις φυλακας ανδρας τε και γυναικας,
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 ως και ο αρχιερευς μαρτυρει μοι και παν το πρεσβυτεριον· παρ ων και επιστολας δεξαμενος προς τους αδελφους εις δαμασκον επορευομην αξων και τους εκεισε οντας δεδεμενους εις ιερουσαλημ ινα τιμωρηθωσιν.
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνης εκ του ουρανου περιαστραψαι φως ικανον περι εμε,
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 επεσον τε εις το εδαφος και ηκουσα φωνης λεγουσης μοι· σαουλ σαουλ, τι με διωκεις;
7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 εγω δε απεκριθην· τις ει, κυριε; ειπεν τε προς με· εγω ειμι ιησους ο ναζωραιος ον συ διωκεις.
8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9 οι δε συν εμοι οντες το μεν φως εθεασαντο και εμφοβοι εγενοντο, την δε φωνην ουκ ηκουσαν του λαλουντος μοι.
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 ειπον δε· τι ποιησω, κυριε; ο δε κυριος ειπεν προς με· αναστας πορευου εις δαμασκον, κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι.
10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 ως δε ουκ ενεβλεπον απο της δοξης του φωτος εκεινου, χειραγωγουμενος υπο των συνοντων μοι ηλθον εις δαμασκον.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 ανανιας δε τις, ανηρ ευσεβης κατα τον νομον, μαρτυρουμενος υπο παντων των κατοικουντων [εν δαμασκω] ιουδαιων,
12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων [ἐν Δαμασκῷ] Ἰουδαίων,
13 ελθων προς με και επιστας ειπεν μοι· σαουλ αδελφε, αναβλεψον. καγω αυτη τη ωρα ανεβλεψα εις αυτον.
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 ο δε ειπεν· ο θεος των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματος αυτου,
14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 οτι εση μαρτυς αυτω προς παντας ανθρωπους ων εωρακας και ηκουσας.
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 και νυν τι μελλεις; αναστας βαπτισαι και απολουσαι τας αμαρτιας σου, επικαλεσαμενος το ονομα του κυριου.
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
17 εγενετο δε μοι υποστρεψαντι εις ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
18 και ιδειν αυτον λεγοντα μοι· σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ, διοτι ου παραδεξονται σου την μαρτυριαν περι εμου.
18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
19 καγω ειπον· κυριε, αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τας συναγωγας τους πιστευοντας επι σε·
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20 και οτε εξεχειτο το αιμα στεφανου του μαρτυρος σου, και αυτος ημην εφεστως και συνευδοκων τη αναιρεσει αυτου και φυλασσων τα ιματια των αναιρουντων αυτον.
20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 και ειπεν προς με· πορευου, οτι εγω εις εθνη μακραν εξαποστελω σε.
21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 ηκουον δε αυτου αχρι τουτου του λογου, και επηραν την φωνην αυτων λεγοντες· αιρε απο της γης τον τοιουτον· ου γαρ καθηκεν αυτον ζην.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 κραυγαζοντων δε αυτων και ριπτοντων τα ιματια και κονιορτον βαλλοντων εις τον αερα,
23 κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 εκελευσεν αυτον ο χιλιαρχος αγεσθαι εις την παρεμβολην, ειπων μαστιξιν ανεταζεσθαι αυτον, ινα επιγνω δι ην αιτιαν ουτως επεφωνουν αυτω.
24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 ως δε προετειναν αυτον τοις ιμασιν, ειπεν προς τον εστωτα εκατονταρχον ο παυλος· ει ανθρωπον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν;
25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 ακουσας δε ο εκατονταρχος, προσελθων απηγγειλεν τω χιλιαρχω λεγων· ορα τι μελλεις ποιειν· ο γαρ ανθρωπος ουτος ρωμαιος εστιν.
26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
27 προσελθων δε ο χιλιαρχος ειπεν αυτω· λεγε μοι ει συ ρωμαιος ει. ο δε εφη· ναι.
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ῥωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
28 απεκριθη τε ο χιλιαρχος· εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην. ο δε παυλος εφη· εγω δε και γεγεννημαι.
28 ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29 ευθεως ουν απεστησαν απ αυτου οι μελλοντες αυτον ανεταζειν· και ο χιλιαρχος δε εφοβηθη επιγνους οτι ρωμαιος εστιν, και οτι ην αυτον δεδεκως.
29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
30 τη δε επαυριον βουλομενος γνωναι το ασφαλες, το τι κατηγορειται παρα των ιουδαιων, ελυσεν αυτον απο των δεσμων και εκελευσεν ελθειν τους αρχιερεις και ολον το συνεδριον αυτων, και καταγαγων τον παυλον εστησεν εις αυτους.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ananias

    Disciple at Damascus

    A disciple at Damascus whom the Lord sent to lay hands on Saul, restore his sight, and baptize him.

    Cited in the guide: Acts 9:10; Acts 9:17; Acts 22:12

  • Gamaliel

    Pharisee and teacher of the law

    A respected Pharisee on the Sanhedrin who counseled leaving the apostles alone; Paul later said he had been educated at his feet.

    Cited in the guide: Acts 5:34; Acts 22:3

Places

  • Tarsus

    Today: Southern Turkey (Cilicia)

    A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.

    Cited in the guide: Acts 9:11; Acts 21:39; Acts 22:3

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 7:2; 2 Timothy 4:16; Acts 13:26; Acts 23:6; Acts 23:1
  2. 2 Acts 21:40
  3. 3 Philippians 3:5–6; Acts 26:5; Acts 9:11; Acts 5:34; Acts 21:39
  4. 4 Acts 22:19–20; 1 Timothy 1:13–15; Acts 26:9–11; Acts 8:1–4; 1 Corinthians 15:9
  5. 5 Acts 9:1–2; Luke 22:66; Acts 5:21; Acts 22:1; Acts 13:26
  6. 6 Acts 26:12–18; Acts 9:3–8; Revelation 1:16; Genesis 15:2; 2 Samuel 8:6
  7. 7 Jeremiah 2:9; Matthew 25:45; 1 Timothy 1:13; Genesis 22:1; 1 Samuel 3:10
  8. 8 Acts 26:9; 1 Samuel 8:7; Matthew 10:40–42; Acts 6:14; Matthew 25:45
  9. 9 Acts 9:7; Daniel 10:7; Acts 26:13; John 12:29–30
  10. 10 Acts 16:30; Acts 26:16–18; Acts 22:12–16; Acts 2:37; Psalm 25:8–9
  11. 11 Acts 9:8–9; Acts 13:11; Isaiah 42:16
  12. 12 Acts 10:22; Acts 6:3; 3 John 12; Acts 17:4; 2 Corinthians 6:8
  13. 13 Acts 9:17–18; Philemon 16
  14. 14 Galatians 1:12; 1 Corinthians 15:8; 1 Corinthians 9:1; Acts 26:16; Acts 9:15
  15. 15 Acts 23:11; Acts 4:20; John 15:27; Luke 24:47–48; Acts 1:8
  16. 16 Acts 2:38; Acts 2:21; Titus 3:5; Hebrews 10:22; 1 Corinthians 6:11
  17. 17 2 Corinthians 12:1–4; Acts 10:9–10; Acts 9:26–28; Acts 26:20; Revelation 1:10
  18. 18 Acts 9:29; Matthew 10:14; Ezekiel 3:6–7; Luke 21:21; Acts 3:19
  19. 19 Acts 22:4; Matthew 10:17; Acts 8:3; Acts 9:1; Acts 26:9–12
  20. 20 Acts 7:58; Acts 8:1; Romans 1:32; Revelation 2:13; Luke 11:48
  21. 21 Acts 9:15; 1 Timothy 2:7; Ephesians 3:6–8; Romans 15:16; Galatians 2:7–8
  22. 22 Acts 25:24; Acts 21:36; John 19:15; Luke 23:18; Acts 7:54–57
  23. 23 2 Samuel 16:13; Ecclesiastes 10:3; Acts 7:58; Acts 26:11; Acts 7:53
  24. 24 John 19:1; Acts 21:34; Acts 23:10; Acts 21:31–32; Acts 16:22–23
  25. 25 Acts 16:37; Acts 25:16; Acts 27:43; Acts 22:27–28; Acts 23:17
  26. 26 Acts 23:27; Acts 22:29
  27. 29 Acts 21:33; Acts 22:24–26; Hebrews 11:35; Acts 16:38–39
  28. 30 Acts 23:28; Acts 21:33; Acts 26:29; Acts 21:11; Acts 5:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 22:17 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLVIII)

    See how he thrusts himself (into danger), I came, he says, after that vision, "to Jerusalem. I was in a trance," etc. Again, this is without witness: but observe, the witness follows from the result. He said, "They will not receive thy testimony:" they did not receive it.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 22:8 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    … or else, if they do receive all these, they must necessarily admit also that testimony concerning Paul, when he (Luke) tells us that the Lord spoke at first to him from heaven: "Saul, Saul, why persecutest thou Me? I am Jesus Christ, whom thou persecutest;" and then to Ananias, saying regarding him: "Go thy way; for he is a chosen …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)