Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 21 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ως δε εγενετο αναχθηναι ημας αποσπασθεντας απ αυτων, ευθυδρομησαντες ηλθομεν εις την κω, τη δε εξης εις την ροδον, κακειθεν εις παταρα.
1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα.
2 και ευροντες πλοιον διαπερων εις φοινικην επιβαντες ανηχθημεν.
2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
3 αναφανεντες δε την κυπρον και καταλιποντες αυτην ευωνυμον επλεομεν εις συριαν, και κατηχθημεν εις τυρον· εκεισε γαρ ην το πλοιον αποφορτιζομενον τον γομον.
3 ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
4 και ανευροντες [τους] μαθητας επεμειναμεν αυτου ημερας επτα· οιτινες τω παυλω ελεγον δια του πνευματος μη αναβαινειν εις ιεροσολυμα.
4 καὶ ἀνευρόντες [τοὺς] μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα.
5 οτε δε εγενετο ημας εξαρτισαι τας ημερας, εξελθοντες επορευομεθα προπεμποντων ημας παντων συν γυναιξιν και τεκνοις εως εξω της πολεως, και θεντες τα γονατα επι τον αιγιαλον προσηυξαμεθα,
5 ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα,
6 και ασπασαμενοι αλληλους επεβημεν εις το πλοιον, εκεινοι δε υπεστρεψαν εις τα ιδια.
6 καὶ ἀσπασάμενοι ἀλλήλους ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7 ημεις δε τον πλουν διανυσαντες απο τυρου κατηντησαμεν εις πτολεμαιδα, και ασπασαμενοι τους αδελφους εμειναμεν ημεραν μιαν παρ αυτοις.
7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς.
8 τη δε επαυριον εξελθοντες ηλθομεν εις καισαρειαν, και εισελθοντες εις τον οικον φιλιππου του ευαγγελιστου, οντος εκ των επτα, εμειναμεν παρ αυτω.
8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ.
9 τουτω δε ησαν θυγατερες παρθενοι τεσσαρες προφητευουσαι.
9 τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
10 επιμενοντων δε ημων ημερας πλειους κατηλθεν τις απο της ιουδαιας προφητης ονοματι αγαβος,
10 ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος,
11 και ελθων προς ημας και αρας την ζωνην του παυλου, δησας τε αυτου τους ποδας και τας χειρας ειπεν· ταδε λεγει το πνευμα το αγιον· τον ανδρα ου εστιν η ζωνη αυτη, ουτως δησουσιν εις ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εις χειρας εθνων.
11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12 ως δε ηκουσαμεν ταυτα, παρεκαλουμεν ημεις τε και οι εντοπιοι του μη αναβαινειν αυτον εις ιερουσαλημ.
12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
13 απεκριθη τε ο παυλος· τι ποιειτε κλαιοντες και συνθρυπτοντες μου την καρδιαν; εγω γαρ ου μονον δεθηναι, αλλα και αποθανειν εις ιερουσαλημ ετοιμως εχω υπερ του ονοματος του κυριου ιησου.
13 ἀπεκρίθη τε ὁ Παῦλος· τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
14 μη πειθομενου δε αυτου ησυχασαμεν ειποντες· το θελημα του κυριου γινεσθω.
14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· τὸ θέλημα τοῦ Κυρίου γινέσθω.
15 μετα δε τας ημερας ταυτας επισκευασαμενοι ανεβαινομεν εις ιερουσαλημ·
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ·
16 συνηλθον δε και των μαθητων απο καισαρειας συν ημιν, αγοντες παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω, αρχαιω μαθητη.
16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17 γενομενων δε ημων εις ιεροσολυμα ασμενως εδεξαντο ημας οι αδελφοι.
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
18 τη δε επιουση εισηει ο παυλος συν ημιν προς ιακωβον, παντες τε παρεγενοντο οι πρεσβυτεροι.
18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
19 και ασπασαμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεος εν τοις εθνεσιν δια της διακονιας αυτου.
19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
20 οι δε ακουσαντες εδοξαζον τον κυριον, ειπον τε αυτω· θεωρεις, αδελφε, ποσαι μυριαδες εισιν ιουδαιων των πεπιστευκοτων, και παντες ζηλωται του νομου υπαρχουσιν.
20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι.
21 κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεις απο μωυσεως τους κατα τα εθνη παντας ιουδαιους, λεγων μη περιτεμνειν αυτους τα τεκνα μηδε τοις εθεσιν περιπατειν.
21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
22 τι ουν εστιν; παντως δει πληθος συνελθειν· ακουσονται γαρ οτι εληλυθας.
22 τί οὖν ἐστι; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
23 τουτο ουν ποιησον ο σοι λεγομεν· εισιν ημιν ανδρες τεσσαρες ευχην εχοντες εφ εαυτων·
23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾽ ἑαυτῶν·
24 τουτους παραλαβων αγνισθητι συν αυτοις και δαπανησον επ αυτοις ινα ξυρησωνται την κεφαλην, και γνωσιν παντες οτι ων κατηχηνται περι σου ουδεν εστιν, αλλα στοιχεις και αυτος τον νομον φυλασσων.
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.
25 περι δε των πεπιστευκοτων εθνων ημεις επεστειλαμεν κριναντες μηδεν τοιουτον τηρειν αυτους, ει μη φυλασσεσθαι αυτους το τε ειδωλοθυτον και το αιμα και πνικτον και πορνειαν.
25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
26 τοτε ο παυλος παραλαβων τους ανδρας τη εχομενη ημερα συν αυτοις αγνισθεις εισηει εις το ιερον, διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου, εως ου προσηνεχθη υπερ ενος εκαστου αυτων η προσφορα.
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 ως δε εμελλον αι επτα ημεραι συντελεισθαι, οι απο της ασιας ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον, και επεβαλον τας χειρας επ αυτον
27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾽ αὐτὸν
28 κραζοντες· ανδρες ισραηλιται, βοηθειτε· ουτος εστιν ο ανθρωπος ο κατα του λαου και του νομου και του τοπου τουτου παντας πανταχου διδασκων· ετι τε και ελληνας εισηγαγεν εις το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον·
28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον·
29 ησαν γαρ εωρακοτες τροφιμον τον εφεσιον εν τη πολει συν αυτω, ον ενομιζον οτι εις το ιερον εισηγαγεν ο παυλος.
29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
30 εκινηθη τε η πολις ολη και εγενετο συνδρομη του λαου, και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου, και ευθεως εκλεισθησαν αι θυραι.
30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31 ζητουντων δε αυτον αποκτειναι ανεβη φασις τω χιλιαρχω της σπειρης οτι ολη συγκεχυται ιερουσαλημ·
31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·
32 ος εξαυτης παραλαβων στρατιωτας και εκατονταρχους κατεδραμεν επ αυτους. οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας επαυσαντο τυπτοντες τον παυλον.
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾽ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33 εγγισας δε ο χιλιαρχος επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσιν δυσιν, και επυνθανετο τις [αν] ειη και τι εστιν πεποιηκως.
33 ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς [ἂν] εἴη καὶ τί ἐστι πεποιηκώς.
34 αλλοι δε αλλο τι εβοων εν τω οχλω· μη δυναμενος δε γνωναι το ασφαλες δια τον θορυβον, εκελευσεν αγεσθαι αυτον εις την παρεμβολην.
34 ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35 οτε δε εγενετο επι τους αναβαθμους, συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου·
35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου·
36 ηκολουθει γαρ το πληθος του λαου κραζον· αιρε αυτον.
36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον· αἶρε αὐτόν.
37 μελλων τε εισαγεσθαι εις την παρεμβολην ο παυλος λεγει τω χιλιαρχω· ει εξεστιν μοι ειπειν τι προς σε; ο δε εφη· ελληνιστι γινωσκεις;
37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
38 ουκ αρα συ ει ο αιγυπτιος ο προ τουτων των ημερων αναστατωσας και εξαγαγων εις την ερημον τους τετρακισχιλιους ανδρας των σικαριων;
38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39 ειπεν δε ο παυλος· εγω ανθρωπος μεν ειμι ιουδαιος ταρσευς, της κιλικιας ουκ ασημου πολεως πολιτης· δεομαι δε σου, επιτρεψον μοι λαλησαι προς τον λαον.
39 εἶπε δὲ ὁ Παῦλος· ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεύς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
40 επιτρεψαντος δε αυτου ο παυλος εστως επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω· πολλης δε σιγης γενομενης προσεφωνησεν τη εβραιδι διαλεκτω λεγων·
40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Agabus

    Prophet from Judea

    A prophet who foretold a great famine in the days of Claudius and later bound his feet and hands with Paul's belt to predict Paul's arrest at Jerusalem.

    Cited in the guide: Acts 11:28; Acts 21:10

  • Mnason

    Early disciple from Cyprus

    A Cypriot and early disciple with whom Paul and his companions lodged on the way to Jerusalem.

    Cited in the guide: Acts 21:16

  • Trophimus

    Ephesian companion of Paul

    An Ephesian who accompanied Paul; Jews at Jerusalem falsely claimed Paul had brought him into the temple, and Paul later left him sick at Miletus.

    Cited in the guide: Acts 20:4; Acts 21:29; 2 Timothy 4:20

Places

  • Antioch (Syrian)

    Today: Antakya, southern Turkey · On First Journey · On Second Journey · On Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Cited in the guide: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Corinth

    Today: Southern Greece (the isthmus) · On Second Journey · On Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Cited in the guide: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Today: Western Turkey (Aegean coast) · On Second Journey · On Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Cited in the guide: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Jerusalem

    Today: Israel / Palestinian territories · On Third Journey

    Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.

    Cited in the guide: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8

  • Philippi

    Today: Northern Greece (Macedonia) · On Second Journey · On Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Cited in the guide: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Tarsus

    Today: Southern Turkey (Cilicia)

    A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.

    Cited in the guide: Acts 9:11; Acts 21:39; Acts 22:3

  • Miletus
Cross references (40)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Thessalonians 2:17; Luke 5:4; 1 Samuel 20:41–42; Acts 27:2; Acts 16:10–11
  2. 2 Acts 27:6; Acts 15:3; Acts 11:19; Jonah 1:3
  3. 3 Acts 12:20; Acts 4:36; Acts 27:4; Acts 21:16; Matthew 4:24
  4. 4 Acts 21:10–12; Acts 20:22–23; Acts 20:6–7; Matthew 10:11; Acts 11:26
  5. 5 Acts 20:36; Acts 9:40; Acts 20:38; Acts 15:3; Psalm 95:6
  6. 6 John 19:27; 2 Corinthians 2:13; John 1:11; John 7:53; John 16:32
  7. 7 Hebrews 13:24; Acts 28:12; Acts 18:22; Acts 21:10; Acts 21:19
  8. 8 Acts 6:5; Acts 8:26–40; Ephesians 4:11; Acts 8:5–13; 2 Timothy 4:5
  9. 9 Acts 2:17; Revelation 2:20; Exodus 15:20; Luke 2:36; Joel 2:28
  10. 10 Acts 11:28; Acts 21:4; Acts 20:16
  11. 11 Acts 21:33; Jeremiah 13:1–11; 1 Samuel 15:27–28; Ezekiel 24:19–25; 1 Kings 11:29–31
  12. 12 Acts 20:22; Matthew 16:21–23; Acts 21:4
  13. 13 Acts 20:24; Philippians 1:20–21; Philippians 2:17; Romans 8:35–37; Colossians 1:24
  14. 14 Luke 22:42; Matthew 26:42; Matthew 26:39; Matthew 6:10; 2 Kings 20:19
  15. 15 Acts 25:9; Acts 25:1; Acts 25:6; Acts 18:22
  16. 16 Proverbs 16:31; Acts 21:8; Acts 21:3–4; Psalm 92:14; Philemon 9
  17. 17 Acts 15:4; Hebrews 13:1–2; Romans 15:7; 3 John 7–8; Acts 21:7
  18. 18 Galatians 1:19; Acts 15:13; Acts 11:30; Galatians 2:9; Acts 15:23
  19. 19 Acts 14:27; Acts 1:17; Romans 15:18–19; 1 Corinthians 15:10; Acts 20:24
  20. 20 Romans 10:2; Galatians 1:14; Acts 22:3; Acts 11:18; Acts 15:1
  21. 21 Galatians 6:12–15; 1 Corinthians 9:19–21; Galatians 5:1–6; Acts 21:28; Acts 15:19–21
  22. 22 Acts 15:22; Acts 15:12; Acts 19:32
  23. 23 Acts 18:18; Numbers 6:2–7
  24. 24 Acts 21:26; Acts 18:18; Acts 24:18; 1 Corinthians 9:20; Exodus 19:14
  25. 25 Acts 15:29; Acts 15:19–20
  26. 26 Acts 24:18; Numbers 6:13–20; Acts 21:24; 1 Corinthians 9:20
  27. 27 Acts 26:21; Acts 24:18; Acts 13:50; Acts 14:19; Acts 5:18
  28. 28 Acts 24:5–6; Acts 21:21; Acts 26:20–21; Acts 6:13–14; Acts 19:26–28
  29. 29 Acts 20:4; 2 Timothy 4:20; Acts 18:19
  30. 30 Acts 26:21; 2 Corinthians 11:26; Acts 16:19–22; Acts 7:57–58; Acts 19:29
  31. 31 2 Corinthians 11:23–33; Acts 26:9–10; Acts 17:5; Acts 25:23; Acts 23:17
  32. 32 Acts 23:27; Acts 5:40; Isaiah 3:15; Acts 22:19; Acts 24:6
  33. 33 Ephesians 6:20; Acts 21:11; Acts 20:23; Acts 12:6; Acts 28:20
  34. 34 Acts 23:10; Acts 19:32; Acts 23:16; Acts 22:24; Acts 21:37
  35. 35 Genesis 6:11–12; Psalm 55:9; Habakkuk 1:2–3; Psalm 58:2; Jeremiah 23:10
  36. 36 John 19:15; Acts 22:22; Luke 23:18; 1 Corinthians 4:13; Acts 7:54
  37. 37 Acts 21:34; Luke 21:15; Matthew 10:18–20; Acts 19:30; Acts 21:19
  38. 38 Matthew 24:26; Acts 5:36–37; 1 Corinthians 4:13; Matthew 5:11
  39. 39 Acts 22:3; Acts 9:11; Acts 6:9; Acts 23:27; Acts 15:41
  40. 40 Acts 12:17; Acts 26:14; John 5:2; Acts 22:2; Acts 21:35

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 21:18 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLVI)

    This was the Bishop of Jerusalem; and to him (Paul) is sent on an earlier occasion. This (James) was brother of the Lord; a great and admirable man. (To him, it says,) "Paul entered in with us." Mark the (Bishop's) unassuming behavior: "and the elders" (were present).

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 21:39 Augustine of Hippo, Expositions on the Psalms (Psalm XLVIII)

    Of which city was the Apostle Paul, being born in Tarsus of Cilicia. But some have understood by it Carthage, being haply sometimes so named, or in some language so signified.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  3. Quotes verse 21:20 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily V)

    This man gives directions to Paul himself, when he was after this come up again to Jerusalem, saying, "Thou seest, brother, how many thousands there are of them that are come together." So great was his understanding and his zeal, or rather so great the power of Christ.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 21:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    Thus, for instance, both Peter appears to have been "girded," and Paul; for it saith, "the man that owneth this girdle." And Elijah too was thus arrayed, and every one of the saints, because they were at work continually, laboring, and busying themselves either in journeyings, or about some other necessary matter; and not for this cause only, but also …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 21:20 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVI)

    For indeed even Paul was of them, and the thousands that believed in Jerusalem; for, "thou seest it is said, brother, how many thousands of Jews there are which believe." And if some continued in their sin, to themselves let them impute their punishment.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)