PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και περιεπατει ο ιησους μετα ταυτα εν τη γαλιλαια· ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν, οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι. 1 After these things, Jesus was walking in Galilee, for he wouldn’t walk in Judea, because the Jews sought to kill him.
1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια. 2 Now the feast of the Jews, the Feast of Booths, was at hand.
2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
3 ειπον ουν προς αυτον οι αδελφοι αυτου· μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν, ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεις· 3 His brothers therefore said to him, “Depart from here and go into Judea, that your disciples also may see your works which you do.
3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς·
4 ουδεις γαρ εν κρυπτω τι ποιει και ζητει αυτος εν παρρησια ειναι. ει ταυτα ποιεις, φανερωσον σεαυτον τω κοσμω. 4 For no one does anything in secret while he seeks to be known openly. If you do these things, reveal yourself to the world.”
4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον. 5 For even his brothers didn’t believe in him.
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 λεγει ουν αυτοις ο ιησους· ο καιρος ο εμος ουπω παρεστιν, ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος. 6 Jesus therefore said to them, “My time has not yet come, but your time is always ready.
6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 ου δυναται ο κοσμος μισειν υμας· εμε δε μισει, οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν. 7 The world can’t hate you, but it hates me, because I testify about it, that its works are evil.
7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 υμεις αναβητε εις την εορτην ταυτην· εγω ουπω αναβαινω εις την εορτην ταυτην, οτι ο καιρος ο εμος ουπω πεπληρωται. 8 You go up to the feast. I am not yet going up to this feast, because my time is not yet fulfilled.”
8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
9 ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια. 9 Having said these things to them, he stayed in Galilee.
9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 ως δε ανεβησαν οι αδελφοι αυτου, τοτε και αυτος ανεβη εις την εορτην, ου φανερως, αλλ ως εν κρυπτω. 10 But when his brothers had gone up to the feast, then he also went up, not publicly, but as it were in secret.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον· που εστιν εκεινος; 11 The Jews therefore sought him at the feast, and said, “Where is he?”
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
12 και γογγυσμος πολυς περι αυτου ην εν τοις οχλοις. οι μεν ελεγον οτι αγαθος εστιν· αλλοι ελεγον, ου, αλλα πλανα τον οχλον. 12 There was much murmuring among the multitudes concerning him. Some said, “He is a good man.” Others said, “Not so, but he leads the multitude astray.”
12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων. 13 Yet no one spoke openly of him for fear of the Jews.
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 ηδη δε της εορτης μεσουσης ανεβη ο ιησους εις το ιερον και εδιδασκεν. 14 But when it was now the middle of the feast, Jesus went up into the temple and taught.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.
15 και εθαυμαζον οι ιουδαιοι λεγοντες· πως ουτος γραμματα οιδεν μη μεμαθηκως; 15 The Jews therefore marveled, saying, “How does this man know letters, having never been educated?”
15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;
16 απεκριθη ουν αυτοις ο ιησους και ειπεν· η εμη διδαχη ουκ εστιν εμη, αλλα του πεμψαντος με· 16 Jesus therefore answered them, “My teaching is not mine, but his who sent me.
16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με·
17 εαν τις θελη το θελημα αυτου ποιειν, γνωσεται περι της διδαχης, ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω. 17 If anyone desires to do his will, he will know about the teaching, whether it is from God or if I am speaking from myself.
17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει, ο δε ζητων την δοξαν του πεμψαντος αυτον, ουτος αληθης εστιν, και αδικια εν αυτω ουκ εστιν. 18 He who speaks from himself seeks his own glory, but he who seeks the glory of him who sent him is true, and no unrighteousness is in him.
18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 ου μωυσης δεδωκεν υμιν τον νομον; και ουδεις εξ υμων ποιει τον νομον. τι με ζητειτε αποκτειναι; 19 Didn’t Moses give you the law, and yet none of you keeps the law? Why do you seek to kill me?”
19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20 απεκριθη ο οχλος και ειπεν· δαιμονιον εχεις· τις σε ζητει αποκτειναι; 20 The multitude answered, “You have a demon! Who seeks to kill you?”
20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 απεκριθη ιησους και ειπεν αυτοις· εν εργον εποιησα, και παντες θαυμαζετε 21 Jesus answered them, “I did one work and you all marvel because of it.
21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.
22 δια τουτο. μωυσης δεδωκεν υμιν την περιτομην, ουχ οτι εκ του μωυσεως εστιν, αλλ εκ των πατερων, και εν σαββατω περιτεμνετε ανθρωπον. 22 Moses has given you circumcision (not that it is of Moses, but of the fathers), and on the Sabbath you circumcise a boy.
22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως, εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω! 23 If a boy receives circumcision on the Sabbath, that the law of Moses may not be broken, are you angry with me because I made a man completely healthy on the Sabbath?
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
24 μη κρινετε κατ οψιν, αλλα την δικαιαν κρισιν κρινατε. 24 Don’t judge according to appearance, but judge righteous judgment.”
24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων· ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι; 25 Therefore some of them of Jerusalem said, “Isn’t this he whom they seek to kill?
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 και ιδε παρρησια λαλει, και ουδεν αυτω λεγουσιν. μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν αληθως ο χριστος; 26 Behold, he speaks openly, and they say nothing to him. Can it be that the rulers indeed know that this is truly the Christ?
26 καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
27 αλλα τουτον οιδαμεν ποθεν εστιν· ο δε χριστος οταν ερχηται, ουδεις γινωσκει ποθεν εστιν. 27 However, we know where this man comes from, but when the Christ comes, no one will know where he comes from.”
27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 εκραξεν ουν εν τω ιερω διδασκων ο ιησους και λεγων· καμε οιδατε, και οιδατε ποθεν ειμι· και απ εμαυτου ουκ εληλυθα, αλλ εστιν αληθινος ο πεμψας με, ον υμεις ουκ οιδατε· 28 Jesus therefore cried out in the temple, teaching and saying, “You both know me, and know where I am from. I have not come of myself, but he who sent me is true, whom you don’t know.
28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
29 εγω οιδα αυτον, οτι παρ αυτου ειμι κακεινος με απεστειλεν. 29 I know him, because I am from him, and he sent me.”
29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
30 εζητουν ουν αυτον πιασαι, και ουδεις επεβαλεν επ αυτον την χειρα, οτι ουπω εληλυθει η ωρα αυτου. 30 They sought therefore to take him; but no one laid a hand on him, because his hour had not yet come.
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 πολλοι δε εκ του οχλου επιστευσαν εις αυτον και ελεγον οτι ο χριστος οταν ελθη, μητι πλειονα σημεια τουτων ποιησει ων ουτος εποιησεν; 31 But of the multitude, many believed in him. They said, “When the Christ comes, he won’t do more signs than those which this man has done, will he?”
31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα, και απεστειλαν υπηρετας οι φαρισαιοι και οι αρχιερεις ινα πιασωσιν αυτον. 32 The Pharisees heard the multitude murmuring these things concerning him, and the chief priests and the Pharisees sent officers to arrest him.
32 ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.
33 ειπεν ουν ο ιησους· ετι μικρον χρονον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με. 33 Then Jesus said, “I will be with you a little while longer, then I go to him who sent me.
33 εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 ζητησετε με και ουχ ευρησετε· και οπου ειμι εγω, υμεις ου δυνασθε ελθειν. 34 You will seek me and won’t find me. You can’t come where I am.”
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 ειπον ουν οι ιουδαιοι προς εαυτους· που ουτος μελλει πορευεσθαι, οτι ημεις ουχ ευρησομεν αυτον; μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας; 35 The Jews therefore said among themselves, “Where will this man go that we won’t find him? Will he go to the Dispersion among the Greeks and teach the Greeks?
35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 τις εστιν ουτος ο λογος ον ειπεν, ζητησετε με και ουχ ευρησετε, και οπου ειμι εγω, υμεις ου δυνασθε ελθειν; 36 What is this word that he said, ‘You will seek me, and won’t find me;’ and ‘Where I am, you can’t come’?”
36 τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων· εαν τις διψα, ερχεσθω προς με και πινετω. 37 Now on the last and greatest day of the feast, Jesus stood and cried out, “If anyone is thirsty, let him come to me and drink!
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 ο πιστευων εις εμε, καθως ειπεν η γραφη, ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος. 38 He who believes in me, as the Scripture has said, from within him will flow rivers of living water.”
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευοντες εις αυτον· ουπω γαρ ην πνευμα αγιον, οτι ιησους ουδεπω εδοξασθη. 39 But he said this about the Spirit, which those believing in him were to receive. For the Holy Spirit was not yet given, because Jesus wasn’t yet glorified.
39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 πολλοι ουν εκ του οχλου ακουσαντες τον λογον ελεγον· ουτος εστιν αληθως ο προφητης· 40 Many of the multitude therefore, when they heard these words, said, “This is truly the prophet.”
40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 αλλοι ελεγον· ουτος εστιν ο χριστος· αλλοι ελεγον· μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται; 41 Others said, “This is the Christ.” But some said, “What, does the Christ come out of Galilee?
41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 ουχι η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης, οπου ην δαυιδ, ο χριστος ερχεται; 42 Hasn’t the Scripture said that the Christ comes of the offspring of David, and from Bethlehem, the village where David was?”
42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται;
43 σχισμα ουν εν τω οχλω εγενετο δι αυτον. 43 So a division arose in the multitude because of him.
43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον, αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας. 44 Some of them would have arrested him, but no one laid hands on him.
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους, και ειπον αυτοις εκεινοι· διατι ουκ ηγαγετε αυτον; 45 The officers therefore came to the chief priests and Pharisees; and they said to them, “Why didn’t you bring him?”
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;
46 απεκριθησαν οι υπηρεται· ουδεποτε ουτως ελαλησεν ανθρωπος, ως ουτος ο ανθρωπος. 46 The officers answered, “No man ever spoke like this man!”
46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 απεκριθησαν ουν αυτοις οι φαρισαιοι· μη και υμεις πεπλανησθε; 47 The Pharisees therefore answered them, “You aren’t also led astray, are you?
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων; 48 Have any of the rulers or any of the Pharisees believed in him?
48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 αλλ ο οχλος ουτος ο μη γινωσκων τον νομον επικαταρατοι εισιν! 49 But this multitude that doesn’t know the law is cursed.”
49 ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι!
50 λεγει νικοδημος προς αυτους, ο ελθων νυκτος προς αυτον, εις ων εξ αυτων· 50 Nicodemus (he who came to him by night, being one of them) said to them,
50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·
51 μη ο νομος ημων κρινει τον ανθρωπον, εαν μη ακουση παρ αυτου προτερον και γνω τι ποιει; 51 “Does our law judge a man unless it first hears from him personally and knows what he does?”
51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 απεκριθησαν και ειπον αυτω· μη και συ εκ της γαλιλαιας ει; ερευνησον και ιδε οτι προφητης εκ της γαλιλαιας ουκ εγηγερται. 52 They answered him, “Are you also from Galilee? Search and see that no prophet has arisen out of Galilee.”
52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
53◆ <<και απηλθεν εκαστος εις τον οικον αυτου. 53 Everyone went to his own house,
53 « Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.