PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν, προσκαλεσαμενος ο ιησους τους μαθητας αυτου λεγει αυτοις· 1 In those days, when there was a very great multitude, and they had nothing to eat, Jesus called his disciples to himself and said to them,
1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς·
2 σπλαγχνιζομαι επι τον οχλον, οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν· 2 “I have compassion on the multitude, because they have stayed with me now three days and have nothing to eat.
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 και εαν απολυσω αυτους νηστεις εις οικον αυτων, εκλυθησονται εν τη οδω· τινες γαρ αυτων απο μακροθεν ηκασιν. 3 If I send them away fasting to their home, they will faint on the way, for some of them have come a long way.”
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι.
4 και απεκριθησαν αυτω οι μαθηται αυτου· ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας; 4 His disciples answered him, “From where could one satisfy these people with bread here in a deserted place?”
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 και επηρωτα αυτους· ποσους εχετε αρτους; οι δε ειπον· επτα. 5 He asked them, “How many loaves do you have?” They said, “Seven.”
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά.
6 και παρηγγειλεν τω οχλω αναπεσειν επι της γης· και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν· και παρεθηκαν τω οχλω. 6 He commanded the multitude to sit down on the ground, and he took the seven loaves. Having given thanks, he broke them and gave them to his disciples to serve, and they served the multitude.
6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 και ειχον ιχθυδια ολιγα· και αυτα ευλογησας ειπεν παρατιθεναι και αυτα. 7 They also had a few small fish. Having blessed them, he said to serve these also.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.
8 εφαγον δε και εχορτασθησαν, και ηραν περισσευματα κλασματων επτα σπυριδας. 8 They ate and were filled. They took up seven baskets of broken pieces that were left over.
8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ησαν δε ως τετρακισχιλιοι· και απελυσεν αυτους. 9 Those who had eaten were about four thousand. Then he sent them away.
9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 και εμβας ευθυς εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα. 10 Immediately he entered into the boat with his disciples and came into the region of Dalmanutha.
10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω, ζητουντες παρ αυτου σημειον απο του ουρανου, πειραζοντες αυτον. 11 The Pharisees came out and began to question him, seeking from him a sign from heaven and testing him.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 και αναστεναξας τω πνευματι αυτου λεγει· τι η γενεα αυτη σημειον επιζητει; αμην λεγω υμιν, ει δοθησεται τη γενεα ταυτη σημειον. 12 He sighed deeply in his spirit and said, “Why does this generation seek a sign? Most certainly I tell you, no sign will be given to this generation.”
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 και αφεις αυτους εις το πλοιον απηλθεν παλιν. 13 He left them, and again entering into the boat, departed to the other side.
13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν.
14 και επελαθοντο λαβειν αρτους, και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω. 14 They forgot to take bread; and they didn’t have more than one loaf in the boat with them.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 και διεστελλετο αυτοις λεγων· ορατε, βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου. 15 He warned them, saying, “Take heed: beware of the yeast of the Pharisees and the yeast of Herod.”
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 και διελογιζοντο προς αλληλους λεγοντες οτι αρτους ουκ εχομεν. 16 They reasoned with one another, saying, “It’s because we have no bread.”
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν.
17 και γνους ο ιησους λεγει αυτοις· τι διαλογιζεσθε οτι αρτους ουκ εχετε; ουπω νοειτε ουδε συνιετε; ετι πεπωρωμενην εχετε την καρδιαν υμων; 17 Jesus, perceiving it, said to them, “Why do you reason that it’s because you have no bread? Don’t you perceive yet or understand? Is your heart still hardened?
17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 οφθαλμους εχοντες ου βλεπετε, και ωτα εχοντες ουκ ακουετε; και ου μνημονευετε; 18 Having eyes, don’t you see? Having ears, don’t you hear? Don’t you remember?
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους, και ποσους κοφινους κλασματων πληρεις ηρατε; λεγουσιν αυτω· δωδεκα. 19 When I broke the five loaves among the five thousand, how many baskets full of broken pieces did you take up?” They told him, “Twelve.”
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
20 οτε δε τους επτα εις τους τετρακισχιλιους, ποσων σπυριδων πληρωματα κλασματων ηρατε; οι δε ειπον· επτα. 20 “When the seven loaves fed the four thousand, how many baskets full of broken pieces did you take up?” They told him, “Seven.”
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά.
21 και ελεγεν αυτοις· ουπω συνιετε; 21 He asked them, “Don’t you understand yet?”
21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
22 και ερχεται εις βηθσαιδα. και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται. 22 He came to Bethsaida. They brought a blind man to him and begged him to touch him.
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδά. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 και επιλαβομενος της χειρος του τυφλου εξηγαγεν αυτον εξω της κωμης, και πτυσας εις τα ομματα αυτου, επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπει. 23 He took hold of the blind man by the hand, and brought him out of the village. When he had spat on his eyes, and laid his hands on him, he asked him if he saw anything.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 και αναβλεψας ελεγεν· βλεπω τους ανθρωπους ως δενδρα περιπατουντας. 24 He looked up, and said, “I see men, but I see them like walking trees.”
24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας.
25 ειτα παλιν επεθηκεν τας χειρας επι τους οφθαλμους αυτου και εποιησεν αυτον αναβλεψαι, και αποκατεσταθη, και ενεβλεψεν τηλαυγως απαντας. 25 Then again he laid his hands on his eyes. He looked intently, and was restored, and saw everyone clearly.
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 και απεστειλεν αυτον εις τον οικον αυτου λεγων· μηδε εις την κωμην εισελθης μηδε ειπης τινι εν τη κωμη. 26 He sent him away to his house, saying, “Don’t enter into the village, nor tell anyone in the village.”
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου· και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις· τινα με λεγουσιν οι ανθρωποι ειναι; 27 Jesus went out, with his disciples, into the villages of Caesarea Philippi. On the way he asked his disciples, “Who do men say that I am?”
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οι δε απεκριθησαν· ιωαννην τον βαπτιστην, και αλλοι ηλιαν, αλλοι δε ενα των προφητων. 28 They told him, “John the Baptizer, and others say Elijah, but others, one of the prophets.”
28 οἱ δὲ ἀπεκρίθησαν· Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29 και αυτος λεγει αυτοις· υμεις δε τινα με λεγετε ειναι; αποκριθεις δε ο πετρος λεγει αυτω· συ ει ο χριστος. 29 He said to them, “But who do you say that I am?” Peter answered, “You are the Christ.”
29 καὶ αὐτὸς λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός.
30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου. 30 He commanded them that they should tell no one about him.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν, και αποδοκιμασθηναι απο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων, και αποκτανθηναι, και μετα τρεις ημερας αναστηναι· 31 He began to teach them that the Son of Man must suffer many things, and be rejected by the elders, the chief priests, and the scribes, and be killed, and after three days rise again.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 και παρρησια τον λογον ελαλει. και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω. 32 He spoke to them openly. Peter took him and began to rebuke him.
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν τω πετρω λεγων· υπαγε οπισω μου, σατανα· οτι ου φρονεις τα του θεου, αλλα τα των ανθρωπων. 33 But he, turning around and seeing his disciples, rebuked Peter, and said, “Get behind me, Satan! For you have in mind not the things of God, but the things of men.”
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις· οστις θελει οπισω μου ακολουθειν, απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου, και ακολουθειτω μοι. 34 He called the multitude to himself with his disciples and said to them, “Whoever wants to come after me, let him deny himself, and take up his cross, and follow me.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι, απολεσει αυτην· ος δ αν απολεση την εαυτου ψυχην ενεκεν εμου και του ευαγγελιου, ουτος σωσει αυτην. 35 For whoever wants to save his life will lose it; and whoever will lose his life for my sake and the sake of the Good News will save it.
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον, και ζημιωθη την ψυχην αυτου; 36 For what does it profit a man to gain the whole world and forfeit his life?
36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου; 37 For what will a man give in exchange for his life?
37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω, και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων. 38 For whoever will be ashamed of me and of my words in this adulterous and sinful generation, the Son of Man also will be ashamed of him when he comes in his Father’s glory with the holy angels.”
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.