Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 21 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ειδον ουρανον καινον και γην καινην· ο γαρ πρωτος ουρανος και η πρωτη γη απηλθον, και η θαλασσα ουκ εστιν ετι.
1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2 και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου, ητοιμασμενην ως νυμφην κεκοσμημενην τω ανδρι αυτης.
2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3 και ηκουσα φωνης μεγαλης εκ του ουρανου λεγουσης· ιδου η σκηνη του θεου μετα των ανθρωπων, και σκηνωσει μετ αυτων, και αυτοι λαος αυτου εσονται, και αυτος ο θεος μετ αυτων εσται,
3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾽ αὐτῶν ἔσται,
4 και εξαλειψει [απ αυτων] ο θεος παν δακρυον απο των οφθαλμων αυτων, και ο θανατος ουκ εσται ετι, ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι· οτι τα πρωτα απηλθον.
4 καὶ ἐξαλείψει [ἀπ᾽ αὐτῶν] ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
5 και ειπεν ο καθημενος επι τω θρονω· ιδου καινα ποιω παντα. και λεγει [μοι]· γραψον, οτι ουτοι οι λογοι πιστοι και αληθινοι εισιν.
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει [μοι]· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσι.
6 και ειπεν μοι· γεγονεν. εγω το α και το ω, η αρχη και το τελος. εγω τω διψωντι δωσω εκ της πηγης του υδατος της ζωης δωρεαν.
6 καὶ εἶπέ μοι· γέγονεν. ἐγὼ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7 ο νικων, εσται αυτω ταυτα, και εσομαι αυτω θεος και αυτος εσται μοι υιος.
7 ὁ νικῶν, ἔσται αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.
8 τοις δε δειλοις και απιστοις και εβδελυγμενοις και φονευσιν και πορνοις και φαρμακοις και ειδωλολατραις και πασιν τοις ψευδεσιν το μερος αυτων εν τη λιμνη τη καιομενη εν πυρι και θειω, ο εστιν ο θανατος ο δευτερος.
8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
9 και ηλθεν εις των επτα αγγελων των εχοντων τας επτα φιαλας τας γεμουσας των επτα πληγων των εσχατων, και ελαλησεν μετ εμου λεγων· δευρο δειξω σοι την νυμφην την γυναικα του αρνιου.
9 Καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
10 και απηνεγκεν με εν πνευματι επ ορος μεγα και υψηλον, και εδειξεν μοι την πολιν την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου,
10 καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
11 εχουσαν την δοξαν του θεου· ο φωστηρ αυτης ομοιος λιθω τιμιωτατω, ως λιθω ιασπιδι κρυσταλλιζοντι·
11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
12 εχουσα τειχος μεγα και υψηλον, εχουσα πυλωνας δωδεκα, και επι τοις πυλωσιν αγγελους δωδεκα, και ονοματα επιγεγραμμενα, α εστιν [ονοματα] των δωδεκα φυλων των υιων ισραηλ.
12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν [ὀνόματα] τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
13 απ ανατολων πυλωνες τρεις, και απο βορρα πυλωνες τρεις, και απο νοτου πυλωνες τρεις, και απο δυσμων πυλωνες τρεις.
13 ἀπ᾽ ἀνατολῶν πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
14 και το τειχος της πολεως εχον θεμελιους δωδεκα, και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου.
14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ᾽ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν, ινα μετρηση την πολιν και τους πυλωνας αυτης και το τειχος αυτης.
15 Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
16 και η πολις τετραγωνος κειται, και το μηκος αυτης οσον [και] το πλατος. και εμετρησεν την πολιν [εν] τω καλαμω επι σταδιους δωδεκα χιλιαδων· το μηκος και το πλατος και το υψος αυτης ισα εστιν.
16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον [καὶ] τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν [ἐν] τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
17 και εμετρησεν το τειχος αυτης εκατον τεσσαρακοντα τεσσαρων πηχων, μετρον ανθρωπου, ο εστιν αγγελου.
17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
18 και ην η ενδομησις του τειχους αυτης ιασπις, και η πολις χρυσιον καθαρον, ομοιον υαλω καθαρω.
18 καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑάλῳ καθαρῷ.
19 οι θεμελιοι του τειχους της πολεως παντι λιθω τιμιω κεκοσμημενοι· ο θεμελιος ο πρωτος ιασπις, ο δευτερος σαπφειρος, ο τριτος χαλκηδων, ο τεταρτος σμαραγδος,
19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
20 ο πεμπτος σαρδονυξ, ο εκτος σαρδιον, ο εβδομος χρυσολιθος, ο ογδοος βηρυλλος, ο ενατος τοπαζιον, ο δεκατος χρυσοπρασος, ο ενδεκατος υακινθος, ο δωδεκατος αμεθυστος.
20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
21 και οι δωδεκα πυλωνες δωδεκα μαργαριται· ανα εις εκαστος των πυλωνων ην εξ ενος μαργαριτου. και η πλατεια της πολεως χρυσιον καθαρον ως υαλος διαυγης.
21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
22 και ναον ουκ ειδον εν αυτη· ο γαρ κυριος ο θεος ο παντοκρατωρ ναος αυτης εστιν, και το αρνιον.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον.
23 και η πολις ου χρειαν εχει του ηλιου ουδε της σεληνης ινα φαινωσιν αυτη· η γαρ δοξα του θεου εφωτισεν αυτην, και ο λυχνος αυτης το αρνιον.
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
24 και περιπατησουσιν τα εθνη δια του φωτος αυτης, και οι βασιλεις της γης φερουσιν την δοξαν και [την] τιμην αυτων εις αυτην,
24 καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ [τὴν] τιμὴν αὐτῶν εἰς αὐτήν,
25 και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημερας· νυξ γαρ ουκ εσται εκει·
25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ·
26 και οισουσιν την δοξαν και την τιμην των εθνων εις αυτην.
26 καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27 και ου μη εισελθη εις αυτην παν κοινον και [ο] ποιων βδελυγμα και ψευδος, ει μη οι γεγραμμενοι εν τω βιβλιω της ζωης του αρνιου.
27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
Cross references (27)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 65:17–19; 2 Peter 3:13; Isaiah 66:22; Revelation 21:5; 2 Peter 3:10
  2. 2 Hebrews 11:10; Revelation 3:12; Revelation 21:10; Isaiah 61:10; Hebrews 13:14
  3. 3 Ezekiel 37:27; 2 Corinthians 6:16; John 14:23; Leviticus 26:11–12; Zechariah 8:8
  4. 4 Isaiah 25:8; Revelation 7:17; 1 Corinthians 15:26; Isaiah 35:10; Isaiah 60:20
  5. 5 2 Corinthians 5:17; Isaiah 42:9; Isaiah 43:19; Revelation 19:9; Revelation 4:2
  6. 6 John 7:37–38; John 4:10; Revelation 7:17; John 4:14; Psalm 36:9
  7. 7 2 Corinthians 6:18; Hebrews 8:10; Revelation 21:3; Revelation 2:11; Matthew 25:34
  8. 8 1 Corinthians 6:9–10; Revelation 2:11; Ephesians 5:5–6; Revelation 22:15; Revelation 20:14–15
  9. 9 Revelation 19:7; Revelation 21:2; Revelation 17:1; Revelation 16:1–17; Revelation 15:1–7
  10. 10 Revelation 21:2; Ezekiel 11:24; 2 Corinthians 12:2–4; Ezekiel 40:1–49; Acts 8:39
  11. 11 Revelation 4:6; Revelation 22:5; Revelation 22:1; Revelation 21:18–19; Isaiah 60:19–20
  12. 12 Ezekiel 48:31–34; Revelation 21:17–21; Revelation 7:4–8; Isaiah 54:12; Revelation 21:25
  13. 13 Ezekiel 48:31–34
  14. 14 Hebrews 11:10; Ephesians 2:20; Isaiah 54:11; Revelation 21:19–21; Matthew 16:18
  15. 15 Zechariah 2:1; Revelation 11:1–2; Ezekiel 41:1–5; Exodus 40:3–5
  16. 16 Ezekiel 48:8–20; Ezekiel 48:35
  17. 17 Deuteronomy 3:11; Revelation 21:9; Revelation 13:18; Revelation 7:4; Revelation 14:3
  18. 18 Revelation 21:11; Revelation 21:21; Revelation 21:19
  19. 19 Isaiah 54:11–12; Exodus 28:17–21; Job 28:16–19; Proverbs 3:15
  20. 20 Revelation 4:3
  21. 21 Revelation 21:18; Revelation 17:4; Revelation 22:2; Revelation 21:11–12; Revelation 18:16
  22. 22 John 4:23; 1 Kings 8:27; 2 Chronicles 2:6; Isaiah 66:1; John 4:21
  23. 23 Isaiah 60:19–20; Revelation 22:5; John 1:9; Revelation 21:11; Isaiah 24:23
  24. 24 Revelation 22:2; Revelation 21:26; Zechariah 8:22–23; Zechariah 2:11; Romans 15:10–12
  25. 25 Isaiah 60:11; Revelation 22:5; Zechariah 14:7; Isaiah 60:20; Revelation 21:23
  26. 26 Revelation 21:24
  27. 27 Isaiah 52:1; Revelation 22:14–15; Revelation 3:5; Revelation 20:15; Isaiah 35:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 21:2 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XXVII)

    And in the Apocalypse John saw this new [Jerusalem] descending upon the new earth. For after the times of the kingdom, he says, "I saw a great white throne, and Him who sat upon it, from whose face the earth fled away, and the heavens; and there was no more place for them." And he sets forth, too, the things …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 21:1 Augustine of Hippo, The City of God (Book XX, Chapters 16–18)

    … everlasting punishment," it remains that he explain the connected words, "but the righteous into life eternal." "And I saw," he says, "a new heaven and a new earth: for the first heaven and the first earth have passed away; and there is no more sea." This will take place in the order which he has by anticipation declared in the …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 21:1 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book II, Chapters IV–VI)

    For they will wax old and be wound round as a covering, and will be changed, and there will be a new heaven and a new earth.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Quotes verse 21:1–4 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XXVII)

    And He will wipe away every tear from their eyes; and death shall be no more, neither sorrow, nor crying, neither shall there be any more pain, because the former things have passed away." Isaiah also declares the very same: "For there shall be a new heaven and a new earth; and there shall be no remembrance of the former, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 21:2–5 Augustine of Hippo, The City of God (Book XX, Chapters 16–18)

    And He that sat upon the throne said, Behold, I make all things new." This city is said to come down out of heaven, because the grace with which God formed it is of heaven.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)