PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 λεγω ουν, μη απωσατο ο θεος τον λαον αυτου; μη γενοιτο· και γαρ εγω ισραηλιτης ειμι, εκ σπερματος αβρααμ, φυλης βενιαμιν. 1 I ask then, did God reject his people? May it never be! For I also am an Israelite, a descendant of Abraham, of the tribe of Benjamin.
1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
2 ουκ απωσατο ο θεος τον λαον αυτου ον προεγνω. η ουκ οιδατε εν ηλια τι λεγει η γραφη, ως εντυγχανει τω θεω κατα του ισραηλ λεγων; 2 God didn’t reject his people, whom he foreknew. Or don’t you know what the Scripture says about Elijah? How he pleads with God against Israel:
2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων;
3 κυριε, τους προφητας σου απεκτειναν και τα θυσιαστηρια σου κατεσκαψαν, καγω υπελειφθην μονος, και ζητουσιν την ψυχην μου. 3 “Lord, they have killed your prophets. They have broken down your altars. I am left alone, and they seek my life.”
3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.
4 αλλα τι λεγει αυτω ο χρηματισμος; κατελιπον εμαυτω επτακισχιλιους ανδρας, οιτινες ουκ εκαμψαν γονυ τη βααλ. 4 But how does God answer him? “I have reserved for myself seven thousand men who have not bowed the knee to Baal.”
4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
5 ουτως ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτος γεγονεν. 5 Even so too at this present time also there is a remnant according to the election of grace.
5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν.
6 ει δε χαριτι, ουκετι εξ εργων· επει η χαρις ουκετι γινεται χαρις. ει δε εξ εργων, ουκετι εστιν χαρις· επει το εργον ουκετι εστιν εργον. 6 And if by grace, then it is no longer of works; otherwise grace is no longer grace. But if it is of works, it is no longer grace; otherwise work is no longer work.
6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 τι ουν; ο επιζητει ισραηλ, τουτο ουκ επετυχεν, η δε εκλογη επετυχεν· οι δε λοιποι επωρωθησαν, 7 What then? That which Israel seeks for, that he didn’t obtain, but the chosen ones obtained it, and the rest were hardened.
7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
8 καθως γεγραπται· εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως, οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν, εως της σημερον ημερας. 8 According as it is written, “God gave them a spirit of stupor, eyes that they should not see, and ears that they should not hear, to this very day.”
8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
9 και δαυιδ λεγει· γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις· 9 David says, “Let their table be made a snare, a trap, a stumbling block, and a retribution to them.
9 καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν, και τον νωτον αυτων δια παντος συγκαμψον. 10 Let their eyes be darkened, that they may not see. Always keep their backs bent.”
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
11 λεγω ουν, μη επταισαν ινα πεσωσιν; μη γενοιτο· αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν, εις το παραζηλωσαι αυτους. 11 I ask then, did they stumble that they might fall? May it never be! But by their fall salvation has come to the Gentiles, to provoke them to jealousy.
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
12 ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων, ποσω μαλλον το πληρωμα αυτων; 12 Now if their fall is the riches of the world, and their loss the riches of the Gentiles, how much more their fullness!
12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 υμιν γαρ λεγω τοις εθνεσιν. εφ οσον μεν ειμι εγω εθνων αποστολος, την διακονιαν μου δοξαζω, 13 For I speak to you who are Gentiles. Since then as I am an apostle to Gentiles, I glorify my ministry,
13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾽ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
14 ει πως παραζηλωσω μου την σαρκα και σωσω τινας εξ αυτων. 14 if by any means I may provoke to jealousy those who are my flesh, and may save some of them.
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
15 ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου, τις η προσληψις ει μη ζωη εκ νεκρων; 15 For if the rejection of them is the reconciling of the world, what would their acceptance be, but life from the dead?
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16 ει δε η απαρχη αγια, και το φυραμα· και ει η ριζα αγια, και οι κλαδοι. 16 If the first fruit is holy, so is the lump. If the root is holy, so are the branches.
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 ει δε τινες των κλαδων εξεκλασθησαν, συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις και συγκοινωνος της ριζης και της πιοτητος της ελαιας εγενου, 17 But if some of the branches were broken off, and you, being a wild olive, were grafted in among them and became partaker with them of the root and of the richness of the olive tree,
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
18 μη κατακαυχω των κλαδων· ει δε κατακαυχασαι, ου συ την ριζαν βασταζεις, αλλ η ριζα σε. 18 don’t boast over the branches. But if you boast, remember that it is not you who support the root, but the root supports you.
18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ.
19 ερεις ουν· εξεκλασθησαν [οι] κλαδοι, ινα εγω εγκεντρισθω. 19 You will say then, “Branches were broken off, that I might be grafted in.”
19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν [οἱ] κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.
20 καλως· τη απιστια εξεκλασθησαν, συ δε τη πιστει εστηκας. μη υψηλοφρονει, αλλα φοβου· 20 True; by their unbelief they were broken off, and you stand by your faith. Don’t be conceited, but fear;
20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
21 ει γαρ ο θεος των κατα φυσιν κλαδων ουκ εφεισατο, μη πως ουδε σου φεισεται. 21 for if God didn’t spare the natural branches, neither will he spare you.
21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται.
22 ιδε ουν χρηστοτητα και αποτομιαν θεου, επι μεν τους πεσοντας αποτομιαν, επι δε σε χρηστοτητα, εαν επιμεινης τη χρηστοτητι· επει και συ εκκοπηση. 22 See then the goodness and severity of God. Toward those who fell, severity; but toward you, goodness, if you continue in his goodness; otherwise you also will be cut off.
22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23 και εκεινοι δε, εαν μη επιμεινωσιν τη απιστια, εγκεντρισθησονται· δυνατος γαρ ο θεος εστιν παλιν εγκεντρισαι αυτους. 23 They also, if they don’t continue in their unbelief, will be grafted in, for God is able to graft them in again.
23 καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς.
24 ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον, ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια; 24 For if you were cut out of that which is by nature a wild olive tree, and were grafted contrary to nature into a good olive tree, how much more will these, which are the natural branches, be grafted into their own olive tree?
24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 ου γαρ θελω υμας αγνοειν, αδελφοι, το μυστηριον τουτο, ινα μη ητε παρ εαυτοις φρονιμοι, οτι πωρωσις απο μερους τω ισραηλ γεγονεν αχρι ου το πληρωμα των εθνων εισελθη, 25 For I don’t desire you to be ignorant, brothers, of this mystery, so that you won’t be wise in your own conceits, that a partial hardening has happened to Israel, until the fullness of the Gentiles has come in,
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
26 και ουτως πας ισραηλ σωθησεται, καθως γεγραπται· ηξει εκ σιων ο ρυομενος και αποστρεψει ασεβειας απο ιακωβ· 26 and so all Israel will be saved. Even as it is written, “There will come out of Zion the Deliverer, and he will turn away ungodliness from Jacob.
26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27 και αυτη αυτοις η παρ εμου διαθηκη, οταν αφελωμαι τας αμαρτιας αυτων. 27 This is my covenant with them, when I will take away their sins.”
27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28 κατα μεν το ευαγγελιον εχθροι δι υμας, κατα δε την εκλογην αγαπητοι δια τους πατερας· 28 Concerning the Good News, they are enemies for your sake. But concerning the election, they are beloved for the fathers’ sake.
28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
29 αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θεου. 29 For the gifts and the calling of God are irrevocable.
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
30 ωσπερ γαρ και υμεις ποτε ηπειθησατε τω θεω, νυν δε ηλεηθητε τη τουτων απειθεια, 30 For as you in time past were disobedient to God, but now have obtained mercy by their disobedience,
30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
31 ουτως και ουτοι νυν ηπειθησαν, τω υμετερω ελεει ινα και αυτοι ελεηθωσιν· 31 even so these also have now been disobedient, that by the mercy shown to you they may also obtain mercy.
31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι·
32 συνεκλεισεν γαρ ο θεος τους παντας εις απειθειαν, ινα τους παντας ελεηση. 32 For God has bound all to disobedience, that he might have mercy on all.
32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 ω βαθος πλουτου και σοφιας και γνωσεως θεου! ως ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου! 33 Oh the depth of the riches both of the wisdom and the knowledge of God! How unsearchable are his judgments, and his ways past tracing out!
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 τις γαρ εγνω νουν κυριου; η τις συμβουλος αυτου εγενετο; 34 “For who has known the mind of the Lord? Or who has been his counselor?”
34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 η τις προεδωκεν αυτω, και ανταποδοθησεται αυτω; 35 “Or who has first given to him, and it will be repaid to him again?”
35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 οτι εξ αυτου και δι αυτου και εις αυτον τα παντα. αυτω η δοξα εις τους αιωνας· αμην. 36 For of him and through him and to him are all things. To him be the glory for ever! Amen.
36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.