Skip to the text

2 Corinthians · Byzantine Textform (Robinson-Pierpont 2018)

2 Corinthians 3 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αρχομεθα παλιν εαυτουσ συνιστανειν ει μη χρηζομεν ωσ τινεσ συστατικων επιστολων προσ υμασ η εξ υμων συστατικων
1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν συστατικῶν;
2 η επιστολη ημων υμεισ εστε εγγεγραμμενη εν ταισ καρδιαισ ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων
2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
3 φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντοσ ουκ εν πλαξιν λιθιναισ αλλ εν πλαξιν καρδιαισ σαρκιναισ
3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ ἐν πλαξὶ καρδίαις σαρκίναις.
4 πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προσ τον θεον
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν.
5 ουχ οτι ικανοι εσμεν αφ εαυτων λογισασθαι τι ωσ εξ εαυτων αλλ η ικανοτησ ημων εκ του θεου
5 οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ,
6 οσ και ικανωσεν ημασ διακονουσ καινησ διαθηκησ ου γραμματοσ αλλα πνευματοσ το γαρ γραμμα αποκτενει το δε πνευμα ζωοποιει
6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
7 ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη εν λιθοισ εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τουσ υιουσ ισραηλ εισ το προσωπον μωυσεωσ δια την δοξαν του προσωπου αυτου την καταργουμενην
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
8 πωσ ουχι μαλλον η διακονια του πνευματοσ εσται εν δοξη
8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
9 ει γαρ η διακονια τησ κατακρισεωσ δοξα πολλω μαλλον περισσευει η διακονια τησ δικαιοσυνησ εν δοξη
9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.
10 και γαρ ου δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει ενεκεν τησ υπερβαλλουσησ δοξησ
10 καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.
11 ει γαρ το καταργουμενον δια δοξησ πολλω μαλλον το μενον εν δοξη
11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 εχοντεσ ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
13 και ου καθαπερ μωυσησ ετιθει καλυμμα επι το προσωπον εαυτου προσ το μη ατενισαι τουσ υιουσ ισραηλ εισ το τελοσ του καταργουμενου
13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 αλλ επωρωθη τα νοηματα αυτων αχρι γαρ τησ σημερον το αυτο καλυμμα επι τη αναγνωσει τησ παλαιασ διαθηκησ μενει μη ανακαλυπτομενον ο τι εν χριστω καταργειται
14 ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται,
15 αλλ εωσ σημερον ηνικα αναγινωσκεται μωυσησ καλυμμα επι την καρδιαν αυτων κειται
15 ἀλλ᾽ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
16 ηνικα δ αν επιστρεψη προσ κυριον περιαιρειται το καλυμμα
16 ἡνίκα δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17 ο δε κυριοσ το πνευμα εστιν ου δε το πνευμα κυριου εκει ελευθερια
17 ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.
18 ημεισ δε παντεσ ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξησ εισ δοξαν καθαπερ απο κυριου πνευματοσ
18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
Cross references (18)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 10:12; 2 Corinthians 12:11; 2 Corinthians 5:12; Acts 18:27; 1 Corinthians 16:3
  2. 2 1 Corinthians 9:1–2; 1 Thessalonians 1:8; Romans 1:8; Philippians 1:7; 2 Corinthians 7:3
  3. 3 Ezekiel 11:19; Jeremiah 31:33; Hebrews 8:10; Hebrews 10:16; Psalm 40:8
  4. 4 Philippians 1:6; Ephesians 3:12; 1 Thessalonians 1:8; Exodus 18:19; 2 Corinthians 2:14
  5. 5 2 Corinthians 12:9; Philippians 4:13; 1 Corinthians 15:10; Philippians 2:13; John 15:5
  6. 6 John 6:63; Romans 7:6; Romans 8:2; Jeremiah 31:31; Hebrews 8:6–10
  7. 7 2 Corinthians 3:9–11; Romans 10:4; Exodus 31:18; 1 Corinthians 13:10; 2 Corinthians 3:3
  8. 8 1 Corinthians 3:16; Ephesians 2:18; 1 Peter 1:2; 2 Thessalonians 2:13; Joel 2:28–29
  9. 9 Hebrews 12:18–21; Romans 3:21–22; 2 Corinthians 5:21; 2 Corinthians 3:6–7; 1 Corinthians 15:41
  10. 10 2 Peter 1:17; Haggai 2:7–9; Revelation 22:5; Job 25:5; Acts 26:13
  11. 11 Romans 5:20–21; Hebrews 8:13; Hebrews 7:21–25; 2 Corinthians 4:1; 2 Corinthians 3:6–7
  12. 12 2 Corinthians 7:4; Ephesians 6:19–20; Philippians 1:20; Acts 4:13; John 16:29
  13. 13 Exodus 34:33–35; Ephesians 2:14–15; Colossians 2:17; Hebrews 10:1–9; 2 Corinthians 3:7
  14. 14 2 Corinthians 4:3–4; Acts 26:18; Romans 11:25; Ephesians 1:17–20; Romans 11:7–10
  15. 15 Acts 13:27–29
  16. 16 Exodus 34:34; Isaiah 25:7; Isaiah 29:18; John 6:45–46; Romans 11:23
  17. 17 Romans 8:2; John 8:32; Galatians 5:13; Galatians 4:6; Galatians 5:1
  18. 18 2 Corinthians 4:6; Ephesians 4:22–24; Romans 12:2; 2 Corinthians 4:4; 1 Corinthians 13:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 3:1 John Chrysostom, Homilies on Second Corinthians (Homily VI)

    He anticipates and puts himself an objection which others would have urged against him, Thou vauntest thyself;' and this though he had before employed so strong a corrective in the expressions, "Who is sufficient for these things?" and, "of sincerity...speak we." (2 Cor. ii. 16, 17.) Howbeit he is not satisfied with these. For such is his character.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 3:3 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … hold on the flesh, he says in the same Epistle, "That ye are the epistle of Christ, ministered by us, inscribed not with ink, but with the Spirit of the living God, not in tables of stone, but in the fleshly tables of the heart." If, therefore, in the present time, fleshly hearts are made partakers of the Spirit, what …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 3:6 Augustine of Hippo, Confessions (Book VI, Chapters IV–VI)

    … before, when I censured Thy holy ones for so thinking, whereas in truth they thought not so; and with delight I heard Ambrose, in his sermons to the people, oftentimes most diligently recommend this text as a rule,--"The letter killeth, but the Spirit giveth life;" whilst, drawing aside the mystic veil, he spiritually laid open that which, accepted according to …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 3:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    … their mind, and in their heart I will write them," and, "they shall be all taught of God." And Paul too, pointing out the same superiority, said, that they had received a law "not in tables of stone, but in fleshy tables of the heart." But since in process of time they made shipwreck, some with regard to doctrines, others …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 3:14 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XV)

    For until this day...when Moses is read, a vail lieth upon their heart.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)