Skip to the text

2 John · Byzantine Textform (Robinson-Pierpont 2018)

2 John 1 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ο πρεσβυτεροσ εκλεκτη κυρια και τοισ τεκνοισ αυτησ ουσ εγω αγαπω εν αληθεια και ουκ εγω μονοσ αλλα και παντεσ οι εγνωκοτεσ την αληθειαν
1 Ὁ πρεσβύτερος, ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2 δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εισ τον αιωνα
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
3 εσται μεθ ημων χαρισ ελεοσ ειρηνη παρα θεου πατροσ και παρα κυριου ιησου χριστου του υιου του πατροσ εν αληθεια και αγαπη
3 ἔσται μεθ᾽ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντασ εν αληθεια καθωσ εντολην ελαβομεν παρα του πατροσ
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 και νυν ερωτω σε κυρια ουχ ωσ εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχησ ινα αγαπωμεν αλληλουσ
5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τασ εντολασ αυτου αυτη εστιν η εντολη καθωσ ηκουσατε απ αρχησ ινα εν αυτη περιπατητε
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7 οτι πολλοι πλανοι εισηλθον εισ τον κοσμον οι μη ομολογουντεσ ιησουν χριστον ερχομενον εν σαρκι ουτοσ εστιν ο πλανοσ και ο αντιχριστοσ
7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 βλεπετε εαυτουσ ινα μη απολεσωμεν α ειργασαμεθα αλλα μισθον πληρη απολαβωμεν
8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
9 πασ ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη του χριστου ουτοσ και τον πατερα και τον υιον εχει
9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10 ει τισ ερχεται προσ υμασ και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εισ οικιαν και χαιρειν αυτω μη λεγετε
10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11 ο γαρ λεγων αυτω χαιρειν κοινωνει τοισ εργοισ αυτου τοισ πονηροισ
11 ὁ γὰρ λέγων [αὐτῷ] χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανοσ αλλα ελπιζω ελθειν προσ υμασ και στομα προσ στομα λαλησαι ινα η χαρα ημων η πεπληρωμενη
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
13 ασπαζεται σε τα τεκνα τησ αδελφησ σου τησ εκλεκτησ αμην
13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.
Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Timothy 2:4; John 8:32; 1 John 3:18; 1 Peter 1:22–23; 2 John 13
  2. 2 1 John 2:17; 1 John 1:8; 1 John 2:14; John 15:7; 2 Peter 1:12
  3. 3 1 John 4:10; Romans 1:7; 1 Timothy 1:2; 1 Timothy 1:14; Galatians 5:6
  4. 4 3 John 3–4; Ephesians 5:8; 1 John 2:6; Ephesians 5:2; 1 John 1:6–7
  5. 5 1 John 3:11; John 15:12; John 13:34–35; 1 Thessalonians 4:9; 1 John 3:23
  6. 6 1 John 5:3; 1 John 2:24; John 15:10; John 14:15; 1 John 2:5
  7. 7 1 John 4:1–3; 1 John 2:26; 1 John 2:18–22; 2 Peter 2:1–3; 1 Timothy 3:16
  8. 8 Hebrews 10:35; Revelation 3:11; 1 Corinthians 3:14; 1 Corinthians 3:8; Hebrews 12:15
  9. 9 John 7:16–17; Colossians 3:16; 1 John 2:22–24; John 15:6; 1 John 1:3
  10. 10 Titus 3:10; Romans 16:17–18; 2 Thessalonians 3:6; 2 Timothy 3:5–6; 2 Thessalonians 3:14
  11. 11 1 Timothy 5:22; Ephesians 5:11; Revelation 18:4; Psalm 50:18
  12. 12 John 16:12; 3 John 13–14; John 15:11; 1 Corinthians 16:5–7; Numbers 12:8
  13. 13 2 John 1–13; 1 Peter 5:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences