RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εν τω συμπληρουσθαι την ημεραν τησ πεντηκοστησ ησαν απαντεσ ομοθυμαδον επι το αυτο 1 Now when the day of Pentecost had come, they were all with one accord in one place.
1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
2 και εγενετο αφνω εκ του ουρανου ηχοσ ωσπερ φερομενησ πνοησ βιαιασ και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι 2 Suddenly there came from the sky a sound like the rushing of a mighty wind, and it filled all the house where they were sitting.
2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·
3 και ωφθησαν αυτοισ διαμεριζομεναι γλωσσαι ωσει πυροσ εκαθισεν τε εφ ενα εκαστον αυτων 3 Tongues like fire appeared and were distributed to them, and one sat on each of them.
3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν,
4 και επλησθησαν απαντεσ πνευματοσ αγιου και ηρξαντο λαλειν ετεραισ γλωσσαισ καθωσ το πνευμα εδιδου αυτοισ αποφθεγγεσθαι 4 They were all filled with the Holy Spirit and began to speak with other languages, as the Spirit gave them the ability to speak.
4 καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
5 ησαν δε εν ιερουσαλημ κατοικουντεσ ιουδαιοι ανδρεσ ευλαβεισ απο παντοσ εθνουσ των υπο τον ουρανον 5 Now there were dwelling in Jerusalem Jews, devout men, from every nation under the sky.
5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6 γενομενησ δε τησ φωνησ ταυτησ συνηλθεν το πληθοσ και συνεχυθη οτι ηκουον εισ εκαστοσ τη ιδια διαλεκτω λαλουντων αυτων 6 When this sound was heard, the multitude came together and were bewildered, because everyone heard them speaking in his own language.
6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 εξισταντο δε παντεσ και εθαυμαζον λεγοντεσ προσ αλληλουσ ουκ ιδου παντεσ ουτοι εισιν οι λαλουντεσ γαλιλαιοι 7 They were all amazed and marveled, saying to one another, “Behold, aren’t all these who speak Galileans?
7 ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 και πωσ ημεισ ακουομεν εκαστοσ τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν 8 How do we hear, everyone in our own native language?
8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,
9 παρθοι και μηδοι και ελαμιται και οι κατοικουντεσ την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν 9 Parthians, Medes, Elamites, and people from Mesopotamia, Judea, Cappadocia, Pontus, Asia,
9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη τησ λιβυησ τησ κατα κυρηνην και οι επιδημουντεσ ρωμαιοι ιουδαιοι τε και προσηλυτοι 10 Phrygia, Pamphylia, Egypt, the parts of Libya around Cyrene, visitors from Rome, both Jews and proselytes,
10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,
11 κρητεσ και αραβεσ ακουομεν λαλουντων αυτων ταισ ημετεραισ γλωσσαισ τα μεγαλεια του θεου 11 Cretans and Arabians—we hear them speaking in our languages the mighty works of God!”
11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
12 εξισταντο δε παντεσ και διηπορουν αλλοσ προσ αλλον λεγοντεσ τι αν θελοι τουτο ειναι 12 They were all amazed and were perplexed, saying to one another, “What does this mean?”
12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί ἂν θέλοι τοῦτο εἶναι;
13 ετεροι δε χλευαζοντεσ ελεγον οτι γλευκουσ μεμεστωμενοι εισιν 13 Others, mocking, said, “They are filled with new wine.”
13 ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσί.
14 σταθεισ δε πετροσ συν τοισ ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοισ ανδρεσ ιουδαιοι και οι κατοικουντεσ ιερουσαλημ απαντεσ τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου 14 But Peter, standing up with the eleven, lifted up his voice and spoke out to them, “You men of Judea and all you who dwell at Jerusalem, let this be known to you, and listen to my words.
14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 ου γαρ ωσ υμεισ υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη τησ ημερασ 15 For these aren’t drunken, as you suppose, seeing it is only the third hour of the day.
15 οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·
16 αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ 16 But this is what has been spoken through the prophet Joel:
16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
17 και εσται εν ταισ εσχαταισ ημεραισ λεγει ο θεοσ εκχεω απο του πνευματοσ μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερεσ υμων και οι νεανισκοι υμων ορασεισ οψονται και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται 17 ‘It will be in the last days, says God, that I will pour out my Spirit on all flesh. Your sons and your daughters will prophesy. Your young men will see visions. Your old men will dream dreams.
17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
18 και γε επι τουσ δουλουσ μου και επι τασ δουλασ μου εν ταισ ημεραισ εκειναισ εκχεω απο του πνευματοσ μου και προφητευσουσιν 18 Yes, and on my servants and on my handmaidens in those days, I will pour out my Spirit, and they will prophesy.
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
19 και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι τησ γησ κατω αιμα και πυρ και ατμιδα καπνου 19 I will show wonders in the sky above, and signs on the earth beneath: blood, and fire, and billows of smoke.
19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
20 ο ηλιοσ μεταστραφησεται εισ σκοτοσ και η σεληνη εισ αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη 20 The sun will be turned into darkness, and the moon into blood, before the great and glorious day of the Lord comes.
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 και εσται πασ οσ αν επικαλεσηται το ονομα κυριου σωθησεται 21 It will be that whoever will call on the name of the Lord will be saved.’
21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
22 ανδρεσ ισραηλιται ακουσατε τουσ λογουσ τουτουσ ιησουν τον ναζωραιον ανδρα απο του θεου αποδεδειγμενον εισ υμασ δυναμεσιν και τερασιν και σημειοισ οισ εποιησεν δι αυτου ο θεοσ εν μεσω υμων καθωσ και αυτοι οιδατε 22 “Men of Israel, hear these words! Jesus of Nazareth, a man approved by God to you by mighty works and wonders and signs which God did by him among you, even as you yourselves know,
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,
23 τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντεσ δια χειρων ανομων προσπηξαντεσ ανειλετε 23 him, being delivered up by the determined counsel and foreknowledge of God, you have taken by the hand of lawless men, crucified and killed;
23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε·
24 ον ο θεοσ ανεστησεν λυσασ τασ ωδινασ του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου 24 whom God raised up, having freed him from the agony of death, because it was not possible that he should be held by it.
24 ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ.
25 δαυιδ γαρ λεγει εισ αυτον προωρωμην τον κυριον ενωπιον μου δια παντοσ οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω 25 For David says concerning him, ‘I saw the Lord always before my face, for he is on my right hand, that I should not be moved.
25 Δαυῒδ γὰρ λέγει εἰς αὐτόν· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
26 δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι 26 Therefore my heart was glad, and my tongue rejoiced. Moreover my flesh also will dwell in hope,
26 διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι,
27 οτι ουκ εγκαταλειψεισ την ψυχην μου εισ αδου ουδε δωσεισ τον οσιον σου ιδειν διαφθοραν 27 because you will not leave my soul in Hades, neither will you allow your Holy One to see decay.
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 εγνωρισασ μοι οδουσ ζωησ πληρωσεισ με ευφροσυνησ μετα του προσωπου σου 28 You made known to me the ways of life. You will make me full of gladness with your presence.’
28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 ανδρεσ αδελφοι εξον ειπειν μετα παρρησιασ προσ υμασ περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι τησ ημερασ ταυτησ 29 “Brothers, I may tell you freely of the patriarch David, that he both died and was buried, and his tomb is with us to this day.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυῒδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30 προφητησ ουν υπαρχων και ειδωσ οτι ορκω ωμοσεν αυτω ο θεοσ εκ καρπου τησ οσφυοσ αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου 30 Therefore, being a prophet, and knowing that God had sworn with an oath to him that of the fruit of his body, according to the flesh, he would raise up the Christ to sit on his throne,
30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,
31 προιδων ελαλησεν περι τησ αναστασεωσ του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εισ αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν 31 he foreseeing this, spoke about the resurrection of the Christ, that his soul wasn’t left in Hades, and his flesh didn’t see decay.
31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
32 τουτον τον ιησουν ανεστησεν ο θεοσ ου παντεσ ημεισ εσμεν μαρτυρεσ 32 This Jesus God raised up, to which we all are witnesses.
32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
33 τη δεξια ουν του θεου υψωθεισ την τε επαγγελιαν του αγιου πνευματοσ λαβων παρα του πατροσ εξεχεεν τουτο ο νυν υμεισ βλεπετε και ακουετε 33 Being therefore exalted by the right hand of God, and having received from the Father the promise of the Holy Spirit, he has poured out this which you now see and hear.
33 τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34 ου γαρ δαυιδ ανεβη εισ τουσ ουρανουσ λεγει δε αυτοσ ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου 34 For David didn’t ascend into the heavens, but he says himself, ‘The Lord said to my Lord, “Sit by my right hand
34 οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
35 εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου 35 until I make your enemies a footstool for your feet.”’
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36 ασφαλωσ ουν γινωσκετω πασ οικοσ ισραηλ οτι και κυριον και χριστον αυτον ο θεοσ εποιησεν τουτον τον ιησουν ον υμεισ εσταυρωσατε 36 “Let all the house of Israel therefore know certainly that God has made him both Lord and Christ, this Jesus whom you crucified.”
36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 ακουσαντεσ δε κατενυγησαν τη καρδια ειπον τε προσ τον πετρον και τουσ λοιπουσ αποστολουσ τι ποιησομεν ανδρεσ αδελφοι 37 Now when they heard this, they were cut to the heart, and said to Peter and the rest of the apostles, “Brothers, what shall we do?”
37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσομεν, ἄνδρες ἀδελφοί;
38 πετροσ δε εφη προσ αυτουσ μετανοησατε και βαπτισθητω εκαστοσ υμων επι τω ονοματι ιησου χριστου εισ αφεσιν αμαρτιων και ληψεσθε την δωρεαν του αγιου πνευματοσ 38 Peter said to them, “Repent and be baptized, every one of you, in the name of Jesus Christ for the forgiveness of sins, and you will receive the gift of the Holy Spirit.
38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
39 υμιν γαρ εστιν η επαγγελια και τοισ τεκνοισ υμων και πασιν τοισ εισ μακραν οσουσ αν προσκαλεσηται κυριοσ ο θεοσ ημων 39 For the promise is to you and to your children, and to all who are far off, even as many as the Lord our God will call to himself.”
39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
40 ετεροισ τε λογοισ πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων σωθητε απο τησ γενεασ τησ σκολιασ ταυτησ 40 With many other words he testified and exhorted them, saying, “Save yourselves from this crooked generation!”
40 ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41 οι μεν ουν ασμενωσ αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι 41 Then those who gladly received his word were baptized. There were added that day about three thousand souls.
41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 ησαν δε προσκαρτερουντεσ τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταισ προσευχαισ 42 They continued steadfastly in the apostles’ teaching and fellowship, in the breaking of bread, and prayer.
42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 εγενετο δε παση ψυχη φοβοσ πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο 43 Fear came on every soul, and many wonders and signs were done through the apostles.
43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 παντεσ δε οι πιστευοντεσ ησαν επι το αυτο και ειχον απαντα κοινα 44 All who believed were together, and had all things in common.
44 πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,
45 και τα κτηματα και τασ υπαρξεισ επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τισ χρειαν ειχεν 45 They sold their possessions and goods, and distributed them to all, according as anyone had need.
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσι καθότι ἄν τις χρείαν εἶχε·
46 καθ ημεραν τε προσκαρτερουντεσ ομοθυμαδον εν τω ιερω κλωντεσ τε κατ οικον αρτον μετελαμβανον τροφησ εν αγαλλιασει και αφελοτητι καρδιασ 46 Day by day, continuing steadfastly with one accord in the temple, and breaking bread at home, they took their food with gladness and singleness of heart,
46 καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47 αινουντεσ τον θεον και εχοντεσ χαριν προσ ολον τον λαον ο δε κυριοσ προσετιθει τουσ σωζομενουσ καθ ημεραν τη εκκλησια 47 praising God and having favor with all the people. The Lord added to the assembly day by day those who were being saved.
47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν τῇ ἐκκλησίᾳ.