Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 7 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ειπεν δε ο αρχιερευσ ει αρα ταυτα ουτωσ εχει
1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει;
2 ο δε εφη ανδρεσ αδελφοι και πατερεσ ακουσατε ο θεοσ τησ δοξησ ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν
2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 και ειπεν προσ αυτον εξελθε εκ τησ γησ σου και εκ τησ συγγενειασ σου και δευρο εισ γην ην αν σοι δειξω
3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.
4 τοτε εξελθων εκ γησ χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εισ την γην ταυτην εισ ην υμεισ νυν κατοικειτε
4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
5 και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδοσ και επηγγειλατο δουναι αυτω εισ κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντοσ αυτω τεκνου
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 ελαλησεν δε ουτωσ ο θεοσ οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια
6 ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7 και το εθνοσ ω εαν δουλευσωσιν κρινω εγω ειπεν ο θεοσ και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω
7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
8 και εδωκεν αυτω διαθηκην περιτομησ και ουτωσ εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ο ισαακ τον ιακωβ και ο ιακωβ τουσ δωδεκα πατριαρχασ
8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 και οι πατριαρχαι ζηλωσαντεσ τον ιωσηφ απεδοντο εισ αιγυπτον και ην ο θεοσ μετ αυτου
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
10 και εξειλετο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεωσ αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και ολον τον οικον αυτου
10 καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11 ηλθεν δε λιμοσ εφ ολην την γην αιγυπτου και χανααν και θλιψισ μεγαλη και ουχ ευρισκον χορτασματα οι πατερεσ ημων
11 ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 ακουσασ δε ιακωβ οντα σιτα εν αιγυπτω εξαπεστειλεν τουσ πατερασ ημων πρωτον
12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
13 και εν τω δευτερω ανεγνωρισθη ιωσηφ τοισ αδελφοισ αυτου και φανερον εγενετο τω φαραω το γενοσ του ιωσηφ
13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
14 αποστειλασ δε ιωσηφ μετεκαλεσατο τον πατερα αυτου ιακωβ και πασαν την συγγενειαν εν ψυχαισ εβδομηκοντα πεντε
14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
15 κατεβη δε ιακωβ εισ αιγυπτον και ετελευτησεν αυτοσ και οι πατερεσ ημων
15 κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 και μετετεθησαν εισ συχεμ και ετεθησαν εν τω μνηματι ο ωνησατο αβρααμ τιμησ αργυριου παρα των υιων εμμορ του συχεμ
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ.
17 καθωσ δε ηγγιζεν ο χρονοσ τησ επαγγελιασ ησ ωμοσεν ο θεοσ τω αβρααμ ηυξησεν ο λαοσ και επληθυνθη εν αιγυπτω
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 αχρι ου ανεστη βασιλευσ ετεροσ οσ ουκ ηδει τον ιωσηφ
18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
19 ουτοσ κατασοφισαμενοσ το γενοσ ημων εκακωσεν τουσ πατερασ ημων του ποιειν εκθετα τα βρεφη αυτων εισ το μη ζωογονεισθαι
19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι·
20 εν ω καιρω εγεννηθη μωσησ και ην αστειοσ τω θεω οσ ανετραφη μηνασ τρεισ εν τω οικω του πατροσ
20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
21 εκτεθεντα δε αυτον ανειλετο η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εισ υιον
21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 και επαιδευθη μωσησ παση σοφια αιγυπτιων ην δε δυνατοσ εν λογοισ και εργοισ
22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ [ἐν] ἔργοις.
23 ωσ δε επληρουτο αυτω τεσσαρακονταετησ χρονοσ ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τουσ αδελφουσ αυτου τουσ υιουσ ισραηλ
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
24 και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξασ τον αιγυπτιον
24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25 ενομιζεν δε συνιεναι τουσ αδελφουσ αυτου οτι ο θεοσ δια χειροσ αυτου διδωσιν αυτοισ σωτηριαν οι δε ου συνηκαν
25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
26 τη τε επιουση ημερα ωφθη αυτοισ μαχομενοισ και συνηλασεν αυτουσ εισ ειρηνην ειπων ανδρεσ αδελφοι εστε υμεισ ινα τι αδικειτε αλληλουσ
26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;
27 ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τισ σε κατεστησεν αρχοντα και δικαστην εφ ημασ
27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν;
28 μη ανελειν με συ θελεισ ον τροπον ανειλεσ χθεσ τον αιγυπτιον
28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
29 εφυγεν δε μωσησ εν τω λογω τουτω και εγενετο παροικοσ εν γη μαδιαμ ου εγεννησεν υιουσ δυο
29 ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 και πληρωθεντων ετων τεσσαρακοντα ωφθη αυτω εν τη ερημω του ορουσ σινα αγγελοσ κυριου εν φλογι πυροσ βατου
30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
31 ο δε μωσησ ιδων εθαυμαζεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου προσ αυτον
31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
32 εγω ο θεοσ των πατερων σου ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ εντρομοσ δε γενομενοσ μωσησ ουκ ετολμα κατανοησαι
32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 ειπεν δε αυτω ο κυριοσ λυσον το υποδημα των ποδων σου ο γαρ τοποσ εν ω εστηκασ γη αγια εστιν
33 εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34 ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτων ηκουσα και κατεβην εξελεσθαι αυτουσ και νυν δευρο αποστελω σε εισ αιγυπτον
34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.
35 τουτον τον μωσην ον ηρνησαντο ειποντεσ τισ σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεοσ αρχοντα και λυτρωτην απεστειλεν εν χειρι αγγελου του οφθεντοσ αυτω εν τη βατω
35 Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 ουτοσ εξηγαγεν αυτουσ ποιησασ τερατα και σημεια εν γη αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσαρακοντα
36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
37 ουτοσ εστιν ο μωσησ ο ειπων τοισ υιοισ ισραηλ προφητην υμιν αναστησει κυριοσ ο θεοσ ημων εκ των αδελφων υμων ωσ εμε
37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ[· αὐτοῦ ἀκούσεσθε].
38 ουτοσ εστιν ο γενομενοσ εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντοσ αυτω εν τω ορει σινα και των πατερων ημων οσ εδεξατο λογον ζωντα δουναι ημιν
38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν.
39 ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερεσ ημων αλλ απωσαντο και εστραφησαν τη καρδια αυτων εισ αιγυπτον
39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον
40 ειποντεσ τω ααρων ποιησον ημιν θεουσ οι προπορευσονται ημων ο γαρ μωσησ ουτοσ οσ εξηγαγεν ημασ εκ γησ αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω
40 εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
41 και εμοσχοποιησαν εν ταισ ημεραισ εκειναισ και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοισ εργοισ των χειρων αυτων
41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 εστρεψεν δε ο θεοσ και παρεδωκεν αυτουσ λατρευειν τη στρατια του ουρανου καθωσ γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιασ προσηνεγκατε μοι ετη τεσσαρακοντα εν τη ερημω οικοσ ισραηλ
42 ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου υμων ρεμφαν τουσ τυπουσ ουσ εποιησατε προσκυνειν αυτοισ και μετοικιω υμασ επεκεινα βαβυλωνοσ
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44 η σκηνη του μαρτυριου ην τοισ πατρασιν ημων εν τη ερημω καθωσ διεταξατο ο λαλων τω μωση ποιησαι αυτην κατα τον τυπον ον εωρακει
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
45 ην και εισηγαγον διαδεξαμενοι οι πατερεσ ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεοσ απο προσωπου των πατερων ημων εωσ των ημερων δαυιδ
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυΐδ·
46 οσ ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω θεω ιακωβ
46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.
47 σολομων δε ωκοδομησεν αυτω οικον
47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48 αλλ ουχ ο υψιστοσ εν χειροποιητοισ ναοισ κατοικει καθωσ ο προφητησ λεγει
48 ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
49 ο ουρανοσ μοι θρονοσ η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριοσ η τισ τοποσ τησ καταπαυσεωσ μου
49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 ουχι η χειρ μου εποιησεν ταυτα παντα
50 οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
51 σκληροτραχηλοι και απεριτμητοι τη καρδια και τοισ ωσιν υμεισ αει τω πνευματι τω αγιω αντιπιπτετε ωσ οι πατερεσ υμων και υμεισ
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
52 τινα των προφητων ουκ εδιωξαν οι πατερεσ υμων και απεκτειναν τουσ προκαταγγειλαντασ περι τησ ελευσεωσ του δικαιου ου νυν υμεισ προδοται και φονεισ γεγενησθε
52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
53 οιτινεσ ελαβετε τον νομον εισ διαταγασ αγγελων και ουκ εφυλαξατε
53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 ακουοντεσ δε ταυτα διεπριοντο ταισ καρδιαισ αυτων και εβρυχον τουσ οδοντασ επ αυτον
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν.
55 υπαρχων δε πληρησ πνευματοσ αγιου ατενισασ εισ τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου
55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
56 και ειπεν ιδου θεωρω τουσ ουρανουσ ανεωγμενουσ και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου
56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
57 κραξαντεσ δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον
57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν,
58 και εκβαλοντεσ εξω τησ πολεωσ ελιθοβολουν και οι μαρτυρεσ απεθεντο τα ιματια παρα τουσ ποδασ νεανιου καλουμενου σαυλου
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια [αὐτῶν] παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
59 και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
60 θεισ δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησησ αυτοισ την αμαρτιαν ταυτην και τουτο ειπων εκοιμηθη
60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Paul

    Apostle to the Gentiles

    Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…

    Cited in the guide: Acts 7:58; Acts 9:1; Acts 13:9

  • Stephen

    Deacon and first martyr

    One of the seven chosen to serve tables, full of faith and the Holy Spirit; he was stoned after his speech to the Sanhedrin and became the first martyr.

    Cited in the guide: Acts 6:5; Acts 7:59; Acts 8:2

Cross references (59)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 18:19–21; Matthew 26:61–62; Mark 14:58–60; John 18:33–35; Acts 6:13–14
  2. 2 Acts 22:1; Genesis 11:31; Psalm 29:3; Nehemiah 9:7; Hebrews 1:3
  3. 3 Genesis 12:1; Hebrews 11:8; Genesis 15:7; Joshua 24:3; Luke 14:33
  4. 4 Genesis 12:4–5; Genesis 11:31–32; Isaiah 41:9; Isaiah 41:2
  5. 5 Genesis 17:8; Genesis 12:7; Genesis 13:15; Genesis 15:18; Genesis 26:3
  6. 6 Genesis 15:13; Exodus 12:40–41; Galatians 3:17; Genesis 15:16
  7. 7 Exodus 3:12; Psalm 105:27–36; Exodus 7:1–14; Psalm 135:8–9; Genesis 15:14–16
  8. 8 Genesis 17:9–14; Genesis 35:23–26; Acts 2:29; Galatians 3:15; Galatians 3:17
  9. 9 Genesis 39:2; Psalm 105:17; Isaiah 43:2; Genesis 45:4; Isaiah 41:10
  10. 10 2 Timothy 4:18; Proverbs 3:4; Proverbs 2:6; Genesis 48:16; Psalm 22:24
  11. 11 Genesis 41:54–57; Genesis 42:5; Genesis 47:13–15; Psalm 105:16; Genesis 45:11
  12. 12 Genesis 42:1–24; Genesis 43:2
  13. 13 Genesis 45:1–18; Genesis 46:31–47:10
  14. 14 Genesis 46:26–27; Deuteronomy 10:22; Exodus 1:5; Genesis 45:9–11; 1 Chronicles 2:5–6
  15. 15 Genesis 49:33; Exodus 1:6; Genesis 46:3–7; Deuteronomy 10:22; Joshua 24:4
  16. 16 Joshua 24:32; Genesis 23:16; Exodus 13:19; Genesis 34:2–31; Genesis 50:13
  17. 17 Exodus 1:7–12; Psalm 105:24–25; Acts 7:6; Genesis 15:13–16; Acts 13:17
  18. 18 Exodus 1:8
  19. 19 Psalm 105:25; Exodus 1:9–22; Revelation 12:4–5; Psalm 83:4–5; Psalm 129:1–3
  20. 20 Hebrews 11:23; Exodus 2:2–10; 1 Samuel 16:12
  21. 21 Hebrews 11:24; Exodus 2:2–10; Deuteronomy 32:26
  22. 22 Isaiah 19:11; Luke 24:19; 2 Chronicles 9:22; Daniel 1:17–20; Daniel 1:4
  23. 23 Exodus 2:11–12; Philippians 2:12–13; Proverbs 21:1; Hebrews 11:24–26; Revelation 17:17
  24. 24 John 18:10–11; Acts 7:28; John 18:25–27
  25. 25 Luke 9:45; 2 Corinthians 6:1; 1 Corinthians 15:10; Luke 18:34; Acts 14:27
  26. 26 Exodus 2:13–15; 1 John 3:11–15; Psalm 133:1; John 15:17–18; Genesis 13:8
  27. 27 Luke 12:14; Acts 7:35; Proverbs 9:7–8; Acts 4:11–12; 1 Samuel 25:14–15
  28. 29 Exodus 18:2–4; Exodus 2:14–22; Exodus 4:19–20
  29. 30 Exodus 3:1–2; Acts 7:35; Isaiah 43:2; Isaiah 63:9; Exodus 3:6
  30. 31 Exodus 3:3–4
  31. 32 Exodus 3:6; Matthew 22:32; Job 37:1–2; Hebrews 11:16; Matthew 17:6
  32. 33 Exodus 3:5; Joshua 5:15; Ecclesiastes 5:1; 2 Peter 1:18
  33. 34 Exodus 3:7–10; Psalm 106:44; Exodus 4:31; Nehemiah 9:9; Exodus 3:14
  34. 35 Psalm 118:22–23; Luke 19:14; Psalm 75:7; Psalm 113:7–8; Numbers 20:16
  35. 36 Exodus 12:41; Exodus 14:21; Exodus 33:1; Psalm 78:12–33; Exodus 16:35
  36. 37 Deuteronomy 18:15–19; Acts 3:22–23; John 18:37; Matthew 17:3–5; Acts 7:38
  37. 38 Romans 3:2; Hebrews 5:12; John 1:17; 1 Peter 4:11; Deuteronomy 33:4
  38. 39 Numbers 14:3–4; Numbers 11:5; Nehemiah 9:16–17; Acts 7:51–52; Ezekiel 20:6–14
  39. 40 Exodus 32:1; Exodus 32:23
  40. 41 Psalm 106:19–21; Nehemiah 9:18; Revelation 9:20; Hosea 9:10; Habakkuk 2:18–20
  41. 42 Amos 5:25–26; Ezekiel 20:39; Jeremiah 19:13; Psalm 81:11–12; Job 31:26–28
  42. 43 Amos 5:26–27; Exodus 20:4–5; Deuteronomy 5:8–9; Leviticus 20:2–5; 2 Kings 17:16–18
  43. 44 Exodus 25:40; Exodus 38:21; Hebrews 8:5; Hebrews 8:2; Exodus 26:30
  44. 45 Psalm 44:2; Joshua 24:18; Joshua 18:1; Joshua 23:9; Judges 18:31
  45. 46 Psalm 132:1–5; Acts 13:22; 2 Samuel 7:1–5; 1 Samuel 16:11–13; 1 Samuel 16:1
  46. 47 1 Kings 8:20; 2 Samuel 7:13; 1 Kings 6:37–38; 1 Kings 7:13–51; 2 Chronicles 3:1
  47. 48 Acts 17:24–25; Isaiah 66:1–2; 1 Kings 8:27; 2 Chronicles 2:5–6; 2 Chronicles 6:18
  48. 49 Isaiah 66:1; Psalm 11:4; John 4:21; Matthew 5:34–35; Revelation 3:21
  49. 50 Jeremiah 32:17; Isaiah 66:2; Psalm 33:6–9; Isaiah 45:12; Exodus 20:11
  50. 51 Deuteronomy 10:16; Isaiah 63:10; Jeremiah 4:4; Ephesians 4:30; Leviticus 26:41
  51. 52 Matthew 5:12; 1 Kings 19:10; 2 Chronicles 36:16; 1 Thessalonians 2:15; Jeremiah 2:30
  52. 53 Hebrews 2:2; Galatians 3:19; Acts 7:38; John 7:19; Deuteronomy 33:2
  53. 54 Acts 5:33; Psalm 35:16; Matthew 25:30; Job 16:9; Luke 13:28
  54. 55 Mark 16:19; Hebrews 1:3; 2 Corinthians 4:6; Psalms 109:31–110:1; Acts 6:8
  55. 56 Matthew 26:64–65; Acts 10:11; Revelation 11:19; Matthew 3:16; Revelation 19:11
  56. 57 Zechariah 7:11; Psalm 58:4; Acts 23:27; Acts 7:54; Proverbs 21:13
  57. 58 Acts 22:20; Acts 8:1; Leviticus 24:14–16; Acts 6:13; Acts 22:4
  58. 59 Luke 23:46; Psalm 31:5; Acts 22:16; Joel 2:32; Acts 9:14
  59. 60 Matthew 5:44; Luke 23:34; 1 Corinthians 15:20; Romans 12:14–21; 1 Thessalonians 4:13–14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:6 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XVI)

    See, what a number of years the Promise has been given, and the manner of the Promise, and nowhere sacrifice, nowhere circumcision! He here shows, how God Himself suffered them to be afflicted, not that He had anything to lay to their charge. "And they shall bring them into bondage," etc. But nevertheless, they did not these things with impunity.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 7:2–8 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    And He gave him the covenant of circumcision: and so [Abraham] begat Isaac." And the rest of his words announce the same God, who was with Joseph and with the patriarchs, and who spake with Moses.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 7:53 Augustine of Hippo, The City of God (Book X, Chapters 12–15)

    And so it has pleased Divine Providence, as I have said, and as we read in the Acts of the Apostles, that the law enjoining the worship of one God should be given by the disposition of angels.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 7:59 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVIII)

    And from many other things too one might perceive, that it is not possible for a disembodied soul to remain here. For both Stephen saith, "Receive my spirit;" and Paul, "To depart and to be with Christ is far better;" and of the patriarch too the Scripture saith, that "he was gathered unto his fathers, being cherished in a good …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 7:37 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    Moses then, the prophet, saith, A Prophet shall the Lord your God raise up unto you of your brethren, like unto me: but let that "like unto me" be reserved awhile to be examined in its proper place.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)