Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 6 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν δε ταισ ημεραισ ταυταισ πληθυνοντων των μαθητων εγενετο γογγυσμοσ των ελληνιστων προσ τουσ εβραιουσ οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων
1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
2 προσκαλεσαμενοι δε οι δωδεκα το πληθοσ των μαθητων ειπον ουκ αρεστον εστιν ημασ καταλειψαντασ τον λογον του θεου διακονειν τραπεζαισ
2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.
3 επισκεψασθε ουν αδελφοι ανδρασ εξ υμων μαρτυρουμενουσ επτα πληρεισ πνευματοσ αγιου και σοφιασ ουσ καταστησωμεν επι τησ χρειασ ταυτησ
3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
4 ημεισ δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν
4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
5 και ηρεσεν ο λογοσ ενωπιον παντοσ του πληθουσ και εξελεξαντο στεφανον ανδρα πληρησ πιστεωσ και πνευματοσ αγιου και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα
5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
6 ουσ εστησαν ενωπιον των αποστολων και προσευξαμενοι επεθηκαν αυτοισ τασ χειρασ
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 και ο λογοσ του θεου ηυξανεν και επληθυνετο ο αριθμοσ των μαθητων εν ιερουσαλημ σφοδρα πολυσ τε οχλοσ των ιερεων υπηκουον τη πιστει
7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 στεφανοσ δε πληρησ πιστεωσ και δυναμεωσ εποιει τερατα και σημεια μεγαλα εν τω λαω
8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9 ανεστησαν δε τινεσ των εκ τησ συναγωγησ τησ λεγομενησ λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιασ και ασιασ συζητουντεσ τω στεφανω
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,
10 και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει
10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
11 τοτε υπεβαλον ανδρασ λεγοντασ οτι ακηκοαμεν αυτου λαλουντοσ ρηματα βλασφημα εισ μωσην και τον θεον
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν·
12 συνεκινησαν τε τον λαον και τουσ πρεσβυτερουσ και τουσ γραμματεισ και επισταντεσ συνηρπασαν αυτον και ηγαγον εισ το συνεδριον
12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
13 εστησαν τε μαρτυρασ ψευδεισ λεγοντασ ο ανθρωποσ ουτοσ ου παυεται ρηματα βλασφημα λαλων κατα του τοπου του αγιου και του νομου
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου·
14 ακηκοαμεν γαρ αυτου λεγοντοσ οτι ιησουσ ο ναζωραιοσ ουτοσ καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωσησ
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
15 και ατενισαντεσ εισ αυτον απαντεσ οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου
15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Nicanor

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Nicolas

    One of the Seven

    A convert to Judaism from Antioch, listed last among the seven men chosen at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Parmenas

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Philip

    Deacon and evangelist

    One of the seven chosen at Jerusalem; he preached in Samaria, baptized the Ethiopian official, and later hosted Paul at Caesarea with his four prophesying daughters.

    Cited in the guide: Acts 6:5; Acts 8:5; Acts 8:38

  • Prochorus

    One of the Seven

    One of the seven men of good reputation chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Stephen

    Deacon and first martyr

    One of the seven chosen to serve tables, full of faith and the Holy Spirit; he was stoned after his speech to the Sanhedrin and became the first martyr.

    Cited in the guide: Acts 6:5; Acts 7:59; Acts 8:2

  • Timon

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

Cross references (15)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 James 5:9; Acts 4:35; Acts 2:41; Acts 9:39; Acts 6:7
  2. 2 Deuteronomy 1:9–14; Exodus 18:17–26; 2 Timothy 2:4; Nehemiah 6:3; Numbers 11:11–13
  3. 3 1 Timothy 3:7–15; Deuteronomy 1:13; James 3:17–18; Numbers 27:18–19; 1 Timothy 5:10
  4. 4 Acts 1:14; 1 Timothy 4:13–16; Philippians 1:9–11; Acts 2:42; 2 Timothy 4:2
  5. 5 Acts 11:24; Acts 21:8; Acts 8:5–40; Acts 6:8; Acts 7:1–8:2
  6. 6 2 Timothy 1:6; Numbers 8:10; Acts 1:24; 1 Timothy 4:14; Acts 8:17
  7. 7 Acts 19:20; Acts 12:24; Colossians 1:6; Hebrews 5:9; Romans 16:26
  8. 8 Acts 4:29–30; Acts 6:5; Acts 7:55; 1 Timothy 3:13; Acts 6:10
  9. 9 Acts 15:41; Acts 15:23; Acts 22:3; Acts 23:34; Matthew 27:32
  10. 10 Luke 21:15; 1 Corinthians 2:4; Matthew 10:19–20; John 7:46; Luke 12:11–12
  11. 11 Matthew 26:59–60; 1 Kings 21:10–13; Acts 18:6; Acts 15:21; Acts 21:28
  12. 12 Proverbs 15:18; Acts 14:2; Matthew 26:57; Acts 5:18; Acts 16:19–21
  13. 13 Acts 6:11; Acts 21:28; Psalm 56:5; Psalm 27:12; Matthew 24:15
  14. 14 Daniel 9:26; Hebrews 12:26–28; Acts 21:21; Acts 15:1; Galatians 4:3–5
  15. 15 Matthew 13:43; Ecclesiastes 8:1; Exodus 34:29–35; Matthew 17:2; 2 Corinthians 3:18

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 6:8 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XV)

    See how even among the seven one was preëminent, and won the first prize. For though the ordination was common to him and them, yet he drew upon himself greater grace.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 6:1–4 Augustine of Hippo, Tractates on the Gospel of John (Chapters XVII–XVII)

    … the tables, previous to the time when Paul was brought to the faith of Christ, the reply given by the apostles, who before then had adhered to the Lord, was: "It is not good that we should leave the word of God, and serve tables." Then it was that they provided for the ordination of deacons, that they themselves might …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)