Skip to the text

Hebrews · Byzantine Textform (Robinson-Pierpont 2018)

Hebrews 6 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 διο αφεντεσ τον τησ αρχησ του χριστου λογον επι την τελειοτητα φερωμεθα μη παλιν θεμελιον καταβαλλομενοι μετανοιασ απο νεκρων εργων και πιστεωσ επι θεον
1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν,
2 βαπτισμων διδαχησ επιθεσεωσ τε χειρων αναστασεωσ τε νεκρων και κριματοσ αιωνιου
2 βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου.
3 και τουτο ποιησωμεν εανπερ επιτρεπη ο θεοσ
3 καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
4 αδυνατον γαρ τουσ απαξ φωτισθεντασ γευσαμενουσ τε τησ δωρεασ τησ επουρανιου και μετοχουσ γενηθεντασ πνευματοσ αγιου
4 ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου
5 και καλον γευσαμενουσ θεου ρημα δυναμεισ τε μελλοντοσ αιωνοσ
5 καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
6 και παραπεσοντασ παλιν ανακαινιζειν εισ μετανοιαν ανασταυρουντασ εαυτοισ τον υιον του θεου και παραδειγματιζοντασ
6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
7 γη γαρ η πιουσα τον επ αυτησ πολλακισ ερχομενον υετον και τικτουσα βοτανην ευθετον εκεινοισ δι ουσ και γεωργειται μεταλαμβανει ευλογιασ απο του θεου
7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ·
8 εκφερουσα δε ακανθασ και τριβολουσ αδοκιμοσ και καταρασ εγγυσ ησ το τελοσ εισ καυσιν
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9 πεπεισμεθα δε περι υμων αγαπητοι τα κρεισσονα και εχομενα σωτηριασ ει και ουτωσ λαλουμεν
9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
10 ου γαρ αδικοσ ο θεοσ επιλαθεσθαι του εργου υμων και του κοπου τησ αγαπησ ησ ενεδειξασθε εισ το ονομα αυτου διακονησαντεσ τοισ αγιοισ και διακονουντεσ
10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11 επιθυμουμεν δε εκαστον υμων την αυτην ενδεικνυσθαι σπουδην προσ την πληροφοριαν τησ ελπιδοσ αχρι τελουσ
11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
12 ινα μη νωθροι γενησθε μιμηται δε των δια πιστεωσ και μακροθυμιασ κληρονομουντων τασ επαγγελιασ
12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13 τω γαρ αβρααμ επαγγειλαμενοσ ο θεοσ επει κατ ουδενοσ ειχεν μειζονοσ ομοσαι ωμοσεν καθ εαυτου
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ,
14 λεγων η μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω σε
14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
15 και ουτωσ μακροθυμησασ επετυχεν τησ επαγγελιασ
15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
16 ανθρωποι μεν γαρ κατα του μειζονοσ ομνυουσιν και πασησ αυτοισ αντιλογιασ περασ εισ βεβαιωσιν ο ορκοσ
16 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17 εν ω περισσοτερον βουλομενοσ ο θεοσ επιδειξαι τοισ κληρονομοισ τησ επαγγελιασ το αμεταθετον τησ βουλησ αυτου εμεσιτευσεν ορκω
17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18 ινα δια δυο πραγματων αμεταθετων εν οισ αδυνατον ψευσασθαι θεον ισχυραν παρακλησιν εχωμεν οι καταφυγοντεσ κρατησαι τησ προκειμενησ ελπιδοσ
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19 ην ωσ αγκυραν εχομεν τησ ψυχησ ασφαλη τε και βεβαιαν και εισερχομενην εισ το εσωτερον του καταπετασματοσ
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20 οπου προδρομοσ υπερ ημων εισηλθεν ιησουσ κατα την ταξιν μελχισεδεκ αρχιερευσ γενομενοσ εισ τον αιωνα
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Hebrews 5:12–14; 2 Corinthians 7:1; Hebrews 9:14; Hebrews 12:13; Acts 26:20
  2. 2 1 Corinthians 15:13–57; Romans 6:3–5; Acts 17:31–32; Acts 6:6; Acts 10:47
  3. 3 Acts 18:21; 1 Corinthians 16:7; 1 Corinthians 4:19; James 4:15; Romans 15:32
  4. 4 Hebrews 10:26–29; 2 Peter 2:20–22; Matthew 5:13; John 15:6; Matthew 7:21–22
  5. 5 1 Peter 2:3; Luke 8:13; Matthew 13:20–21; Mark 4:16–17; 2 Peter 2:20
  6. 6 2 Peter 2:21; Hebrews 10:29; Hebrews 6:4; 1 John 5:16; Isaiah 1:28
  7. 7 Hosea 10:12; Isaiah 44:3; Psalm 65:9–13; Isaiah 55:10–13; Joel 2:21–26
  8. 8 John 15:6; Genesis 3:17–18; Luke 13:7–9; Deuteronomy 29:28; Jeremiah 44:22
  9. 9 Hebrews 10:39; Hebrews 6:4–6; Matthew 5:3–12; Hebrews 2:3; 2 Corinthians 7:10
  10. 10 Hebrews 13:16; Matthew 10:42; Galatians 6:10; 1 Thessalonians 1:3; Colossians 3:17
  11. 11 2 Peter 1:5–8; Hebrews 3:6; Romans 5:2–5; Hebrews 3:14; 2 Peter 1:10
  12. 12 Hebrews 13:7; Hebrews 10:36; Romans 12:11; 1 John 2:25; Jeremiah 6:16
  13. 13 Genesis 22:15–18; Luke 1:73; Psalm 105:9–10; Micah 7:20; Isaiah 45:23
  14. 14 Genesis 22:17; Deuteronomy 1:10; Nehemiah 9:23; Exodus 32:13; Genesis 17:2
  15. 15 Genesis 12:2–3; Romans 4:17–25; Genesis 15:2–6; Hebrews 6:12; Genesis 21:2–7
  16. 16 Exodus 22:11; Hebrews 6:13; Genesis 21:30–31; Joshua 9:15–20; Genesis 31:53
  17. 17 Proverbs 19:21; Hebrews 6:18; Isaiah 55:11; Isaiah 14:24; Hebrews 11:9
  18. 18 Numbers 23:19; Titus 1:2; 1 Samuel 15:29; 2 Timothy 2:13; Romans 3:4
  19. 19 Psalm 43:5; Romans 5:5–10; Romans 8:28–39; Hebrews 9:7; Leviticus 16:15
  20. 20 Hebrews 4:14; Hebrews 3:1; Hebrews 5:6; Hebrews 5:10; Romans 8:34

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 6:1 John Chrysostom, Homilies on Hebrews (Homily IX)

    You have heard how much Paul found fault with the Hebrews for wishing to be always learning about the same things. And with good reason: "For when for the time ye ought to be teachers, ye have need again that some one teach you the elements of the first principles of the oracles of God." ( c. v.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  2. Quotes verse 6:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVI — 12, 13)

    … us have regard to the completion; not laying again the foundation of repentance from dead works, and of faith toward God, of the doctrine of the baptismal font, and of the laying on of hands, and of resurrection of the dead, and of eternal judgment." This is the copious supply of milk, without which even they cannot live, who have …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 6:4 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapter IX)

    For it is impossible, he saith, for those who were once enlightened, &c., to renew them again unto repentance: seeing they crucify to themselves the Christ afresh, and put Him to an open shame.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Quotes verse 6:13 Augustine of Hippo, Expositions on the Psalms (Psalm XCIV)

    By Himself: for He hath no greater by whom to swear. By Himself He confirmeth His promises: by Himself He confirmeth His threats.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)