Skip to the text

Hebrews · Byzantine Textform (Robinson-Pierpont 2018)

Hebrews 9 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ειχεν μεν ουν και η πρωτη δικαιωματα λατρειασ το τε αγιον κοσμικον
1 Εἶχε μὲν οὖν [καὶ] ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν.
2 σκηνη γαρ κατεσκευασθη η πρωτη εν η η τε λυχνια και η τραπεζα και η προθεσισ των αρτων ητισ λεγεται αγια
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.
3 μετα δε το δευτερον καταπετασμα σκηνη η λεγομενη αγια αγιων
3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
4 χρυσουν εχουσα θυμιατηριον και την κιβωτον τησ διαθηκησ περικεκαλυμμενην παντοθεν χρυσιω εν η σταμνοσ χρυση εχουσα το μαννα και η ραβδοσ ααρων η βλαστησασα και αι πλακεσ τησ διαθηκησ
4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
5 υπερανω δε αυτησ χερουβιμ δοξησ κατασκιαζοντα το ιλαστηριον περι ων ουκ εστιν νυν λεγειν κατα μεροσ
5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
6 τουτων δε ουτωσ κατεσκευασμενων εισ μεν την πρωτην σκηνην δια παντοσ εισιασιν οι ιερεισ τασ λατρειασ επιτελουντεσ
6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
7 εισ δε την δευτεραν απαξ του ενιαυτου μονοσ ο αρχιερευσ ου χωρισ αιματοσ ο προσφερει υπερ εαυτου και των του λαου αγνοηματων
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
8 τουτο δηλουντοσ του πνευματοσ του αγιου μηπω πεφανερωσθαι την των αγιων οδον ετι τησ πρωτησ σκηνησ εχουσησ στασιν
8 τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν Ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·
9 ητισ παραβολη εισ τον καιρον τον ενεστηκοτα καθ ον δωρα τε και θυσιαι προσφερονται μη δυναμεναι κατα συνειδησιν τελειωσαι τον λατρευοντα
9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
10 μονον επι βρωμασιν και πομασιν και διαφοροισ βαπτισμοισ και δικαιωμασιν σαρκοσ μεχρι καιρου διορθωσεωσ επικειμενα
10 μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
11 χριστοσ δε παραγενομενοσ αρχιερευσ των μελλοντων αγαθων δια τησ μειζονοσ και τελειοτερασ σκηνησ ου χειροποιητου τουτ εστιν ου ταυτησ τησ κτισεωσ
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
12 ουδε δι αιματοσ τραγων και μοσχων δια δε του ιδιου αιματοσ εισηλθεν εφαπαξ εισ τα αγια αιωνιαν λυτρωσιν ευραμενοσ
12 οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
13 ει γαρ το αιμα ταυρων και τραγων και σποδοσ δαμαλεωσ ραντιζουσα τουσ κεκοινωμενουσ αγιαζει προσ την τησ σαρκοσ καθαροτητα
13 εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
14 ποσω μαλλον το αιμα του χριστου οσ δια πνευματοσ αιωνιου εαυτον προσηνεγκεν αμωμον τω θεω καθαριει την συνειδησιν υμων απο νεκρων εργων εισ το λατρευειν θεω ζωντι
14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
15 και δια τουτο διαθηκησ καινησ μεσιτησ εστιν οπωσ θανατου γενομενου εισ απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι τησ αιωνιου κληρονομιασ
15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 οπου γαρ διαθηκη θανατον αναγκη φερεσθαι του διαθεμενου
16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
17 διαθηκη γαρ επι νεκροισ βεβαια επει μηποτε ισχυει οτε ζη ο διαθεμενοσ
17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
18 οθεν ουδ η πρωτη χωρισ αιματοσ εγκεκαινισται
18 Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
19 λαληθεισησ γαρ πασησ εντολησ κατα νομον υπο μωυσεωσ παντι τω λαω λαβων το αιμα των μοσχων και τραγων μετα υδατοσ και εριου κοκκινου και υσσωπου αυτο τε το βιβλιον και παντα τον λαον ερραντισεν
19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε
20 λεγων τουτο το αιμα τησ διαθηκησ ησ ενετειλατο προσ υμασ ο θεοσ
20 λέγων· τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός·
21 και την σκηνην δε και παντα τα σκευη τησ λειτουργιασ τω αιματι ομοιωσ ερραντισεν
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισε.
22 και σχεδον εν αιματι παντα καθαριζεται κατα τον νομον και χωρισ αιματεκχυσιασ ου γινεται αφεσισ
22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 αναγκη ουν τα μεν υποδειγματα των εν τοισ ουρανοισ τουτοισ καθαριζεσθαι αυτα δε τα επουρανια κρειττοσιν θυσιαισ παρα ταυτασ
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
24 ου γαρ εισ χειροποιητα αγια εισηλθεν ο χριστοσ αντιτυπα των αληθινων αλλ εισ αυτον τον ουρανον νυν εμφανισθηναι τω προσωπω του θεου υπερ ημων
24 οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·
25 ουδ ινα πολλακισ προσφερη εαυτον ωσπερ ο αρχιερευσ εισερχεται εισ τα αγια κατ ενιαυτον εν αιματι αλλοτριω
25 οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
26 επει εδει αυτον πολλακισ παθειν απο καταβολησ κοσμου νυν δε απαξ επι συντελεια των αιωνων εισ αθετησιν αμαρτιασ δια τησ θυσιασ αυτου πεφανερωται
26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
27 και καθ οσον αποκειται τοισ ανθρωποισ απαξ αποθανειν μετα δε τουτο κρισισ
27 καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
28 ουτωσ και ο χριστοσ απαξ προσενεχθεισ εισ το πολλων ανενεγκειν αμαρτιασ εκ δευτερου χωρισ αμαρτιασ οφθησεται τοισ αυτον απεκδεχομενοισ εισ σωτηριαν
28 οὕτω καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 25:8; Hebrews 9:10–11; Hebrews 8:2; Leviticus 18:30; Leviticus 22:9
  2. 2 Exodus 40:4; Leviticus 24:5–8; Exodus 26:35; Exodus 40:18–20; Exodus 40:22–24
  3. 3 Exodus 26:31–33; Matthew 27:51; Exodus 40:21; Exodus 40:3; 1 Kings 8:6
  4. 4 Numbers 17:10; 2 Chronicles 5:10; Exodus 40:3; Leviticus 16:12; Exodus 26:33
  5. 5 Leviticus 16:2; Numbers 7:89; 1 Kings 8:6–7; Exodus 25:17–22; Psalm 99:1
  6. 6 Numbers 28:3; Exodus 27:21; Luke 1:8–11; 2 Chronicles 26:16–19; Daniel 8:11
  7. 7 Leviticus 16:34; Leviticus 5:18; Hebrews 7:27; Exodus 30:10; Hebrews 10:19–20
  8. 8 John 14:6; Hebrews 3:7; John 10:9; Hebrews 10:19–22; Ephesians 2:18
  9. 9 1 Peter 3:21; Hebrews 5:1; Hebrews 10:11; Psalm 51:16–19; Romans 5:14
  10. 10 Colossians 2:16; Ephesians 2:15; Hebrews 7:16; Leviticus 11:2–47; Hebrews 2:5
  11. 11 Hebrews 9:23–24; 2 Corinthians 5:1; Acts 17:24–25; Hebrews 8:1–2; Hebrews 10:1
  12. 12 Hebrews 10:4; 1 Peter 1:18–19; Hebrews 9:15; Ephesians 1:7; Hebrews 9:24–26
  13. 13 Numbers 19:2–21; Leviticus 16:14–16; Acts 15:9; 1 Peter 1:22; 2 Chronicles 30:19
  14. 14 Hebrews 10:22; 1 Peter 1:19; 1 John 1:7; Hebrews 9:12; 1 Peter 2:24
  15. 15 Romans 3:24–26; Romans 8:30; Hebrews 9:12; Romans 8:28; Hebrews 10:36
  16. 16 James 2:10; 1 Corinthians 15:22
  17. 17 Genesis 48:21; John 14:27; Galatians 3:15
  18. 18 Exodus 24:3–8; Hebrews 8:7–9; Hebrews 9:22; Hebrews 9:14; Exodus 12:22
  19. 19 Exodus 24:5–11; Hebrews 9:12; Numbers 19:18; Hebrews 10:4; Ezekiel 36:25
  20. 20 Exodus 24:8; Matthew 26:28; Hebrews 13:20; Deuteronomy 29:12; Zechariah 9:11
  21. 21 Leviticus 8:15; Leviticus 8:19; Exodus 29:12; Exodus 29:36; Leviticus 9:18
  22. 22 Leviticus 17:11; Leviticus 6:7; Leviticus 4:35; Leviticus 5:18; Leviticus 14:14
  23. 23 1 Peter 1:19–21; Hebrews 10:4; Hebrews 9:14; Hebrews 9:9–12; Hebrews 9:24
  24. 24 Hebrews 9:11–12; Hebrews 12:2; Hebrews 9:23; Hebrews 8:2; John 16:28
  25. 25 Hebrews 9:12; Hebrews 9:14; Hebrews 9:7; Hebrews 9:26; Hebrews 10:19
  26. 26 Hebrews 9:12; Hebrews 10:4; 1 Peter 1:20; Hebrews 1:2; Hebrews 9:14
  27. 27 2 Corinthians 5:10; Ecclesiastes 12:14; Ecclesiastes 12:7; Acts 17:31; 2 Samuel 14:14
  28. 28 Titus 2:13; 1 Peter 2:24; Romans 6:10; Isaiah 25:9; 2 Timothy 4:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 9:1 John Chrysostom, Homilies on Hebrews (Homily XV)

    He has shown from the Priest, from the Priesthood, from the Covenant, that that [dispensation] was to have an end. From this point he shows it from the fashion of the tabernacle itself. How?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  2. Quotes verse 9:15 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    "And the Lord," he saith, "will seek Him a man," meaning either David or the Mediator of the New Testament, who was figured in the chrism with which David also and his offspring was anointed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 9:19 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    After the flood, a covenant was made with Noah: a covenant for Israel from Mount Sinai, but with water, and scarlet wool, and hyssop.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Quotes verse 9:11 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    This is Jesus Christ who came a High-Priest of the good things to come; who for the bountifulness of His Godhead imparted His own title to us all.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)