Skip to the text

James · Byzantine Textform (Robinson-Pierpont 2018)

James 3 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτεσ οτι μειζον κριμα ληψομεθα
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα·
2 πολλα γαρ πταιομεν απαντεσ ει τισ εν λογω ου πταιει ουτοσ τελειοσ ανηρ δυνατοσ χαλιναγωγησαι και ολον το σωμα
2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3 ιδε των ιππων τουσ χαλινουσ εισ τα στοματα βαλλομεν προσ το πειθεσθαι αυτουσ ημιν και ολον το σωμα αυτων μεταγομεν
3 ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4 ιδου και τα πλοια τηλικαυτα οντα και υπο σκληρων ανεμων ελαυνομενα μεταγεται υπο ελαχιστου πηδαλιου οπου αν η ορμη του ευθυνοντοσ βουληται
4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.
5 ουτωσ και η γλωσσα μικρον μελοσ εστιν και μεγαλαυχει ιδου ολιγον πυρ ηλικην υλην αναπτει
5 οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει!
6 και η γλωσσα πυρ ο κοσμοσ τησ αδικιασ ουτωσ η γλωσσα καθισταται εν τοισ μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον τησ γενεσεωσ και φλογιζομενη υπο τησ γεεννησ
6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7 πασα γαρ φυσισ θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη
7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ,
8 την δε γλωσσαν ουδεισ δυναται ανθρωπων δαμασαι ακατασχετον κακον μεστη ιου θανατηφορου
8 τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9 εν αυτη ευλογουμεν τον θεον και πατερα και εν αυτη καταρωμεθα τουσ ανθρωπουσ τουσ καθ ομοιωσιν θεου γεγονοτασ
9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας·
10 εκ του αυτου στοματοσ εξερχεται ευλογια και καταρα ου χρη αδελφοι μου ταυτα ουτωσ γινεσθαι
10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι.
11 μητι η πηγη εκ τησ αυτησ οπησ βρυει το γλυκυ και το πικρον
11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12 μη δυναται αδελφοι μου συκη ελαιασ ποιησαι η αμπελοσ συκα ουτωσ ουδεμια πηγη αλυκον και γλυκυ ποιησαι υδωρ
12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
13 τισ σοφοσ και επιστημων εν υμιν δειξατω εκ τησ καλησ αναστροφησ τα εργα αυτου εν πραυτητι σοφιασ
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
14 ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων μη κατακαυχασθε και ψευδεσθε κατα τησ αληθειασ
14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
15 ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη αλλ επιγειοσ ψυχικη δαιμονιωδησ
15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης.
16 οπου γαρ ζηλοσ και εριθεια εκει ακαταστασια και παν φαυλον πραγμα
16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17 η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικησ ευπειθησ μεστη ελεουσ και καρπων αγαθων αδιακριτοσ και ανυποκριτοσ
17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος.
18 καρποσ δε τησ δικαιοσυνησ εν ειρηνη σπειρεται τοισ ποιουσιν ειρηνην
18 καρπὸς δὲ [τῆς] δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Timothy 1:7; Luke 12:47–48; 1 Peter 5:3; Matthew 23:13; 1 Corinthians 12:28
  2. 2 James 1:26; Proverbs 13:3; 1 Peter 3:10; Matthew 12:37; Psalm 34:13
  3. 3 Psalm 32:9; Psalm 39:1; James 1:26; 2 Kings 19:28
  4. 4 Matthew 8:24; Psalm 107:25–27; Acts 27:14–38
  5. 5 Proverbs 18:21; Proverbs 12:18; Jeremiah 9:3–8; Proverbs 15:2; Psalm 17:10
  6. 6 Psalm 120:2–3; Proverbs 16:27; Mark 7:15; Matthew 15:11–20; Proverbs 15:1
  7. 8 Romans 3:13; Psalm 140:3; Psalm 55:21; James 3:6; Psalm 57:4
  8. 9 Psalm 10:7; Genesis 1:26–27; Genesis 9:6; Psalm 62:4; Psalm 59:12
  9. 10 Romans 12:14; 1 Peter 3:9; 1 Corinthians 3:3; Psalm 50:16–20; 1 Timothy 5:13
  10. 12 Luke 6:43–44; Matthew 12:33; Matthew 7:16–20; Jeremiah 2:21; Romans 11:16–18
  11. 13 Galatians 5:23; James 3:17; Matthew 5:5; Colossians 3:12; 1 Peter 2:12
  12. 14 James 3:16; 1 Corinthians 13:4; Philippians 2:3; 1 Corinthians 3:3; Romans 13:13
  13. 15 James 3:17; James 1:17; 1 Corinthians 3:19; Philippians 3:19; 1 Corinthians 2:14
  14. 16 James 3:14; 1 Corinthians 3:3; 1 Corinthians 14:33; 1 John 3:12; Galatians 5:20
  15. 17 Galatians 5:22–23; Proverbs 2:6; 1 Corinthians 13:4–7; James 3:15; Romans 12:9
  16. 18 Matthew 5:9; Hosea 10:12; Philippians 1:11; Isaiah 32:16–17; Galatians 6:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 3:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIII)

    "I have washed my feet; how shall I defile them?" At times I read and hear: "My brethren, be not many masters, seeing that ye shall receive the greater condemnation: for in many things we offend all." "I have washed my feet; how shall I defile them?" But see, I rise and open.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)