RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 αμην αμην λεγω υμιν ο μη εισερχομενοσ δια τησ θυρασ εισ την αυλην των προβατων αλλα αναβαινων αλλαχοθεν εκεινοσ κλεπτησ εστιν και ληστησ 1 “Most certainly, I tell you, one who doesn’t enter by the door into the sheep fold, but climbs up some other way, is a thief and a robber.
1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·
2 ο δε εισερχομενοσ δια τησ θυρασ ποιμην εστιν των προβατων 2 But one who enters in by the door is the shepherd of the sheep.
2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.
3 τουτω ο θυρωροσ ανοιγει και τα προβατα τησ φωνησ αυτου ακουει και τα ιδια προβατα καλει κατ ονομα και εξαγει αυτα 3 The gatekeeper opens the gate for him, and the sheep listen to his voice. He calls his own sheep by name and leads them out.
3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά.
4 και οταν τα ιδια προβατα εκβαλη εμπροσθεν αυτων πορευεται και τα προβατα αυτω ακολουθει οτι οιδασιν την φωνην αυτου 4 Whenever he brings out his own sheep, he goes before them; and the sheep follow him, for they know his voice.
4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·
5 αλλοτριω δε ου μη ακολουθησωσιν αλλα φευξονται απ αυτου οτι ουκ οιδασιν των αλλοτριων την φωνην 5 They will by no means follow a stranger, but will flee from him; for they don’t know the voice of strangers.”
5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
6 ταυτην την παροιμιαν ειπεν αυτοισ ο ιησουσ εκεινοι δε ουκ εγνωσαν τινα ην α ελαλει αυτοισ 6 Jesus spoke this parable to them, but they didn’t understand what he was telling them.
6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7 ειπεν ουν παλιν αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν οτι εγω ειμι η θυρα των προβατων 7 Jesus therefore said to them again, “Most certainly, I tell you, I am the sheep’s door.
7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8 παντεσ οσοι ηλθον κλεπται εισιν και λησται αλλ ουκ ηκουσαν αυτων τα προβατα 8 All who came before me are thieves and robbers, but the sheep didn’t listen to them.
8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9 εγω ειμι η θυρα δι εμου εαν τισ εισελθη σωθησεται και εισελευσεται και εξελευσεται και νομην ευρησει 9 I am the door. If anyone enters in by me, he will be saved, and will go in and go out and will find pasture.
9 ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
10 ο κλεπτησ ουκ ερχεται ει μη ινα κλεψη και θυση και απολεση εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν 10 The thief only comes to steal, kill, and destroy. I came that they may have life, and may have it abundantly.
10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
11 εγω ειμι ο ποιμην ο καλοσ ο ποιμην ο καλοσ την ψυχην αυτου τιθησιν υπερ των προβατων 11 “I am the good shepherd. The good shepherd lays down his life for the sheep.
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
12 ο μισθωτοσ δε και ουκ ων ποιμην ου ουκ εισιν τα προβατα ιδια θεωρει τον λυκον ερχομενον και αφιησιν τα προβατα και φευγει και ο λυκοσ αρπαζει αυτα και σκορπιζει τα προβατα 12 He who is a hired hand, and not a shepherd, who doesn’t own the sheep, sees the wolf coming, leaves the sheep, and flees. The wolf snatches the sheep and scatters them.
12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
13 ο δε μισθωτοσ φευγει οτι μισθωτοσ εστιν και ου μελει αυτω περι των προβατων 13 The hired hand flees because he is a hired hand and doesn’t care for the sheep.
13 ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14 εγω ειμι ο ποιμην ο καλοσ και γινωσκω τα εμα και γινωσκομαι υπο των εμων 14 I am the good shepherd. I know my own, and I’m known by my own;
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,
15 καθωσ γινωσκει με ο πατηρ καγω γινωσκω τον πατερα και την ψυχην μου τιθημι υπερ των προβατων 15 even as the Father knows me, and I know the Father. I lay down my life for the sheep.
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
16 και αλλα προβατα εχω α ουκ εστιν εκ τησ αυλησ ταυτησ κακεινα με δει αγαγειν και τησ φωνησ μου ακουσουσιν και γενησεται μια ποιμνη εισ ποιμην 16 I have other sheep which are not of this fold. I must bring them also, and they will hear my voice. They will become one flock with one shepherd.
16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
17 δια τουτο ο πατηρ με αγαπα οτι εγω τιθημι την ψυχην μου ινα παλιν λαβω αυτην 17 Therefore the Father loves me, because I lay down my life, that I may take it again.
17 διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18 ουδεισ αιρει αυτην απ εμου αλλ εγω τιθημι αυτην απ εμαυτου εξουσιαν εχω θειναι αυτην και εξουσιαν εχω παλιν λαβειν αυτην ταυτην την εντολην ελαβον παρα του πατροσ μου 18 No one takes it away from me, but I lay it down by myself. I have power to lay it down, and I have power to take it again. I received this commandment from my Father.”
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 σχισμα ουν παλιν εγενετο εν τοισ ιουδαιοισ δια τουσ λογουσ τουτουσ 19 Therefore a division arose again among the Jews because of these words.
19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20 ελεγον δε πολλοι εξ αυτων δαιμονιον εχει και μαινεται τι αυτου ακουετε 20 Many of them said, “He has a demon and is insane! Why do you listen to him?”
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21 αλλοι ελεγον ταυτα τα ρηματα ουκ εστιν δαιμονιζομενου μη δαιμονιον δυναται τυφλων οφθαλμουσ ανοιγειν 21 Others said, “These are not the sayings of one possessed by a demon. It isn’t possible for a demon to open the eyes of the blind, is it?”
21 ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;
22 εγενετο δε τα εγκαινια εν ιεροσολυμοισ και χειμων ην 22 It was the Feast of the Dedication at Jerusalem.
22 Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν·
23 και περιεπατει ο ιησουσ εν τω ιερω εν τη στοα σολομωνοσ 23 It was winter, and Jesus was walking in the temple, in Solomon’s porch.
23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
24 εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω εωσ ποτε την ψυχην ημων αιρεισ ει συ ει ο χριστοσ ειπε ημιν παρρησια 24 The Jews therefore came around him and said to him, “How long will you hold us in suspense? If you are the Christ, tell us plainly.”
24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
25 απεκριθη αυτοισ ο ιησουσ ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατροσ μου ταυτα μαρτυρει περι εμου 25 Jesus answered them, “I told you, and you don’t believe. The works that I do in my Father’s name, these testify about me.
25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
26 αλλ υμεισ ου πιστευετε ου γαρ εστε εκ των προβατων των εμων καθωσ ειπον υμιν 26 But you don’t believe, because you are not of my sheep, as I told you.
26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.
27 τα προβατα τα εμα τησ φωνησ μου ακουει καγω γινωσκω αυτα και ακολουθουσιν μοι 27 My sheep hear my voice, and I know them, and they follow me.
27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι,
28 καγω ζωην αιωνιον διδωμι αυτοισ και ου μη απολωνται εισ τον αιωνα και ουχ αρπασει τισ αυτα εκ τησ χειροσ μου 28 I give eternal life to them. They will never perish, and no one will snatch them out of my hand.
28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
29 ο πατηρ μου οσ δεδωκεν μοι μειζων παντων εστιν και ουδεισ δυναται αρπαζειν εκ τησ χειροσ του πατροσ μου 29 My Father who has given them to me is greater than all. No one is able to snatch them out of my Father’s hand.
29 ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου.
30 εγω και ο πατηρ εν εσμεν 30 I and the Father are one.”
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 εβαστασαν ουν παλιν λιθουσ οι ιουδαιοι ινα λιθασωσιν αυτον 31 Therefore the Jews took up stones again to stone him.
31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
32 απεκριθη αυτοισ ο ιησουσ πολλα καλα εργα εδειξα υμιν εκ του πατροσ μου δια ποιον αυτων εργον λιθαζετε με 32 Jesus answered them, “I have shown you many good works from my Father. For which of those works do you stone me?”
32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;
33 απεκριθησαν αυτω οι ιουδαιοι λεγοντεσ περι καλου εργου ου λιθαζομεν σε αλλα περι βλασφημιασ και οτι συ ανθρωποσ ων ποιεισ σεαυτον θεον 33 The Jews answered him, “We don’t stone you for a good work, but for blasphemy, because you, being a man, make yourself God.”
33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.
34 απεκριθη αυτοισ ο ιησουσ ουκ εστιν γεγραμμενον εν τω νομω υμων εγω ειπα θεοι εστε 34 Jesus answered them, “Isn’t it written in your law, ‘I said, you are gods’?
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε;
35 ει εκεινουσ ειπεν θεουσ προσ ουσ ο λογοσ του θεου εγενετο και ου δυναται λυθηναι η γραφη 35 If he called them gods, to whom the word of God came (and the Scripture can’t be broken),
35 εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
36 ον ο πατηρ ηγιασεν και απεστειλεν εισ τον κοσμον υμεισ λεγετε οτι βλασφημεισ οτι ειπον υιοσ του θεου ειμι 36 do you say of him whom the Father sanctified and sent into the world, ‘You blaspheme,’ because I said, ‘I am the Son of God’?
36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι;
37 ει ου ποιω τα εργα του πατροσ μου μη πιστευετε μοι 37 If I don’t do the works of my Father, don’t believe me.
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
38 ει δε ποιω καν εμοι μη πιστευητε τοισ εργοισ πιστευσατε ινα γνωτε και πιστευσητε οτι εν εμοι ο πατηρ καγω εν αυτω 38 But if I do them, though you don’t believe me, believe the works, that you may know and believe that the Father is in me, and I in the Father.”
38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.
39 εζητουν ουν παλιν αυτον πιασαι και εξηλθεν εκ τησ χειροσ αυτων 39 They sought again to seize him, and he went out of their hand.
39 Ἐζήτουν οὖν πάλιν πιάσαι αὐτόν· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 και απηλθεν παλιν περαν του ιορδανου εισ τον τοπον οπου ην ιωαννησ το πρωτον βαπτιζων και εμεινεν εκει 40 He went away again beyond the Jordan into the place where John was baptizing at first, and he stayed there.
40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
41 και πολλοι ηλθον προσ αυτον και ελεγον οτι ιωαννησ μεν σημειον εποιησεν ουδεν παντα δε οσα ειπεν ιωαννησ περι τουτου αληθη ην 41 Many came to him. They said, “John indeed did no sign, but everything that John said about this man is true.”
41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
42 και επιστευσαν πολλοι εκει εισ αυτον 42 Many believed in him there.
42 καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.