RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 μη ταρασσεσθω υμων η καρδια πιστευετε εισ τον θεον και εισ εμε πιστευετε 1 “Don’t let your heart be troubled. Believe in God. Believe also in me.
1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
2 εν τη οικια του πατροσ μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν πορευομαι ετοιμασαι τοπον υμιν 2 In my Father’s house are many homes. If it weren’t so, I would have told you. I am going to prepare a place for you.
2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
3 και εαν πορευθω ετοιμασω υμιν τοπον παλιν ερχομαι και παραληψομαι υμασ προσ εμαυτον ινα οπου ειμι εγω και υμεισ ητε 3 If I go and prepare a place for you, I will come again and will receive you to myself; that where I am, you may be there also.
3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.
4 και οπου εγω υπαγω οιδατε και την οδον οιδατε 4 You know where I go, and you know the way.”
4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.
5 λεγει αυτω θωμασ κυριε ουκ οιδαμεν που υπαγεισ και πωσ δυναμεθα την οδον ειδεναι 5 Thomas said to him, “Lord, we don’t know where you are going. How can we know the way?”
5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;
6 λεγει αυτω ο ιησουσ εγω ειμι η οδοσ και η αληθεια και η ζωη ουδεισ ερχεται προσ τον πατερα ει μη δι εμου 6 Jesus said to him, “I am the way, the truth, and the life. No one comes to the Father, except through me.
6 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.
7 ει εγνωκειτε με και τον πατερα μου εγνωκειτε αν και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον 7 If you had known me, you would have known my Father also. From now on, you know him and have seen him.”
7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
8 λεγει αυτω φιλιπποσ κυριε δειξον ημιν τον πατερα και αρκει ημιν 8 Philip said to him, “Lord, show us the Father, and that will be enough for us.”
8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν.
9 λεγει αυτω ο ιησουσ τοσουτον χρονον μεθ υμων ειμι και ουκ εγνωκασ με φιλιππε ο εωρακωσ εμε εωρακεν τον πατερα και πωσ συ λεγεισ δειξον ημιν τον πατερα 9 Jesus said to him, “Have I been with you such a long time, and do you not know me, Philip? He who has seen me has seen the Father. How do you say, ‘Show us the Father’?
9 λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα;
10 ου πιστευεισ οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λαλω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ ο εν εμοι μενων αυτοσ ποιει τα εργα 10 Don’t you believe that I am in the Father, and the Father in me? The words that I tell you, I speak not from myself; but the Father who lives in me does his works.
10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.
11 πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε μοι 11 Believe me that I am in the Father, and the Father in me; or else believe me for the very works’ sake.
11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
12 αμην αμην λεγω υμιν ο πιστευων εισ εμε τα εργα α εγω ποιω κακεινοσ ποιησει και μειζονα τουτων ποιησει οτι εγω προσ τον πατερα μου πορευομαι 12 Most certainly I tell you, he who believes in me, the works that I do, he will do also; and he will do greater works than these, because I am going to my Father.
12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι,
13 και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω 13 Whatever you will ask in my name, I will do it, that the Father may be glorified in the Son.
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
14 εαν τι αιτησητε με εν τω ονοματι μου εγω ποιησω 14 If you will ask anything in my name, I will do it.
14 ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
15 εαν αγαπατε με τασ εντολασ τασ εμασ τηρησατε 15 If you love me, keep my commandments.
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε,
16 και εγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μενη μεθ υμων εισ τον αιωνα 16 I will pray to the Father, and he will give you another Counselor, that he may be with you forever:
16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα,
17 το πνευμα τησ αληθειασ ο ο κοσμοσ ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει αυτο υμεισ δε γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εσται 17 the Spirit of truth, whom the world can’t receive, for it doesn’t see him and doesn’t know him. You know him, for he lives with you and will be in you.
17 τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
18 ουκ αφησω υμασ ορφανουσ ερχομαι προσ υμασ 18 I will not leave you orphans. I will come to you.
18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.
19 ετι μικρον και ο κοσμοσ με ουκετι θεωρει υμεισ δε θεωρειτε με οτι εγω ζω και υμεισ ζησεσθε 19 Yet a little while, and the world will see me no more; but you will see me. Because I live, you will live also.
19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.
20 εν εκεινη τη ημερα γνωσεσθε υμεισ οτι εγω εν τω πατρι μου και υμεισ εν εμοι και εγω εν υμιν 20 In that day you will know that I am in my Father, and you in me, and I in you.
20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
21 ο εχων τασ εντολασ μου και τηρων αυτασ εκεινοσ εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατροσ μου και εγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον 21 One who has my commandments and keeps them, that person is one who loves me. One who loves me will be loved by my Father, and I will love him, and will reveal myself to him.”
21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
22 λεγει αυτω ιουδασ ουχ ο ισκαριωτησ κυριε και τι γεγονεν οτι ημιν μελλεισ εμφανιζειν σεαυτον και ουχι τω κοσμω 22 Judas (not Iscariot) said to him, “Lord, what has happened that you are about to reveal yourself to us, and not to the world?”
22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
23 απεκριθη ιησουσ και ειπεν αυτω εαν τισ αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προσ αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεν 23 Jesus answered him, “If a man loves me, he will keep my word. My Father will love him, and we will come to him and make our home with him.
23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.
24 ο μη αγαπων με τουσ λογουσ μου ου τηρει και ο λογοσ ον ακουετε ουκ εστιν εμοσ αλλα του πεμψαντοσ με πατροσ 24 He who doesn’t love me doesn’t keep my words. The word which you hear isn’t mine, but the Father’s who sent me.
24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 ταυτα λελαληκα υμιν παρ υμιν μενων 25 “I have said these things to you while still living with you.
25 Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων·
26 ο δε παρακλητοσ το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινοσ υμασ διδαξει παντα και υπομνησει υμασ παντα α ειπον υμιν 26 But the Counselor, the Holy Spirit, whom the Father will send in my name, will teach you all things, and will remind you of all that I said to you.
26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
27 ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθωσ ο κοσμοσ διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω 27 Peace I leave with you. My peace I give to you; not as the world gives, I give to you. Don’t let your heart be troubled, neither let it be fearful.
27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
28 ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προσ υμασ ει ηγαπατε με εχαρητε αν οτι ειπον πορευομαι προσ τον πατερα οτι ο πατηρ μου μειζων μου εστιν 28 You heard how I told you, ‘I am going away, and I will come back to you.’ If you loved me, you would have rejoiced because I said ‘I am going to my Father;’ for the Father is greater than I.
28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι·
29 και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε 29 Now I have told you before it happens so that when it happens, you may believe.
29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε.
30 ουκετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν 30 I will no more speak much with you, for the prince of the world comes, and he has nothing in me.
30 οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·
31 αλλ ινα γνω ο κοσμοσ οτι αγαπω τον πατερα και καθωσ ενετειλατο μοι ο πατηρ ουτωσ ποιω εγειρεσθε αγωμεν εντευθεν 31 But that the world may know that I love the Father, and as the Father commanded me, even so I do. Arise, let’s go from here.
31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.