RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 τη δε μια των σαββατων μαρια η μαγδαληνη ερχεται πρωι σκοτιασ ετι ουσησ εισ το μνημειον και βλεπει τον λιθον ηρμενον εκ του μνημειου 1 Now on the first day of the week, Mary Magdalene went early, while it was still dark, to the tomb, and saw that the stone had been taken away from the tomb.
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 τρεχει ουν και ερχεται προσ σιμωνα πετρον και προσ τον αλλον μαθητην ον εφιλει ο ιησουσ και λεγει αυτοισ ηραν τον κυριον εκ του μνημειου και ουκ οιδαμεν που εθηκαν αυτον 2 Therefore she ran and came to Simon Peter and to the other disciple whom Jesus loved, and said to them, “They have taken away the Lord out of the tomb, and we don’t know where they have laid him!”
2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 εξηλθεν ουν ο πετροσ και ο αλλοσ μαθητησ και ηρχοντο εισ το μνημειον 3 Therefore Peter and the other disciple went out, and they went toward the tomb.
3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
4 ετρεχον δε οι δυο ομου και ο αλλοσ μαθητησ προεδραμεν ταχιον του πετρου και ηλθεν πρωτοσ εισ το μνημειον 4 They both ran together. The other disciple outran Peter and came to the tomb first.
4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον,
5 και παρακυψασ βλεπει κειμενα τα οθονια ου μεντοι εισηλθεν 5 Stooping and looking in, he saw the linen cloths lying there; yet he didn’t enter in.
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 ερχεται ουν σιμων πετροσ ακολουθων αυτω και εισηλθεν εισ το μνημειον και θεωρει τα οθονια κειμενα 6 Then Simon Peter came, following him, and entered into the tomb. He saw the linen cloths lying,
6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
7 και το σουδαριον ο ην επι τησ κεφαλησ αυτου ου μετα των οθονιων κειμενον αλλα χωρισ εντετυλιγμενον εισ ενα τοπον 7 and the cloth that had been on his head, not lying with the linen cloths, but rolled up in a place by itself.
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 τοτε ουν εισηλθεν και ο αλλοσ μαθητησ ο ελθων πρωτοσ εισ το μνημειον και ειδεν και επιστευσεν 8 So then the other disciple who came first to the tomb also entered in, and he saw and believed.
8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν·
9 ουδεπω γαρ ηδεισαν την γραφην οτι δει αυτον εκ νεκρων αναστηναι 9 For as yet they didn’t know the Scripture, that he must rise from the dead.
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
10 απηλθον ουν παλιν προσ εαυτουσ οι μαθηται 10 So the disciples went away again to their own homes.
10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
11 μαρια δε ειστηκει προσ το μνημειον κλαιουσα εξω ωσ ουν εκλαιεν παρεκυψεν εισ το μνημειον 11 But Mary was standing outside at the tomb weeping. So as she wept, she stooped and looked into the tomb,
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω.
12 και θεωρει δυο αγγελουσ εν λευκοισ καθεζομενουσ ενα προσ τη κεφαλη και ενα προσ τοισ ποσιν οπου εκειτο το σωμα του ιησου 12 and she saw two angels in white sitting, one at the head and one at the feet, where the body of Jesus had lain.
12 ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 και λεγουσιν αυτη εκεινοι γυναι τι κλαιεισ λεγει αυτοισ οτι ηραν τον κυριον μου και ουκ οιδα που εθηκαν αυτον 13 They asked her, “Woman, why are you weeping?” She said to them, “Because they have taken away my Lord, and I don’t know where they have laid him.”
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 και ταυτα ειπουσα εστραφη εισ τα οπισω και θεωρει τον ιησουν εστωτα και ουκ ηδει οτι ιησουσ εστιν 14 When she had said this, she turned around and saw Jesus standing, and didn’t know that it was Jesus.
14 καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι.
15 λεγει αυτη ο ιησουσ γυναι τι κλαιεισ τινα ζητεισ εκεινη δοκουσα οτι ο κηπουροσ εστιν λεγει αυτω κυριε ει συ εβαστασασ αυτον ειπε μοι που εθηκασ αυτον καγω αυτον αρω 15 Jesus said to her, “Woman, why are you weeping? Who are you looking for?” She, supposing him to be the gardener, said to him, “Sir, if you have carried him away, tell me where you have laid him, and I will take him away.”
15 λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
16 λεγει αυτη ο ιησουσ μαρια στραφεισα εκεινη λεγει αυτω ραββουνι ο λεγεται διδασκαλε 16 Jesus said to her, “Mary.” She turned and said to him, “Rabboni!” which is to say, “Teacher!”
16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί, ὃ λέγεται, διδάσκαλε.
17 λεγει αυτη ο ιησουσ μη μου απτου ουπω γαρ αναβεβηκα προσ τον πατερα μου πορευου δε προσ τουσ αδελφουσ μου και ειπε αυτοισ αναβαινω προσ τον πατερα μου και πατερα υμων και θεον μου και θεον υμων 17 Jesus said to her, “Don’t hold me, for I haven’t yet ascended to my Father; but go to my brothers and tell them, ‘I am ascending to my Father and your Father, to my God and your God.’”
17 λέγει αὐτῇ ὁ Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.
18 ερχεται μαρια η μαγδαληνη απαγγελλουσα τοισ μαθηταισ οτι εωρακεν τον κυριον και ταυτα ειπεν αυτη 18 Mary Magdalene came and told the disciples that she had seen the Lord, and that he had said these things to her.
18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 ουσησ ουν οψιασ τη ημερα εκεινη τη μια των σαββατων και των θυρων κεκλεισμενων οπου ησαν οι μαθηται συνηγμενοι δια τον φοβον των ιουδαιων ηλθεν ο ιησουσ και εστη εισ το μεσον και λεγει αυτοισ ειρηνη υμιν 19 When therefore it was evening on that day, the first day of the week, and when the doors were locked where the disciples were assembled, for fear of the Jews, Jesus came and stood in the middle and said to them, “Peace be to you.”
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 και τουτο ειπων εδειξεν αυτοισ τασ χειρασ και την πλευραν αυτου εχαρησαν ουν οι μαθηται ιδοντεσ τον κυριον 20 When he had said this, he showed them his hands and his side. The disciples therefore were glad when they saw the Lord.
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
21 ειπεν ουν αυτοισ ο ιησουσ παλιν ειρηνη υμιν καθωσ απεσταλκεν με ο πατηρ καγω πεμπω υμασ 21 Jesus therefore said to them again, “Peace be to you. As the Father has sent me, even so I send you.”
21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
22 και τουτο ειπων ενεφυσησεν και λεγει αυτοισ λαβετε πνευμα αγιον 22 When he had said this, he breathed on them, and said to them, “Receive the Holy Spirit!
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον·
23 αν τινων αφητε τασ αμαρτιασ αφιενται αυτοισ αν τινων κρατητε κεκρατηνται 23 If you forgive anyone’s sins, they have been forgiven them. If you retain anyone’s sins, they have been retained.”
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 θωμασ δε εισ εκ των δωδεκα ο λεγομενοσ διδυμοσ ουκ ην μετ αυτων οτε ηλθεν ο ιησουσ 24 But Thomas, one of the twelve, called Didymus, wasn’t with them when Jesus came.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 ελεγον ουν αυτω οι αλλοι μαθηται εωρακαμεν τον κυριον ο δε ειπεν αυτοισ εαν μη ιδω εν ταισ χερσιν αυτου τον τυπον των ηλων και βαλω τον δακτυλον μου εισ τον τυπον των ηλων και βαλω την χειρα μου εισ την πλευραν αυτου ου μη πιστευσω 25 The other disciples therefore said to him, “We have seen the Lord!” But he said to them, “Unless I see in his hands the print of the nails, put my finger into the print of the nails, and put my hand into his side, I will not believe.”
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 και μεθ ημερασ οκτω παλιν ησαν εσω οι μαθηται αυτου και θωμασ μετ αυτων ερχεται ο ιησουσ των θυρων κεκλεισμενων και εστη εισ το μεσον και ειπεν ειρηνη υμιν 26 After eight days, again his disciples were inside and Thomas was with them. Jesus came, the doors being locked, and stood in the middle, and said, “Peace be to you.”
26 Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
27 ειτα λεγει τω θωμα φερε τον δακτυλον σου ωδε και ιδε τασ χειρασ μου και φερε την χειρα σου και βαλε εισ την πλευραν μου και μη γινου απιστοσ αλλα πιστοσ 27 Then he said to Thomas, “Reach here your finger, and see my hands. Reach here your hand, and put it into my side. Don’t be unbelieving, but believing.”
27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
28 και απεκριθη θωμασ και ειπεν αυτω ο κυριοσ μου και ο θεοσ μου 28 Thomas answered him, “My Lord and my God!”
28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου.
29 λεγει αυτω ο ιησουσ οτι εωρακασ με πεπιστευκασ μακαριοι οι μη ιδοντεσ και πιστευσαντεσ 29 Jesus said to him, “Because you have seen me, you have believed. Blessed are those who have not seen and have believed.”
29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 πολλα μεν ουν και αλλα σημεια εποιησεν ο ιησουσ ενωπιον των μαθητων αυτου α ουκ εστιν γεγραμμενα εν τω βιβλιω τουτω 30 Therefore Jesus did many other signs in the presence of his disciples, which are not written in this book;
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
31 ταυτα δε γεγραπται ινα πιστευσητε οτι ιησουσ εστιν ο χριστοσ ο υιοσ του θεου και ινα πιστευοντεσ ζωην εχητε εν τω ονοματι αυτου 31 but these are written that you may believe that Jesus is the Christ, the Son of God, and that believing you may have life in his name.
31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.